59
κίνησις. Νοήματα δὲ ἡμῖν ἐγγράφει τὸ Πνεῦμα, Οὐκ ἐν πλαξὶ λιθίναις, ἀλλ' ἐν πλαξὶ καρδίας σαρκίναις. Κατὰ δὲ τὴν ἀναλογίαν τοῦ πλά τους τῆς καρδίας, πλείονα ἢ ἐλάττονα ἐγγράφει ταῖς καρδίαις τὸ Πνεῦμα, ἢ ἐκφανῆ πᾶσιν, ἢ ἀμυδρότερα, κατὰ τὴν προπαρασκευὴν τῆς καθαρότητος. ∆ιὰ δὲ τὸ τάχος τῶν γραφομένων πλήρης πᾶσα λοιπὸν ἡ οἰκουμένη τοῦ Εὐαγγελίου γεγένηται. Τὸ δὲ ἐφεξῆς τοῦ ῥητοῦ ἀπὸ ἰδίας ἀρχῆς ἔδοξεν ἡμῖν λαμβάνειν, καὶ μὴ συνάπτειν τοῖς προλαβοῦσιν, ἀλλὰ προστιθέναι τῷ ἐφεξῆς. Τὸ γὰρ, Ὡραῖος κάλλει, πρὸς τὸν Κύριον ἡγούμεθα λέγεσθαι, κατὰ τὴν ἀποστροφὴν τοῦ προσώπου. Ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώ πων. Ἐξεχύθη ἡ χάρις ἐν χείλεσί σου. Προσ άγεται δὲ ἡμᾶς τῇ διανοίᾳ ταύτῃ ὅ τε Ἀκύλας καὶ ὁ Σύμμαχος· ὁ μὲν εἰπών· Κάλλει ἐκαλλωπίσθης παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων· ὁ δὲ Σύμμαχος· Κάλλει καλὸς εἶ παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων. Ὡραῖον οὖν κάλλει προσαγορεύει τὸν Κύριον ὁ ἐν ατενίσας αὐτοῦ τῇ θεότητι. Οὐ γὰρ τὸ τῆς σαρκὸς ἀνυμνεῖ κάλλος. Εἴδομεν γὰρ αὐτὸν, καὶ οὐκ εἶχεν εἶδος, οὐδὲ κάλλος, ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον, ἐκλεῖπον παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων. ∆ῆλον οὖν, ὅτι ἐνιδὼν αὐτοῦ τῇ λαμπρότητι καὶ τῶν ἐκεῖθεν μαρμαρυγῶν ἀναπλησθεὶς ὁ Προφήτης, πληγεὶς τὴν ψυχὴν τούτῳ τῷ κάλλει, πρὸς τὸν ἔνθεον ἔρωτα τῆς νοητῆς ὡραιότητος ἐκινήθη· ἧς ἐπιφανείσης τῇ ἀνθρωπίνῃ ψυχῇ, πάντα αἰσχρὰ καὶ ἀπόβλητα τὰ τέως ἀγαπώμενα καταφαίνεται. ∆ιὰ τοῦτο καὶ ὁ Παῦ λος, ὅτε εἶδε τὸν ὡραῖον κάλλει, πάντα ἡγήσατο σκύβαλα, ἵνα Χριστὸν κερδήσῃ. Οἱ μὲν ἔξω τοῦ λό γου τῆς ἀληθείας μωρίαν ὀνομάζουσι τοῦ Εὐαγγε λίου τὸ κήρυγμα, τὴν εὐτέλειαν τῆς φράσεως τῶν Γραφῶν ἐξουθενοῦντες· ἡμεῖς δὲ οἱ καυχώμενοι ἐν 29.397 τῷ σταυρῷ τοῦ Χριστοῦ, οἷς ἐφανερώθη διὰ τοῦ Πνεύματος τὰ ὑπὸ τοῦ Θεοῦ χαρισθέντα ἡμῖν, οὐκ ἐν διδακτοῖς ἀνθρωπίνης σοφίας λόγοις, οἴδαμεν, ὅτι πλουσία χάρις ἐστὶν ἐκκεχυμένη παρὰ Θεοῦ ἐπὶ τοῖς περὶ Χριστοῦ λόγοις. ∆ιὰ τοῦτο ἐν ὀλίγῳ τῷ χρόνῳ πᾶσαν σχεδὸν τὴν οἰκουμένην διῆλθε τὸ κήρυγμα, ἐπειδὴ πλουσία καὶ ἄφθονος ἡ χάρις ἐκκέχυται ἐπὶ τοὺς κήρυκας τοῦ Εὐαγγελίου, οὓς καὶ χείλη Χριστοῦ ὠνόμασεν ἡ Γραφή. ∆ιὰ τοῦτο ἐν εὐκαταφρονήτοις λεξειδίοις πολὺ τὸ ἀγωγὸν καὶ πρὸς σωτηρίαν ὁλκὸν ἔχει τοῦ Εὐαγγελίου τὸ κήρυγμα. Καὶ πᾶσα ψυχὴ κεκράτηται δόγμασιν ἀκινήτοις, διὰ τῆς χάρι τος πρὸς τὴν ἀσάλευτον εἰς Χριστὸν πίστιν βεβαιου μένη. Ὅθεν φησὶν ὁ Ἀπόστολος· ∆ι' οὗ ἐλάβομεν χάριν καὶ ἀποστολὴν εἰς ὑπακοὴν πίστεως· καὶ πάλιν· Περισσότερον αὐτῶν πάντων ἐκοπίασα· οὐκ ἐγὼ δὲ, ἀλλ' ἡ χάρις τοῦ Θεοῦ, ἡ σὺν ἐμοί. Ἐξεχύθη χάρις ἐν χείλεσί σου· διὰ τοῦτο εὐλόγησέ σε ὁ Θεὸς εἰς τὸν αἰῶνα. Γέγραπται ἐν τῷ Εὐαγγελίῳ, ὅτι Ἐθαύμαζον ἐπὶ τοῖς λόγοις τῆς χάριτος τοῖς ἐκπορευομένοις διὰ στόματος αὐτοῦ. ∆ιόπερ ἐμφαντικῶς ὁ ψαλμὸς, τὸ πλῆθος τῆς χάριτος τῶν παρὰ τοῦ Κυρίου ἡμῶν ῥημάτων παραστῆσαι βουλόμενος, Ἐξεχύθη χάρις ἐν τοῖς χείλεσί σου, εἶπε, διὰ τὸ ἄφθονον τῆς ἐν τῷ λόγῳ χάριτος. Εὐλό γησέ σε, φησὶν, ὁ Θεὸς εἰς τὸν αἰῶνα, ∆ῆλον δὲ, ὅτι ἐπὶ τὸ ἀνθρώπινον χρὴ ἀναφέρεσθαι ταῦτα, καθὰ προκόπτει σοφίᾳ καὶ ἡλικίᾳ καὶ χάριτι. Κατὰ τοῦ το δῆλον, ὅτι καὶ ἆθλον ἀνδραγαθημάτων αὐτῷ νοοῦμεν δεδόσθαι τὴν χάριν. Ὅμοιον δὲ τούτῳ τό· Ἠγάπησας δικαιοσύνην, καὶ ἐμίσησας ἀνομίαν· διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς, ὁ Θεός σου, ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου. Ὧ παρα πλήσιόν ἐστι καὶ τὸ Φιλιππησίοις παρὰ Παύλου γρα φὲν, ὅτι Ἐταπείνωσεν ἑαυτὸν γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ, διὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσεν. Ὥστε δῆλον, ὅτι ταῦτα περὶ τοῦ κατὰ τὸν Σωτῆρα ἀνθρώπου λέγεται· ἢ ἐπειδὴ ἡ Ἐκκλησία σῶμά ἐστι τοῦ Κυρίου, καὶ αὐτὸς κεφαλὴ τῆς Ἐκκλησίας· ὥσπερ ἀποδεδώκαμεν χείλη εἶναι τοῦ Χριστοῦ τοὺς ὑπηρετουμένους τῷ οὐ ρανίῳ λόγῳ (ὥσπερ Παῦλος ἐν ἑαυτῷ ἔχων τὸν Χριστὸν λαλοῦντα, καὶ εἴ τις ἐκείνῳ τὴν ἀρετὴν παραπλήσιος)· οὕτω καὶ τὰ λοιπὰ μέλη τοῦ σώμα τος τοῦ Χριστοῦ, οἱ καθεῖς τῶν πεπιστευκότων ἐσμέν. Τὴν οὖν