60
τῇ Ἐκκλησίᾳ διδομένην εὐλογίαν ἐπὶ τὸν Κύριον ὁ ἀναφέρων οὐχ ἁμαρτήσει. Τὸ οὖν, Εὐλόγησέ σε ὁ Θεὸς, τουτέστι, Τὰ μέλη τὰ σὰ καὶ τὸ σῶμα τὸ σὸν ἐπλήρωσε τῶν παρ' ἑαυτοῦ ἀγα29.400 θῶν εἰς τὸν αἰῶνα, τουτέστιν, εἰς τὸ ἀπέραντον. Περίζωσαι τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου, δυνατέ. Τῇ ὡραιότητί σου καὶ τῷ κάλλει σου. Ἡγούμεθα τοίνυν τροπικῶς ἀναφέρεσθαι εἰς τὸν ζῶντα τοῦ Θεοῦ λόγον, ὥστε συνάπτεσθαι τῇ σαρκὶ, ὅς ἐστιν Ἐνεργὴς καὶ τομώτερος ὑπὲρ πᾶσαν μά χαιραν δίστομον, καὶ διικνούμενος ἄχρι μερισμοῦ ψυχῆς τε καὶ πνεύματος, ἁρμῶν τε καὶ μυελῶν, καὶ κριτικὸς ἐνθυμήσεων καὶ ἐννοιῶν καρδίας. ∆ιότι ὁ μηρὸς σύμβολόν ἐστι τῆς κατὰ τὴν γένεσιν ἐνεργείας. Αὗται γὰρ, φησὶν, αἱ ψυχαὶ αἱ ἐξελθοῦ σαι ἐκ τῶν μηρῶν Ἰακώβ. Ὡς οὖν ζωή ἐστι, καὶ ὁδὸς, καὶ ἄρτος, καὶ ἄμπελος, καὶ ἀληθινὸν φῶς, καὶ ἄλλα μυρία ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ὀνομάζε ται· οὕτω καὶ μάχαιρα διατέμνουσα τὸ παθητικὸν μέρος τῆς ψυχῆς, καὶ νεκροῦσα τὰ πρὸς ἐπιθυμίαν κινήματα. Εἶτα, ἐπειδὴ μέλλει τῇ ἀσθενείᾳ συνάπτε σθαι τῆς σαρκὸς ὁ Θεὸς Λόγος, καλῶς πρόσκειται τὸ, ∆υνατέ· διότι μεγίστης ἀπόδειξιν δυνάμεως ἔχει τὸ δυνηθῆναι Θεὸν ἐν ἀνθρώπου φύσει γενέσθαι. Οὐ γὰρ τοσοῦτον οὐρανοῦ καὶ γῆς σύστασις, καὶ θαλάσσης, καὶ ἀέρος, καὶ τῶν μεγίστων στοιχείων ἡ γένεσις, καὶ εἴ τι ὑπερκόσμιον νοεῖται, καὶ εἴ τι κα ταχθόνιον, τὴν δύναμιν παρίστησι τοῦ Θεοῦ Λόγου, ὅσον ἡ περὶ τὴν ἐνανθρώπησιν οἰκονομία, καὶ ἡ πρὸς τὸ ταπεινὸν καὶ ἀσθενὲς τῆς ἀνθρωπότητος συγκα τάβασις. Τῇ ὡραιότητί σου καὶ τῷ κάλλει σου. Τὸ ὡραῖον τοῦ κάλλους διαφέρει· ὅτι τὸ μὲν ὡραῖον λέγεται τὸ συμπεπληρωμένον εἰς τὸν ἐπιτή δειον καιρὸν πρὸς τὴν οἰκείαν ἀκμήν· ὡς ὡραῖος ὁ σῖτος, ὁ ὥριμος ἤδη πρὸς θερισμόν· καὶ ὡραῖος ὁ καρπὸς τῆς ἀμπέλου, ὁ τὴν οἰκείαν πέψιν εἰς τε λείωσιν ἑαυτοῦ διὰ τῆς τοῦ ἔτους ὥρας ἀπολαβὼν, καὶ ἐπιτήδειος εἰς ἀπόλαυσιν· κάλλος δέ ἐστι τὸ ἐν τῇ συνθέσει τῶν μελῶν εὐάρμοστον ἐπανθοῦσαν αὐτῷ τὴν χάριν ἔχον. Περίζωσαι οὖν τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου, δυνατέ. Τῇ ὡραιότητί σου, τουτέστιν, ἐν τῷ πληρώματι τῶν καιρῶν· καὶ τῷ κάλλει σου, τῇ θεωρητῇ καὶ νοητῇ θεότητι. Ἐκεῖνο γὰρ τὸ ὄντως καλὸν, τὸ κατάληψιν πᾶσαν ἀνθρωπίνην καὶ δύναμιν ὑπερβαῖνον, καὶ διανοίᾳ μόνῃ θεωρητόν. Καὶ ἐγνώριζον αὐτοῦ τὸ κάλλος οἱ μαθη ταὶ, οἷς ἐπέλυε τὰς παραβολὰς κατ' ἰδίαν. Εἶδον δὲ αὐτοῦ τὸ κάλλος Πέτρος καὶ οἱ υἱοὶ τῆς βροντῆς ἐν τῷ ὄρει, ὑπερλάμπον τὴν τοῦ ἡλίου λαμπρότητα, καὶ τὰ προοίμια τῆς ἐνδόξου αὐτοῦ παρουσίας ὀφθαλ μοῖς λαβεῖν κατηξιώθησαν. Καὶ Ἔντεινον, φησὶ, καὶ κατευοδοῦ, καὶ βασίλευε, Τουτέστιν, Ἀρξάμενος τῆς τῶν ἀνθρώπων διὰ σαρκὸς ἐπιμε λείας, σύντονον καὶ διαρκῆ καὶ μηδέποτε ὑπεκλυομέ 29.401 νην ποιοῦ τὴν ἐπιμέλειαν. Τοῦτο γὰρ ὁδὸν καὶ δρό μον παρέξει τῷ κηρύγματι, καὶ πάντας ὑποτάξει τῇ βασιλείᾳ σου. Μὴ ξενιζέτω δὲ ἡμᾶς τὸ προστατικῶς λέγεσθαι τὸ, Κατευοδοῦ, διὰ τὴν συνήθειαν τῆς Γραφῆς οὕτως ἀεὶ σχηματιζούσης τὰ εὐκτικά. Γενη θήτω γὰρ τὸ θέλημά σου, ἀντὶ τοῦ, γενηθείη· καὶ, Ἐλθέτω ἡ βασιλεία σου, ἀντὶ τοῦ, ἔλθοι. Ἕνεκεν ἀληθείας καὶ πραότητος καὶ δικαιο σύνης· καὶ ὁδηγήσει σε θαυμαστῶς ἡ δεξιά σου. Πάλιν ὁ λόγος ὁμοίως ἐσχημάτισται, ὡσπερεὶ μισθὸν ταῦτα λαμβάνοντος τοῦ Κυρίου, τὸ κατευοδοῦσθαι καὶ βασιλεύειν, ὑπὲρ ἀληθείας, καὶ πραότητος, καὶ δικαιοσύνης. ∆εῖ δὲ οὕτω νοεῖν· ὅτι ἐπειδὴ τῷ ψεύδει προδιέστραπται τὰ ἀνθρώπινα, ἵνα ἐπισπείρῃς τὴν ἀλήθειαν, βασίλευε ἐν τοῖς ἀνθρώποις τοῖς βασι λευομένοις ὑπὸ τῆς ἁμαρτίας· σὺ γὰρ εἶ ἡ ἀλήθεια. Καὶ, Ἕνεκεν πραότητος, ἵνα τῷ κατὰ σὲ ὑποδεί-γματι πάντες εἰς ἐπιείκειαν καὶ χρηστότητα προαχθῶ σι. ∆ιὸ καὶ ὁ Κύριος ἔλεγε· Μάθετε ἀπ' ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ. Καὶ ἀπό δειξιν παρείχετο τῆς πραότητος ἐπ' αὐτῶν τῶν ἔργων· λοιδορούμενος, ἐσιώπα· μαστιζόμενος, ἠνεί χετο. Καὶ ὁδηγήσει σε θαυμαστῶς ἡ δεξιά σου. Οὐχὶ στῦλος νεφέλης, οὐδὲ φωτισμὸς πυρὸς, ἀλλ' αὐτὴ ἡ δεξιά σου. Τὰ βέλῃ σου ἠκονημένα, δυ