1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

67

ἡμῶν ἐν ταῖς θλίψεσιν, ἀλλὰ διαπτοηθέντες πρὸς ἑαυτοὺς ἐπιστρεφόμεθα. Ἤχησαν καὶ ἐταράχθησαν τὰ ὕδατα αὐτῶν. Εἶπε γῆς ταραχὴν, καὶ ὀρῶν μετάθε σιν· λέγει καὶ θαλάσσης σάλον καὶ ἀνατροπὴν, μέσον τῶν ὀρέων τοῖς πελάγεσιν ἐμπιπτόντων. Ἤχησαν καὶ ἐταράχθησαν τὰ ὕδατα αὐτῶν· τῶν θαλασσῶν δηλονότι. Ἐπὶ πλέον δὲ ποιεῖται τὴν ἐν τοῖς ὕδασι ταραχὴν αὐτὰ τὰ ὄρη μὴ ἐνιδρυμένα τῇ θα λάσσῃ, ἀλλὰ τῷ οἰκείῳ σάλῳ πολὺν ἐμποιοῦντα τὸν κλόνον τοῖς ὕδασιν. Ὅτε τοίνυν ἡ μὲν γῆ ταράσσε ται, ὕδατα δὲ θαλασσῶν ἠχήσει καὶ ἀναβρασθήσεται ἐκ βυθῶν, ὄρη δὲ μετατίθεται καὶ πολὺν ὑπομένει τὸν τάραχον, διὰ τὸ ὑπερβάλλον τῆς δυνάμεως τοῦ Κυ ρίου· τότε, φησὶν, ἀπτόητος ἡμῶν ἡ καρδία τοῦ ἀσ 29.421 φαλεῖς καὶ βεβαίας ἔχειν ἐπὶ Θεὸν τὰς ἐλπίδας. Ἐταράχθησαν τὰ ὄρη ἐν τῇ κραταιότητι αὐτοῦ. ∆ύνασαι καὶ τροπικῶς ἐκλαβεῖν τὴν διάνοιαν τοῦ ῥη τοῦ, ὄρη ὀνομάζων τοὺς μεγαλοφρονοῦντας ἐπὶ τῷ ἑαυτῶν μεγέθει, ἀγνοοῦντας δὲ τὴν τοῦ Θεοῦ κρα ταιότητα, καὶ ὑπερυψουμένους κατὰ τῆς γνώσεως τοῦ Θεοῦ, εἶτα νικωμένους ὑπὸ τῶν μετὰ δυνάμεως καὶ σοφίας πρεσβευόντων τὸν τῆς σοφίας λόγον, καὶ μετὰ τὴν συναίσθησιν τῆς ἑαυτῶν πτωχείας φοβουμένους τὸν Κύριον, καὶ ὑποταπεινουμένους τῇ κραταιότητι αὐτοῦ. Ἢ τάχα καὶ οἱ ἄρχοντες τοῦ αἰῶνος τούτου, καὶ πατέρες τῆς ἀπολλυμένης σοφίας, ὄρη καὶ αὐτοὶ λέγονται, ταρασσόμενοι ἐν τῇ τοῦ Χριστοῦ κραταιό τητι, ἣν ἐν τῷ ἀγῶνι διὰ τοῦ σταυροῦ πρὸς τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου ἐπεδείξατο. Ἀπεκδυ σάμενος γὰρ, ὥσπερ τις γενναῖος ἀγωνιστὴς, κατ επάλαισε τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, καὶ Ἐδειγ μάτισεν ἐν παῤῥησίᾳ, θριαμβεύσας αὐτοὺς ἐν τῷ ξύλῳ. Τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ. Τὰ μὲν ἁλμυρὰ ὕδατα σφο δρῶς ὑπὸ τῶν πνευμάτων ἐκταρασσόμενα ἤχησαν καὶ ἐταράχθησαν· τὰ δὲ τοῦ ποταμοῦ ὁρμήματα ἀψοφητὶ προϊόντα, καὶ ἡσυχῆ τοῖς ἀξίοις τῆς ὑποδοχῆς ἐπιῤ ῥέοντα, εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ. Καὶ νῦν ὁ δίκαιος πίνει τὸ ζῶν ὕδωρ, καὶ ὕστερον δὲ πίεται ἀφθονώτερον, ἡνίκα ἂν πολιτογραφηθῇ ἐν τῇ πόλει τοῦ Θεοῦ. Ἀλλὰ νῦν μὲν δι' ἐσόπτρου καὶ ἐν αἰνίγ ματι πίνει, διὰ τὴν κατὰ βραχὺ κατάληψιν τῶν θείων θεωρημάτων· τότε δὲ ὁμοῦ πλημμυροῦντα τὸν ποταμὸν ὑποδέξεται, πᾶσαν δι' εὐφροσύνης ἐπικλύ ζειν δυνάμενον τὴν πόλιν τοῦ Θεοῦ. Τίς δ' ἂν εἴη ὁ ποταμὸς τοῦ Θεοῦ ἢ τὸ Πνεῦμα τὸ ἅγιον, ἐκ τῆς πίστεως τῶν εἰς Χριστὸν πεπιστευκότων ἐγγινόμενον τοῖς ἀξίοις; Ὁ γὰρ πιστεύων, φησὶν, εἰς ἐμὲ, πο ταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσι· καὶ πάλιν· Ἐάν τις πίῃ ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δίδωμι, γενή σεται ἐν αὐτῷ πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον. Οὗτος τοίνυν ὁ ποταμὸς εὐφραίνει πᾶσαν ὁμοῦ τὴν πόλιν τοῦ Θεοῦ, ἤτοι τὴν Ἐκκλησίαν τῶν τὸ πολίτευμα ἐχόντων ἐν οὐρανοῖς· ἢ πᾶσαν τὴν νοη τὴν κτίσιν ἀπὸ τῶν ὑπερκοσμίων δυνάμεων μέχρι τῶν ἀνθρωπίνων ψυχῶν πόλιν χρὴ νοεῖν εὐφραινομέ νην ὑπὸ τῆς ἐπιῤῥοῆς τοῦ ἁγίου Πνεύματος. Ὁρί ζονται γάρ τινες πόλιν εἶναι σύστημα ἱδρυμένον, κατὰ νόμον διοικούμενον. Ἐφαρμόζει δὲ καὶ τῇ ἄνω Ἱερουσαλὴμ τῇ ἐπουρανίῳ πόλει ὁ ἀποδοθεὶς ὅρος τῆς πόλεως. Σύστημα γὰρ κἀκεῖ τῶν πρωτοτόκων, τῶν ἀπογεγραμμένων ἐν οὐρανοῖς· καὶ ἱδρυμένον τοῦτο διὰ τὸ ἀμετακίνητον τῆς διαγωγῆς τῶν ἁγίων, καὶ κατὰ νόμον τὸν οὐράνιον διοικούμενον. Τὴν τοίνυν διάταξιν ἐκείνης τῆς πολιτείας, καὶ πᾶσαν τὴν διακόσμησιν καταμαθεῖν, οὐδεμιᾶς ἐστιν ἀνθρωπίνης 29.424 φύσεως. Ἐκεῖνα γάρ ἐστιν, Ἃ ὀφθαλμὸς οὐκ εἶδεν, οὔτε οὖς ἤκουσεν, οὔτε ἐπὶ καρδίαν ἀνθρώ που ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν· πλὴν ὅτι μυριάδες ἀγγέλων ἐκεῖ, καὶ παν ήγυρις ἁγίων, καὶ Ἐκκλησία πρωτοτόκων ἀπογεγραμ μένων ἐν οὐρανοῖς. Περὶ ἐκείνης φησὶν ὁ ∆αβίδ· ∆ε δοξασμένα ἐλαλήθη περὶ σοῦ ἡ πόλις τοῦ Θεοῦ. Ἐκείνῃ τῇ πόλει διὰ τοῦ Ἡσαΐου ἐπαγγέλλεται ὁ Θεὸς, ὅτι Θήσω σε ἀγαλλίαμα αἰώνιον, εὐφροσύ νην γενεῶν γενεαῖς· καὶ οὐκ ἔσται σύντριμμα οὐδὲ ταλαιπωρία ἐν