1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

61

νατέ. Βέλη τοῦ δυνατοῦ ἠκονημένα ἐστὶν οἱ εὔ στοχοι λόγοι, οἱ καθικνούμενοι τῆς καρδίας τῶν ἀκροωμένων, βάλλοντες καὶ τιτρώσκοντες τὰς εὐαι σθήτους ψυχάς. Λόγοι γὰρ, φησὶ, σοφῶν ὡς τὰ βού κεντρα. ∆ιὸ καὶ ὁ Ψαλμῳδὸς ῥυσθῆναί ποτε ἀπὸ τῶν δολερῶν τῶν κατὰ τὴν γενεὰν αὐτοῦ εὐχόμενος, εἰς θεραπείαν γλώσσης δολίας τὰ βέλη τοῦ δυνατοῦ ἠκονημένα ζητεῖ. Ἐπιζητεῖ δὲ καὶ τοὺς ἄνθρακας παρεῖναι τοὺς ἐρημικούς· ὥστε ὅσων ἂν μὴ καθ άψηται διὰ τὴν πώρωσιν τῆς καρδίας τὰ λογικὰ βέλη, τούτοις ἑτοίμην εἶναι τὴν κόλασιν, ἣν καὶ ἐρημικοὺς ἄνθρακας προσηγόρευσεν. Ὅσοι γὰρ ἐρήμους τοῦ Θεοῦ κατέστησαν ἑαυτοὺς, τούτοις ἀναγκαῖος ὁ εὐτρε πισμὸς τῶν ἐρημικῶν ἀνθράκων. Νῦν οὖν Τὰ βέλη σου ἠκονημένα. Ἐκ τούτων τῶν βελῶν τιτρώσκον ται αἱ παραδεξάμεναι τὴν πίστιν ψυχαὶ, καὶ εἰς τὴν ἄκραν τοῦ Θεοῦ ἀγάπην ἐκκαυθεῖσαι λέγουσι παρα πλησίως τῇ νύμφῃ τὸ, Τετρωμένη ἀγάπης ἐγώ εἰμι. Ἀνεκδιήγητον δὲ καὶ ἄῤῥητον τὸ τοῦ λόγου κάλλος, καὶ ἡ τῆς σοφίας ὡραιότης, καὶ ἡ τοῦ Θεοῦ ἐν τῇ εἰκόνι αὐτοῦ μορφή. Μακάριοι οὖν, οἱ τοῦ ἀληθινοῦ κάλλους φιλοθεάμονες. Οἱονεὶ γὰρ προσδεθέντες αὐτῷ διὰ τῆς ἀγάπης, καὶ τὸν ἐπουράνιον καὶ μακαριστὸν ἐρῶντες ἔρωτα, ἐπιλανθάνονται μὲν οἰκείων καὶ φί λων· ἐπιλανθάνονται δὲ οἴκου καὶ περιουσίας ἁπά σης· ἐκλαθόμενοι δὲ καὶ τῆς σωματικῆς εἰς τὸ ἐσθίειν 29.404 καὶ πίνειν ἀνάγκης, μόνῳ τῷ θείῳ καὶ καθαρῷ προστετήκασιν ἔρωτι. Νοήσεις δὲ ἠκονημένα βέλη καὶ τοὺς ἀποστελλομένους ἐπὶ τὸ ἐπισπεῖραι πάσῃ τῇ οἰκουμένῃ τὸ Εὐαγγέλιον· οἳ, διὰ τὸ ἠκονῆσθαι, ἔλαμπον τοῖς τῆς δικαιοσύνης ἔργοις, καὶ λεπτῶς ἐπὶ τὰς τῶν διδασκομένων ψυχὰς παρεδύοντο· ταῦτα γὰρ τὰ βέλη, πανταχοῦ προπεμπόμενα, παρεσκεύαζε τοὺς λαοὺς ὑποκάτω πίπτειν τοῦ Χριστοῦ. ∆οκεῖ δέ μοι ἀκολουθότερον ἡ λέξις ἀποκαθίστασθαι δι' ὑπερ βατοῦ, ὥστε τοιοῦτον εἶναι τὸν νοῦν· Ἔντεινον καὶ κατευοδοῦ καὶ βασίλευε, καὶ ὁδηγήσει σε θαυ μαστῶς ἡ δεξιά σου, καὶ λαοὶ ὑποκάτω σου πε σοῦνται· τῷ τὰ βέλη σου ἠκονημένα εἶναι ἐν καρδίᾳ τῶν ἐχθρῶν τοῦ βασιλέως. Οὐδεὶς θεομάχος καὶ ἀλαζὼν καὶ ὑπερήφανος ὑποκάτω πίπτει τοῦ Θεοῦ, ἀλλ' οἱ τὴν ἐκ πίστεως ὑποταγὴν καταδεξάμενοι. Τὰ δὲ βέλη, ταῖς καρδίαις ἐμπεσόντα τῶν ποτε ἐχθρῶν τοῦ βασιλέως, ἕλκει αὐτοὺς εἰς τὸν περὶ τῆς ἀληθείας πόθον, ἕλκει αὐτοὺς πρὸς τὸν Κύριον, ὥστε, ἐχθροὺς ὄντας τῷ Θεῷ, καταλλαγῆναι αὐτῷ διὰ τῶν διδαγμάτων. Ὁ θρόνος σου, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· ῥάβδος εὐθύτητος, ἡ ῥάβδος τῆς βασι λείας σου. Ἠγάπησας δικαιοσύνην καὶ ἐμίση σας ἀνομίαν· διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς, ὁ Θεός σου, ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου. Ἐπειδὴ πολλὰ πρὸς τὸ ἀνθρώπινον ἀνατεινό μενος διελέχθη, ἐπανάγει νῦν ἐπὶ τὰ ὕψη τῆς περὶ τοῦ Μονογενοῦς δόξης τὸν λόγον. Ὁ θρόνος σου, φησὶν, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· τουτ έστιν, ἡ βασιλεία σου ἐπέκεινα τῶν αἰώνων, καὶ ἐννοίας πάσης ἐστὶ πρεσβυτέρα. Καὶ καλῶς μετὰ τὴν τῶν λαῶν ὑποταγὴν τὸ μεγαλοπρεπὲς τῆς βασι λείας τοῦ Θεοῦ ἀνυμνεῖ. Ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου. ∆ιὰ τοῦτο καὶ ἀπέδωκεν αὐτῷ τὴν ἰδίαν προσηγορίαν, σαφῶς αὐτὸν ἀναγο ρεύσας Θεόν· Ὁ θρόνος σου, ὁ Θεός. Παιδευτική τίς ἐστιν ἡ ῥάβδος τοῦ Θεοῦ· παιδεύουσα δὲ, εὐθείας καὶ οὐ παρατετραμμένας ἐπάγει τὰς κρίσεις. ∆ιὰ τοῦτο ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας αὐ τοῦ προσηγόρευται. Ἐὰν γὰρ ἐγκαταλίπωσιν οἱ υἱοὶ αὐτοῦ τὸν νόμον μου, καὶ τοῖς κρίμασί μου μὴ πορευθῶσιν, ἐπισκέψομαι ἐν ῥάβδῳ τὰς ἀνομίας αὐτῶν. Ὁρᾷς τὴν δικαίαν κρίσιν τοῦ Θεοῦ; Οὐκ ἐπὶ τῶν τυχόντων χρῆται, ἀλλ' ἐπὶ τῶν ἁμαρ τανόντων. Αὕτη δὲ καὶ παρακλήσεως λέγεται ῥάβδος· Ἡ ῥάβδος γάρ σου, φησὶ, καὶ ἡ βακτηρία σου. αὗταί με παρεκάλεσαν. Αὕτη καὶ συντριμμοῦ ἐστι ῥάβδος. Ποιμανεῖς γὰρ αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ, ὡς σκεῦος κεραμέως συντρίψεις αὐτούς. Συντρίβεται δὲ τὰ χοϊκὰ καὶ πήλινα ἐπ' εὐεργεσίᾳ τῶν ποιμαινομένων· καθὸ καὶ παραδίδοται. Εἰς ὄλε θρον τῆς σαρκὸς,