1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

62

ἵνα τὸ πνεῦμα σωθῇ. ∆ιὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς, ὁ Θεός σου, ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου. 29.405 Ἐπειδὴ ἕδει σχηματίσαι τὸ τυπικὸν χρίσμα, καὶ τοὺς τυπικοὺς ἀρχιερέας καὶ βασιλέας, ἐχρίσθη τῷ ἀλη θινῷ χρίσματι ἡ σὰρξ τοῦ Κυρίου, τῇ τοῦ ἁγίου Πνεύματος εἰς αὐτὴν ἐπιδημίᾳ, ὅπερ ἀγαλλιάσεως ἔλαιον προσηγόρευται. Ἐχρίσθη δὲ παρὰ τοὺς μετ όχους αὐτοῦ· τουτέστιν, ὑπὲρ πάντας ἀνθρώπους τοὺς μετέχοντας τοῦ Χριστοῦ. ∆ιότι ἐκείνοις μὲν μερική τις ἐδίδοτο Πνεύματος κοινωνία, ἐπὶ δὲ τὸν Υἱὸν τοῦ Θεοῦ κατελθὸν τὸ Πνεῦμα τὸ ἅγιον, ὥς φησιν Ἰωάννης, Ἔμεινεν ἐπ' αὐτόν. Καλῶς δὲ ἀγαλλιάσεως ἔλαιον τὸ Πνεῦμα προσαγορεύεται, ἐπειδὴ καὶ εἷς τῶν ὑπὸ τοῦ Πνεύματος ἁγίου γεωρ γουμένων καρπῶν ἐστιν ἡ χαρά. Ἐπειδὴ δὲ μικτός ἐστιν ὁ περὶ τοῦ Σωτῆρος λόγος διά τε τὴν φύσιν τῆς θεότητος, καὶ τὴν οἰκονομίαν τῆς ἐνανθρωπήσεως, πάλιν εἰς τὸ ἀνθρώπινον τοῦ Θεοῦ ἀποβλέψας, φησίν· Ἠγάπησας δικαιοσύνην, καὶ ἐμίσησας ἀνομίαν· ἀντὶ τοῦ, Οἱ μὲν λοιποὶ ἄνθρωποι πόνῳ καὶ ἀσκήσει καὶ προσοχῇ πολλάκις κατορθοῦσι τὴν πρὸς τὸ καλὸν διάθεσιν, καὶ τὴν τῶν φαύλων ἀποστροφήν· σοὶ δὲ φυσική τίς ἐστι πρὸς τὸ ἀγαθὸν ἡ οἰκείωσις, καὶ πρὸς τὴν ἀνομίαν ἡ ἀλλοτρίωσις. Καὶ ἡμῖν δὲ οὐ χαλεπὸν βουληθεῖσιν ἀναλαβεῖν τὴν πρὸς τὴν δικαιοσύ νην ἀγάπην, καὶ τὸ πρὸς τὴν ἀνομίαν μῖσος. Πᾶσαν γὰρ δύναμιν ὁ Θεὸς χρησίμως ἔδωκε τῇ λογικῇ ψυχῇ· ὥσπερ τὴν τοῦ ἀγαπᾷν, οὕτω καὶ τὴν τοῦ μισεῖν· ἵνα λόγῳ εὐθυνόμενοι ἀγαπῶμεν μὲν τὴν ἀρετὴν, μισῶ μεν δὲ τὴν κακίαν. Ἔστι γάρ ποτε καὶ ἐπαινετῶς τῷ μίσει χρήσασθαι. Οὐχὶ τοὺς μισοῦντάς σε, Κύριε, ἐμίσησα, καὶ ἐπὶ τοὺς ἐχθρούς σου ἐξετηκό μην; Τέλειον μῖσος ἐμίσουν αὐτούς. Σμύρνα καὶ στακτὴ καὶ κασσία ἀπὸ τῶν ἱμα τίων σου ἀπὸ βάρεων ἐλεφαντίνων, ἐξ ὧν εὔφρα νάν σε θυγατέρες βασιλέων ἐν τῇ τιμῇ σου. Ὑπο καταβαίνων ἀκολούθως ὁ προφητικὸς λόγος, καὶ πᾶσι τοῖς κατὰ τὴν οἰκονομίαν προεπιβαλὼν, τῷ ἐνατενισμῷ τοῦ Πνεύματος τοῦ ἀποκαλύπτοντος αὐτῷ τὰ κρυπτὰ, ἦλθεν ἐπὶ τὸ πάθος· Σμύρνα γὰρ, φησὶ, καὶ στακτὴ καὶ κασσία ἀπὸ τῶν ἱματίων σου. Ἡ μὲν οὖν σμύρνα ὅτι ταφῆς ἐστι σύμβολον, καὶ ὁ εὐ αγγελιστὴς ἡμᾶς Ἰωάννης ἐδίδαξεν, εἰπὼν ὑπὸ Ἰωσὴφ τοῦ Ἀριμαθαίου ἐντεταφιάσθαι μετὰ σμύρνης καὶ ἀλόης. Ἡ δὲ στακτὴ καὶ αὐτὴ σμύρνης ἐστὶν εἶδος τὸ λεπτότατον. Ἐκθλιβέντος γὰρ τοῦ ἀρώμα τος, ὅσον μὲν αὐτοῦ ῥυτὸν, εἰς τὴν στακτὴν ἀπομερί ζεται· τὸ δὲ παχύτερον ἀπομένον σμύρνα προσα 29.408 γορεύεται. Οὐκοῦν καὶ ἀποπνέει ἡ τοῦ Χριστοῦ εὐωδία, σμύρνης μὲν διὰ τὸ πάθος, στακτῆς δὲ διὰ τὸ μὴ ἀκίνητον μεῖναι μηδὲ ἀνενέργητον ἐν ταῖς τρισὶν ἡμέραις καὶ ταῖς τρισὶ νυξὶν, ἀλλὰ κατελθεῖν εἰς ᾅδου τῆς περὶ τὴν ἀνάστασιν οἰκονομίας ἕνεκεν, ἵνα πλη ρώσῃ ἑαυτοῦ τὰ σύμπαντα. Κασσίας δὲ ἀποπνέει, διότι ἡ κασσία φλοιός τίς ἐστι λεπτότατος καὶ εὐώ δης, ξυλώδει κάρφει περιτεινόμενος. Μήποτε οὖν τὸ τοῦ σταυροῦ πάθος, ἐπ' εὐεργεσίᾳ τῆς κτίσεως πάσης παραληφθὲν, βαθέως ἡμῖν καὶ σοφῶς ὁ λόγος διὰ τοῦ τῆς κασσίας ὀνόματος παρῃνίξατο. Ἔχεις οὖν σμύρ ναν μὲν διὰ τὴν ταφὴν, στακτὴν δὲ διὰ τὴν εἰς ᾅδου κάθοδον (ἐπειδὴ πᾶσα σταγὼν ἐπὶ τὰ κάτω φέρεται), κασσίαν δὲ διὰ τὴν τῆς σαρκὸς περὶ τὸ ξύλον οἰκονο μίαν. Ἐκ δὲ ταύτης τῆς αἰτίας Εὔφρανάν σε, φη σὶ, θυγατέρες βασιλέων ἐν τῇ τιμῇ σου. Θυγατέ ρες δὲ βασιλέων τίνες ἂν εἶεν ἢ εὐγενεῖς καὶ μεγάλαι καὶ βασιλικαὶ ψυχαί; αἳ, διὰ τὴν πρὸς τὰ ἀνθρώπινα συγκατάβασιν ἐπιγνοῦσαι τὸν Χριστὸν, εὔφραναν αὐ τὸν ἐν τῇ τιμῇ, ἐν ἀληθινῇ πίστει καὶ ἀγάπῃ τελείᾳ, δοξάζουσαι αὐτοῦ τὴν θεότητα. Τὰ δὲ ἀρώματα ταῦ τα οὐ μικρολόγως φησὶ προσεῖναι τοῖς ἱματίοις τοῦ Χριστοῦ (τουτέστιν, ἡ παραβολὴ τῶν λόγων καὶ ἡ τῶν δογμάτων κατασκευὴ), ἀλλ' ἀπὸ ὅλων τῶν οἰ κοδομημάτων φέρεσθαι. Βάρεις γὰρ τοὺς μεγίστους τῶν οἴκων λέγει, καὶ τούτους ἐξ ἐλέφαντος εἶναι κατεσκευασμένους, τὸ πλούσιον, οἶμαι, τῆς τοῦ Χρι στοῦ περὶ τὸν κόσμον ἀγάπης τοῦ προφήτου διδάσκον τος. Παρέστη ἡ βασίλισσα ἐκ