1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

58

μαθηταῖς ἤδη τελειουμένοις ὁ Κύριος, Οὐκέτι, φησὶν, ὑμᾶς λέγω δούλους, ἀλλὰ φίλους· ὅτι ὁ δοῦλος οὐκ οἶδε τί ποιεῖ ὁ κύριος αὐτοῦ. Τελείου τοίνυν ἐστὶ τὸ τὸν ὄντως ἀγαπητὸν ἐπιγνῶναι. Καὶ τῷ ὄντι μόνοι φίλοι Θεοῦ καὶ ἀλλήλοις οἱ ἅγιοι· οὐ δεὶς δὲ τῶν πονηρῶν καὶ ἀμαθῶν φίλος. Οὐδὲ γὰρ πίπτει τὸ τῆς φιλίας καλὸν εἰς μοχθηρὰν διάθεσιν· διότι οὐδὲν αἰσχρὸν καὶ ἀνάρμοστον εἰς συμφωνίαν δύναται χωρῆσαι φιλίας. Τὸ γὰρ κακὸν οὐ τῷ ἀγαθῷ ἐναντίον ἐστὶ μόνον, ἀλλὰ καὶ αὐτὸ ἑαυτῷ. Ἤδη δὲ καὶ ἐπὶ τὴν ἐξέτασιν τῶν ῥημάτων προΐωμεν. Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν. Ἤδη μέν τινες ᾠήθησαν ἐκ προσώπου τοῦ Πατρὸς 29.393 λέγεσθαι ταῦτα περὶ τοῦ ἐν ἀρχῇ ὄντος πρὸς αὐτὸν Λόγου, ὃν ἐκ τῆς οἱονεὶ καρδίας καὶ αὐτῶν τῶν σπλάγχνων, φασὶ, προήγαγε· καὶ ἀπὸ ἀγαθῆς καρδίας ἀγαθὸς λόγος προῆλθεν· ἐμοὶ δὲ δοκεῖ ταῦτα ἐπὶ τὸ προφητικὸν ἀναφέρεσθαι πρόσωπον. Τὰ γὰρ ἐφεξῆς τοῦ ῥητοῦ οὐκέτι ὁμοίως ἐξομαλίζει ἡμῖν τὴν περὶ τοῦ Πατρὸς ἐξήγησιν. Οὔτε γὰρ ἂν περὶ τῆς ἑαυτοῦ γλώσσης ὁ Πατὴρ εἶπεν, ὅτι Ἡ γλῶσσά μου κάλαμος γραμματέως ὀξυγράφου. Ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων. Οὐ γὰρ ἐκ τῆς πρὸς τοὺς ἀνθρώπους συγκρίσεως τὴν ὑπεροχὴν τοῦ κάλλους ἔχει. Καὶ προϊών φησι· ∆ιὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς, ὁ Θεός σου, ἔλαιον ἀγαλλιάσεως. Οὐ γὰρ εἶπεν· Ἔχρισά σε ἐγὼ ὁ Θεὸς, ἀλλ', Ἔχρισέ σε· ὥστε ἐκ τούτου παρίστασθαι ἕτερον εἶναι τὸ διαλε γόμενον πρόσωπον. Ποῖον οὖν ἐστι τοῦτο ἢ ὁ Προ φήτης ὁ χωρήσας τὴν τοῦ ἁγίου Πνεύματος εἰς αὐτὸν γενομένην ἐνέργειαν; Ἐξηρεύξατο, φησὶν, ἡ καρδία μου λόγον ἀγαθόν. Ἐπειδὴ γὰρ ἡ ἐρυγή ἐστι πνεῦ μα κρύφιον κατὰ τὴν ζέσιν τῆς τροφῆς ἀποῤῥηγνυ μένων τῶν πομφολύγων ἐπὶ τὸ ἄνω διαπνεόμενον, ὁ τραφεὶς τῷ ζῶντι ἄρτῳ τῷ ἐκ τοῦ οὐρανοῦ καταβάντι καὶ διδόντι ζωὴν τῷ κόσμῳ, καὶ ὁ ἐμπλησθεὶς παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος Θεοῦ, κατὰ τὴν τῆς Γραφῆς συνήθη τροπολογίαν, ἡ τραφεῖσα τοῖς ἱεροῖς μαθήμασι ψυχὴ, πρόσφορον τοῖς βρώμασι προΐεται τὴν ἐρυγήν. ∆ιὰ τοῦτο, ἐπειδὴ λογικὴ ἦν καὶ ἀγαθὴ ἡ τροφὴ, λόγον ἀγαθὸν ἐξερεύγεται ὁ Προ φήτης. Ὁ γὰρ ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ τῆς καρδίας αὐτοῦ προφέρει τὸ ἀγαθόν. Ζητήσωμεν οὖν καὶ ἡμεῖς τὴν ἀπὸ τοῦ λόγου τροφὴν εἰς πλήρωσιν τῶν ψυχῶν ἡμῶν (∆ίκαιος γὰρ, φησὶν, ἐσθίων, ἐμπίπλησι τὴν ψυχὴν αὐτοῦ), ἵνα κατὰ τὴν ἀναλογίαν ὧν τρεφόμεθα, οὐ τὸν τυχόντα λόγον, ἀλλὰ ἀγαθὸν ἀναπέμπωμεν. Ὁ γὰρ πονηρὸς ἄνθρω πος, ὑπὸ μοχθηρῶν δογμάτων ἀνατραφεὶς, ἐξερεύ γεται τῇ καρδίᾳ λόγον πονηρόν. Οὐχ ὁρᾷς ὁποῖα τὰ στόματα τῶν αἱρετικῶν ἀπερεύγεται; ὡς χαλεπὰ καὶ δυσώδη, πολλήν τινα τὴν ἐν τῷ βάθει νόσον τῶν ἀθλίων κατηγοροῦντα; Ὁ γὰρ πονηρὸς ἄνθρωπος ἐκ τοῦ πονηροῦ θησαυροῦ τῆς καρδίας αὐτοῦ προ φέρει τὸ πονηρόν. Μὴ δὴ οὖν, κνηθόμενος τὴν ἀκοὴν, ἐπισωρεύσῃς σεαυτῷ διδασκάλους, νόσον ἐνεργάσασθαι τοῖς σπλάγχνοις σου δυναμένους, καὶ πονηρῶν σοι ῥημάτων ἐρυγὴν προξενῆσαι, δι' ὧν μέλλεις ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως καταδικάζεσθαι. Ἐκ γὰρ τῶν λόγων σου, φησὶ, δικαιωθήσῃ, καὶ ἐκ τῶν λόγων σου καταδικασθήσῃ. Λέγω ἐγὼ τὰ ἔργα μου τῷ βασιλεῖ. Πάνυ προσάγει ἡμᾶς τῇ διανοίᾳ τοῦ προ φητικοῦ προσώπου καὶ τοῦτο τὸ ῥῆμα· Λέγω ἐγὼ τὰ ἔργα μου τῷ βασιλεῖ· ἀντὶ τοῦ, Ἐξομολογήσομαι τῷ κριτῇ, καὶ προλαμβάνω τὸν κατήγορον, διὰ τῆς περὶ τῶν ἰδίων ἔργων ἀπαγγελίας. Ἐντολὴν γὰρ εἰ 29.396 λήφαμεν τὴν λέγουσαν· Λέγε σὺ πρῶτος ἀνομίας σου, ἵνα δικαιωθῇς. Ἡ γλῶσσά μου κάλαμος γραμματέως, ὀξυγράφου. Ὥσπερ ὁ κάλμος ὄργανόν ἐστι γραφικὸν, τῆς χειρὸς τοῦ ἐπιστήμονος κινούσης αὐτὸν εἰς τὴν περὶ τῶν γραφομένων ἀποση μείωσιν· οὕτω καὶ ἡ τοῦ δικαίου γλῶσσα, κινοῦντος αὐτὴν τοῦ ἁγίου Πνεύματος, ἐγγράφει τὰ ῥήματα τῆς αἰωνίου ζωῆς ταῖς καρδίαις τῶν πιστευόντων· βαπτο μένη οὐ μέλανι, ἀλλὰ Πνεύματι Θεοῦ ζῶντος. Γραμ ματεὺς οὖν τὸ ἅγιον Πνεῦμα, διότι σοφόν ἐστι καὶ διδακτικὸν ἁπάντων· ὀξυγράφον δὲ, διότι ὀξεῖα τῆς διανοίας ἡ