1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

65

έθηκε τῷ Ἰακὼβ τὴν κατὰ τοῦ Ἡσαῦ ἐξουσίαν. Γίνου γὰρ, φησὶ, κύριος τοῦ ἀδελφοῦ σου. Οἱ τοί νυν ἰσότιμοι τοῖς πατράσι γενόμενοι, καὶ τὴν κατὰ πάντων ὑπεροχὴν διὰ τὴν τῆς ἀρετῆς ἄσκησιν προσλαβόντες, καὶ υἱοὶ τῆς Χριστοῦ νύμφης εἰσὶ, καὶ παρὰ τῆς ἰδίας μητρὸς καθίστανται ἄρχοντες ἐπὶ πᾶσαν τὴν γῆν. Σκόπει δέ μοι τὴν ἐξουσίαν τῆς βασιλίδος, ὅση τις ἐπ' αὐτῆς ἐστι· χειροτονεῖν ἄρ χοντας ἐπὶ πᾶσαν τὴν γῆν. Μνησθήσομαι τοῦ ὀνό ματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ. ∆ιὰ τοῦτο λαοὶ ἐξομολογήσονταί σοι εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ἐπὶ πᾶσιν ὡς ἐκ προσώπου τῆς Ἐκκλησίας ὁ λόγος εἴρηται, ὅτι Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ. Τίς δέ ἐστιν ἡ τῆς Ἐκκλησίας μνήμη; Ἡ ἐξομολόγησις τῶν λαῶν. 29.416

ΕΙΣ ΤΟΝ ΜΕʹ ΨΑΛΜΟΝ.

Εἰς τὸ τέλος ὑπὲρ τῶν υἱῶν Κορέ· ὑπὲρ τῶν κρυφίων ψαλμός. Προφητείαν

μοι δοκεῖ περιέχειν ὁ ψαλμὸς περὶ τῶν κατὰ τὸ τέλος. Ὅπερ τέλος εἰδὼς καὶ ὁ Παῦλος, φησίν· Εἶτα τὸ τέλος, ὅταν παραδῷ τὴν βασιλείαν τῷ Θεῷ καὶ Πατρί. Ἢ ἐπειδὴ αἱ πράξεις ἡμῶν ἀπάγουσιν ἡμᾶς πρὸς τὸ τέλος, ἑκάστη τὸ οἰκεῖον ἑαυτῇ, ἡ μὲν ἀγαθὴ πρὸς τὴν μακαριότητα, ἡ δὲ φαύλη πρὸς τὴν αἰωνίαν κατάκρισιν· αἱ δὲ παρὰ τοῦ Πνεύματος ἐν τῷ ψαλμῷ τούτῳ παραδι δόμεναι συμβουλαὶ πρὸς τὸ ἀγαθὸν τέλος ἀπ άγουσι τοὺς πειθομένους· τούτου ἕνεκεν ἐπιγέγρα πται Εἰς τὸ τέλος· ὡς τῆς ἀναφορᾶς τῶν διδαγμά των ἐπὶ τὸ μακάριον τέλος τῆς ἀνθρωπίνης ζωῆς ὑπαρχούσης. Ὑπὲρ τῶν υἱῶν Κορέ. Τοῖς δὲ υἱοῖς Κορὲ καὶ οὗτος εἴρηται ὁ ψαλμὸς, οὓς οὐ διαιρεῖ τὸ Πνεῦμα τὸ ἅγιον, διότι ὥσπερ μιᾷ ψυχῇ καὶ μιᾷ φωνῇ μετὰ πάσης τῆς πρὸς ἀλλήλους συμφωνίας τοὺς προφητικοὺς λόγους προΐεντο· μηδὲν τοῦ ἑτέρου αὐτῶν παρὰ τοὺς λοιποὺς προφητεύσαντος, ἀλλ' ἴσου αὐτοῖς τοῦ προφητικοῦ χαρίσματος δωρη θέντος διὰ τὸ ἴσον αὐτῶν τῆς πρὸς ἀλλήλους εἰς τὰ καλὰ διαθέσεως. Ὑπὲρ δὲ τῶν κρυφίων εἴρη ται ὁ ψαλμός· τουτέστιν, ὑπὲρ ἀποῤῥήτων, καὶ τῶν ἐν μυστηρίῳ κεκρυμμένων. Γενόμενος δὲ ἐν τοῖς κατὰ μέρος ῥητοῖς τοῦ ψαλμοῦ, μαθήσῃ τὸ κεκρυμ μένον τῶν λόγων· καὶ ὅτι οὐ τοῦ τυχόντος ἐστὶν ἐν ιδεῖν τοῖς θείοις μυστηρίοις, ἢ μόνου τοῦ δυνα μένου γενέσθαι τῆς ἐπαγγελίας ἐναρμόνιον ὄργανον, ὥστε ἀντὶ ψαλτηρίου κινεῖσθαι αὐτοῦ τὴν ψυχὴν ὑπὸ τοῦ ἐνεργοῦντος αὐτῇ ἁγίου Πνεύματος. Ὁ Θεὸς ἡμῶν καταφυγὴ καὶ δύναμις, βοηθὸς ἐν θλίψεσι ταῖς εὑρούσαις ἡμᾶς σφόδρα. Πολλῆς βοηθείας δέεται πᾶς ἄνθρωπος, διὰ τὴν ἐκ φύσεως προσοῦσαν αὐτῷ ἀσθένειαν, πολλῶν αὐτῷ προσπι πτόντων ἀνιαρῶν καὶ ἐπιπόνων. Τὴν οὖν ἐκ πάντων τῶν περιστατικῶν καταφυγὴν ἐπιζητῶν, ὥσπερ ἐπὶ ἄσυλον φεύγων χωρίον, ἢ ἐπί τινα κορυφὴν ὀξεῖαν καρτερῷ τείχει περιειλημμένην κα ταφεύγων, διὰ τὴν τῶν πολεμίων ἐπιδρομήν· οὕτως ἐπὶ τὸν Θεὸν καταφεύγει, μόνην εἶναι ἡγούμενος ἀνάπαυσιν τὴν ἐν αὐτῷ διαμονήν. Ὅτι μὲν οὖν ἐπὶ τὸν Θεὸν ἡ καταφυγὴ παρὰ πᾶσιν ὡμολόγηται, πολλὴν δὲ πλάνην καὶ σύγχυσιν ὁ ἐχθρὸς ἐνεποίησε περὶ τὴν τοῦ σώζοντος ἐκλογήν. Ἐπιβουλεύων γὰρ ὡς πολέμιος, πάλιν τοὺς ἐπιβουλευθέντας ἐξαπατᾷ, αὐτῷ προσφεύγειν ὡς φύλακι, ὥστε διπλοῦν αὐτοῖς περιίστασθαι τὸ κακόν· ἢ βιαίως ληφθεῖσιν, ἢ ἐξ ἀπάτης ἀπολομένοις. ∆ιὰ τοῦτο πρὸς δαίμονας καὶ 29.417 εἴδωλα καταφεύγουσιν οἱ ἄπιστοι τοῦ ὄντως Θεοῦ τὴν γνῶσιν ὑπὸ τῆς παρὰ τοῦ διαβόλου γενο μένης αὐτοῖς συγχύσεως ἀφαιρεθέντες. Καὶ οἱ ἐπι γινώσκοντες δὲ τὸν Θεὸν περὶ τὴν τῶν πραγμάτων διάκρισιν σφάλλονται, ἀπαιδεύτως τὰς αἰτήσεις τῶν συμφερόντων ποιούμενοι, καὶ αἰτοῦντές τινα ὡς ἀγαθὰ, οὐκ ἐπὶ συμφέροντι πολλάκις αὐτῶν, καὶ φεύγοντες ἄλλα ὡς πονηρὰ, πολλὴν αὐτοῖς ἐνίοτε τὴν ὠφέλειαν φέροντα. Οἷον, νοσεῖ τις; Φεύ γων τὸ ἐκ τῆς