1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

66

νόσου ἐπίπονον, εὔχεται τὴν ὑγίειαν. Ἀπέβαλε χρήματα; Περιώδυνός ἐστι τῇ ζημίᾳ. Ἔστι δὲ πολλάκις καὶ ἡ νόσος ὠφέλιμος, ὅταν παι δαγωγεῖν μέλλῃ τὸν ἁμαρτάνοντα· καὶ ἡ ὑγίεια βλαβερὰ, ὅταν ἐφόδιον γίνηται πρὸς ἁμαρτίαν τῷ ἔχοντι. Οὕτω καὶ χρήματα ἤδη τισὶν ὑπηρεσία πρὸς ἀκολασίαν ἐγένετο· καὶ πενία πολλοὺς ἐσωφρόνισε τῶν ὡρμημένων κακῶς. Μήτε οὖν φύγῃς ἃ μὴ δεῖ, μήτε προσφύγῃς ᾧ μὴ δεῖ. Ἀλλ' ἕν σοι φευκτὸν ἤτω, ἡ ἁμαρτία, καὶ μία καταφυγὴ ἐκ τῶν κα κῶν, ὁ Θεός. Μὴ πεποίθετε ἐπ' ἄρχοντας· μὴ ἐπαίρεσθε ἐπὶ πλούτου ἀδηλότητι· μὴ φρονεῖτε ἐπὶ δυνάμει σώματος· μὴ τῆς ἀνθρωπίνης δόξης τὸ περιφανὲς διώκετε. Οὐδὲν τούτων σώζει· πάντα πρόσκαιρα, πάντα ἀπατηλά. Μία καταφυγὴ, ὁ Θεός. Ἐπικατάρατος ἄνθρωπος ὁ τὴν ἐλπίδα ἔχων ἐπ' ἄνθρωπον, ἢ ἐπί τι τῶν ἀνθρωπίνων. Ὁ Θεὸς οὖν ἡμῶν καταφυγὴ καὶ δύναμις. Τῷ δυναμένῳ λέγειν, Πάντα ἰσχύω ἐν τῷ ἐνδυνα μοῦντί με Χριστῷ, δύναμίς ἐστιν ὁ Θεός. Πολλῶν μὲν οὖν ἐστιν εἰπεῖν, Ὁ Θεὸς ἡμῶν καταφυγή· καὶ τὸ, Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν· τὸ δὲ ἀπὸ τῆς αὐτῆς διαθέσεως εἰπεῖν τῷ Προφήτῃ πάνυ ὀλίγων. Ὀλίγοι γὰρ οἱ μὴ τεθαυμακότες τὰ ἀνθρώ πινα, ἀλλ' ὅλοι ἠρτημένοι τοῦ Θεοῦ, καὶ αὐτὸν ἀνα πνέοντες, καὶ πᾶσαν ἐλπίδα καὶ πεποίθησιν ἔχοντες. Καὶ ἐλέγχει γε ἡμᾶς τὰ πράγματα, ὅταν ἐν ταῖς θλίψεσιν ἐπὶ πάντα μᾶλλον ἢ ἐπὶ τὸν Θεὸν τρέχω μεν. Νοσεῖ τὸ παιδίον; Καὶ σὺ τὸν ἐπαοιδὸν περι σκοπεῖς, ἢ τὸν τοὺς περιέργους χαρακτῆρας τοῖς τραχήλοις τῶν ἀναιτίων νηπίων περιτιθέντα· ἢ τό γε τελευταῖον ἐπὶ τὸν ἰατρὸν ἔρχῃ καὶ τὰ φάρμακα, τοῦ δυναμένου σώζειν καταμελήσας. Κἂν ἐνύπνιόν σε ἐκταράξῃ, πρὸς τὸν ὀνειροσκόπον τρέχεις. Κἂν φοβηθῇς ἐχθρὸν, προστάτην ἕνα τῶν ἀνθρώπων πε ρινοεῖς. Καὶ ὅλως ἐφ' ἑκάστης χρείας ἐλέγχῃ, ῥή ματι μὲν τὸν Θεὸν ὀνομάζων καταφυγὴν, ἔργῳ δὲ τὴν ἐκ τῶν ἀνωφελῶν καὶ ματαίων βοήθειαν ἐπι σπώμενος. Ἔστι δὲ τῷ δικαίῳ ἀληθινὴ βοήθεια ὁ Θεός. Ὥσπερ τις στρατηγὸς ὁπλιτικὸν γενναῖον ἐξηρτημένος ἕτοιμος ἀεὶ βοηθεῖν τῷ καταπονου μένῳ μέρει· οὕτως ὁ Θεὸς βοηθὸς ἡμῶν ἐστι, καὶ 29.420 σύμμαχος παντὶ τῷ στρατευομένῳ κατὰ τῆς μεθ οδείας τοῦ διαβόλου, ἀποστέλλων τὰ λειτουργικὰ πνεύματα πρὸς τὴν σωτηρίαν τῶν δεομένων. Εὑ ρίσκει δὲ ἡ θλίψις πάντα τὸν δίκαιον διὰ τὴν τοῦ βίου ἐπιτήδευσιν. Ὁ γὰρ ἐκκλίνων μὲν τὴν πλα τεῖαν καὶ εὐρύχωρον ὁδὸν, ὁδεύων δὲ τὴν στενὴν καὶ τεθλιμμένην, εὑρίσκεται ὑπὸ τῶν θλίψεων. Ἐμψύχως τὸν λόγον ἐσχημάτισεν ὁ Προφήτης εἰπών· Ἐν θλίψεσι ταῖς εὑρούσαις ἡμᾶς σφόδρα. Ὥσπερ γὰρ ζῶα ἔμψυχα καταλαμβάνουσιν ἡμᾶς, ἐργαζόμεναι ὑπομονὴν, καὶ διὰ τῆς ὑπομονῆς δοκι μὴν, καὶ διὰ τῆς δοκιμῆς ἐλπίδα. Ὅθεν καὶ ὁ Ἀπόστολός φησι· ∆ιὰ πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰσελ θεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ· καὶ, Πολ λαὶ αἱ θλίψεις τῶν δικαίων. Ἀλλ' ὁ γενναίως καὶ ἀταράχως τὸν ἐκ τῆς θλίψεως πειρασμὸν ὑπομείνας ἐρεῖ, ὅτι Ἐν τούτοις πᾶσιν ὑπερνικῶμεν διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς. Καὶ τοσοῦτον ἀπέχει ἀπαυδᾷν καὶ ἀποκνεῖν ἐν ταῖς θλίψεσιν, ὅτι καὶ καυχήματος ἀφορμὴν τὸ ὑπερβάλλον τῶν κακῶν ποιεῖται λέγων, ὅτι Οὐ μόνον δὲ, ἀλλὰ καὶ καυχώμενοι ἐν ταῖς θλίψεσι. ∆ιὰ τοῦτο οὐ φοβηθησόμεθα ἐν τῷ ταράσ σεσθαι τὴν γῆν, καὶ μετατίθεσθαι ὄρη ἐν καρδίαις θαλασσῶν. Μέγα ἐπιδείκνυται τὸ στερέωμα τῆς εἰς Χριστὸν πεποιθήσεως ὁ Προφήτης, ὅτι κἂν πάντα ἄνω καὶ κάτω γίνηται, κἂν ἡ γῆ στρέφηται ταρασσομένη, κἂν τὰ ὄρη τὴν οἰκείαν ἕδραν καταλι πόντα, πρὸς τὰ μέσα μεθίσταται τῆς θαλάσσης· Οὐ φοβηθησόμεθα, διὰ τὸ ἔχειν τὸν Θεὸν καταφυγὴν καὶ δύναμιν καὶ βοηθὸν ἐν θλίψεσι ταῖς εὑρούσαις ἡμᾶς σφόδρα. Τίνος οὕτως ἀπτόητος ἡ καρδία, τίνος οὕ τως ἀτάραχοι οἱ λογισμοὶ, ὥστε ἐν τῇ τηλικαύτῃ συγχύσει τετάσθαι τῇ διανοίᾳ πρὸς τὸν Θεὸν, καὶ διὰ τὴν πρὸς αὐτὸν ἐλπίδα, ἐπὶ μηδενὶ τῶν γινομέ νων ἐκπλήττεσθαι; Ἡμεῖς δὲ ἀνθρώπου ὀργὴν οὐχ ὑπομένομεν· ἢ κυνὸς ἐπιδραμόντος, ἢ ἄλλου τινὸς θηρίου, οὐ πρὸς Θεὸν ἀποβλέπομεν τὸν βοηθὸν