1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

64

ὄντος τοῦ κάλλους τῆς νύμφης. Ὁ γὰρ εὐ τρεπίζων ἑαυτὸν τῷ Πατρὶ τῷ βλέποντι ἐν τῷ κρυ πτῷ, καὶ προσευχόμενος, καὶ πάντα πράσσων οὐ πρὸς τὸ θεαθῆναι τοῖς ἀνθρώποις, ἀλλὰ πρὸς τὸ μόνῳ φανερωθῆναι Θεῷ· οὗτος ἔχει πᾶσαν τὴν δόξαν ἔσω θεν, ὡς καὶ ἡ θυγάτηρ τοῦ βασιλέως. Καὶ τὰ κροσσω τὰ τοίνυν τὰ χρυσᾶ, οἷς περιβέβληται καὶ πεποί κιλται ὅλη, ἔσωθεν. Μηδὲν ζήτει ἐν τῷ ἔξω χρυσῷ καὶ τῇ σωματικῇ ποικιλίᾳ· ἀλλὰ περιβολὴν νόει τινὰ ἀξίαν κοσμῆσαι τὸν κατ' εἰκόνα. τοῦ κτίσαντος, ὥς φησιν ὁ Ἀπόστολος· Ἐκδυσάμενοι τὸν παλαιὸν ἄνθρωπον, καὶ ἐνδυσάμενοι τὸν νέον, τὸν ἀνα καινούμενον εἰς ἐπίγνωσιν κατ' εἰκόνα τοῦ κτί σαντος. Καὶ ὁ ἐνδυσάμενος δὲ Σπλάγχνα οἰ κτιρμοῦ, χρηστότητα, ταπεινοφροσύνην, μακρο θυμίαν, πραότητα, ἔνδοθεν περιβέβληται, καὶ τὸν ἔσω ἄνθρωπον κεκόσμηται. Καὶ ὁ Παῦλος δὲ παραινεῖ ἐνδύσασθαι τὸν Κύριον Ἰησοῦν, οὐ κατὰ τὸν ἔξω ἄνθρωπον, ἀλλ' ἵνα τὸν νοῦν ἡμῶν ἡ τοῦ Θεοῦ μνήμη περισκεπάζῃ. Οἶμαι δὲ τὸ πνευματικὸν ἱμάτιον ἐξυφαίνεσθαι, ὅταν τῷ διδακτικῷ λόγῳ ἡ ἀκόλουθος ἐπιπλέκηται πρᾶξις. Ὥσπερ γὰρ τῷ στήμονι τῆς κρόκης ἐπιπλεκομένης τὸ σωματικὸν ἱμάτιον ἐξυφαί νεται· οὕτω τοῦ λόγου προϋφεστῶτος, εἰ ἀκολούθως αἱ πράξεις ἐπάγοιντο, σεμνοτάτη τις ἂν γένοιτο πε ριβολὴ τῆς ψυχῆς, λόγῳ καὶ ἔργῳ τὸν κατ' ἀρετὴν βίον συμπεπληρωμένον ἐχούσης. Κροσσοὶ δὲ ἀπαιω ροῦνται τοῦ ἱματίου, νοητοὶ καὶ οὗτοι· διὸ καὶ χρυσοῖ εἶναι λέγονται. Ἐπειδήπερ ὁ λόγος πλείων ἐστὶ τοῦ ἔργου, οἱονεὶ κροσσός τίς ἐστιν ἀπὸ τοῦ πρὸς τὴν πρᾶξιν ὑφάσματος περισσεύων. Ἕπονται δὲ τῇ νύμφῃ τοῦ Κυρίου ψυχαί τινες, αἱ μὴ παρα δεξάμεναι σπέρματα λόγων ἀλλοτρίων, αἵτινες ἀπενεχθήσονται τῷ βασιλεῖ, ἀκολουθοῦσαι τῇ νύμ φῃ. Ἀκουέτωσαν δὲ καὶ αἱ τὴν παρθενίαν ἐπαγγελ λόμεναι τῷ Κυρίῳ, ὅτι παρθένοι ἀπενεχθήσονται τῷ βασιλεῖ· παρθένοι δὲ, αἱ πλησίον οὖσαι τῆς Ἐκκλη σίας, αἱ ὀπίσω αὐτῆς ἑπόμεναι, καὶ μὴ ἀποπλανώ μεναι τῆς ἐκκλησιαστικῆς εὐταξίας. Ἀπενεχθήσον ται δὲ αἱ παρθένοι ἐν εὐφροσύνῃ καὶ ἀγαλλιά σει, ἀχθήσονται εἰς ναὸν βασιλέως. Οὐχ αἱ κατ ηναγκασμένως ὑπελθοῦσαι τὴν παρθενίαν, οὐδὲ αἱ 29.413 ἐκ λύπης ἢ ἐξ ἀνάγκης καταδεξάμεναι τὸν σεμνὸν βίον, ἀλλ' αἱ ἐν εὐφροσύνῃ καὶ ἀγαλλιάσει ἐπὶ τῷ τοιούτῳ κατορθώματι χαίρουσαι, αὗται ἀπ ενεχθήσονται τῷ βασιλεῖ, καὶ ἀχθήσονται οὐκ εἰς τὸν τυχόντα τόπον, ἀλλ' εἰς τὸν ναὸν τοῦ βασιλέως. Τὰ γὰρ ἱερατικὰ σκεύη, ἃ οὐκ ἐμόλυνεν ἀνθρωπίνη χρῆσις, εἰς τὰ ἅγια τῶν ἁγίων εἰσενεχθήσεται, καὶ ἐξουσίαν ἕξει τῆς εἰς τὰ ἄδυτα παρόδου, ὅπου βέ βηλοι πόδες οὐ περιπατήσουσιν. Ἡλίκον δέ ἐστι τὸ ἀχθῆναι εἰς ναὸν βασιλέως, ὁ Προφήτης δείκνυσιν, ὑπὲρ ἑαυτοῦ προσευχόμενος καὶ λέγων· Μίαν ᾐτησάμην παρὰ Κυρίου, ταύτην ζητήσω· τὸ κατοικεῖν με ἐν οἴκῳ Κυρίου πάσας τὰς ἡμέρας τῆς ζωῆς μου, τοῦ θεωρεῖν με τὴν τερπνότητα Κυρίου, καὶ ἐπισκέπτεσθαι τὸν ναὸν αὐτοῦ. Ἀντὶ τῶν πατέρων σου ἐγεννήθησαν οἱ υἱοί σου· καταστήσεις αὐτοὺς ἄρχοντας ἐπὶ πᾶσαν τὴν γῆν. Ἐπειδὴ ἄνω προσετάχθη ἐπιλαθέσθαι τοῦ λαοῦ, καὶ τοῦ οἴκου τοῦ πατρὸς, εἰς ἀντίδοσιν τῆς ὑπακοῆς νῦν ἀντὶ τῶν πατέρων λαμβάνει υἱοὺς, ἐν τηλικούτοις ἀξιώμασι διαπρέποντας, ὥστε κα ταστῆναι αὐτοὺς ἄρχοντας ἐπὶ πᾶσαν τὴν γῆν. Τίνες οὖν οἱ υἱοὶ τῆς Ἐκκλησίας; Ἤτοι οἱ υἱοὶ τοῦ Εὐαγγελίου, οἱ πάσης τῆς γῆς ἄρξαντες. Εἰς πᾶσαν γὰρ, φησὶ, τὴν οἰκουμένην ἐξῆλθεν ὁ φθόγγος αὐτῶν· καὶ, Καθεσθήσονται ἐπὶ δώδεκα θρόνους, καὶ κρινοῦσι τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ. Ἐὰν δέ τις πατέρας τῆς νύμφης λάβῃ τοὺς πατριάρχας, καὶ οὕτως ὁ λόγος τῶν ἀποστόλων οὐ διαπίπτει. Ἀντὶ γὰρ ἐκείνων ἐγεννήθησαν αὐτῇ υἱοὶ διὰ τοῦ Χριστοῦ, οἱ ποιοῦντες τὰ ἔργα τοῦ Ἀβραάμ· καὶ διὰ τοῦτο ἰσότιμοι αὐτοῖς χρηματί ζοντες, ἐκ τοῦ πεποιηκέναι τὰ αὐτὰ ἐκείνοις, ἀφ' ὧν τῶν μεγάλων τιμῶν ἠξιώθησαν οἱ πατέρες. Ἄρχοντες μέντοι εἰσὶν ἁπάσης τῆς γῆς οἱ ἅγιοι διὰ τὴν πρὸς τὸ καλὸν οἰκείωσιν, αὐτῆς τῆς τοῦ καλοῦ φύσεως περιτιθείσης αὐτοῖς τὸ πρωτεῖον, ὡς περι