1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

68

τοῖς ὁρίοις σου· ἀλλὰ κλη θήσεται σωτήριον τὰ τείχη σου. Ἐπάρας οὖν τοὺς ὀφθαλμοὺς τῆς ψυχῆς, ἀξίως τῶν ἄνω ζήτει τὰ περὶ τῆς πόλεως τοῦ Θεοῦ. Τί δ' ἂν τῆς ἐκεῖ μακαριότη τος ἐπάξιόν τις ἐννοηθείη, ἣν εὐφραίνει μὲν ὁ ποτα μὸς τοῦ Θεοῦ, τεχνίτης δὲ καὶ δημιουργός ἐστιν ὁ Θεός; Ἡγίασε τὸ σκήνωμα αὐτοῦ ὁ Ὕψιστος. Τάχα τὴν σάρκα λέγει τὴν θεοφόρον, ἁγιασθεῖσαν διὰ τῆς πρὸς τὸν Θεὸν συναφείας. Ὥστε νοήσεις σκήνωμα τοῦ Ὑψίστου τὴν διὰ σαρκὸς ἐπιφάνειαν τοῦ Θεοῦ. Ὁ Θεὸς ἐν μέσῳ αὐτῆς, καὶ οὐ σαλευθήσε ται. Βοηθήσει αὐτῇ ὁ Θεὸς, τὸ πρὸς πρωὶ πρωί. Καὶ ἐπειδὴ ὁ Θεὸς ἐν μέσῳ τῆς πόλεώς ἐστι, τὸ ἀσά λευτον χαριεῖται αὐτῇ, τὴν βοήθειαν αὐτῇ παρεχό μενος ἐν ταῖς πρώταις ἀνατολαῖς τοῦ φωτός. Εἴτε οὖν τῇ ἄνω Ἱερουσαλὴμ, εἴτε τῇ κάτω Ἐκκλησίᾳ τὸ τῆς πόλεως ἐφαρμόσει ὄνομα, Ἡγίασεν ἐν αὐτῇ τὸ σκήνωμα αὐτοῦ ὁ Ὕψιστος. Καὶ διὰ τοῦ σκηνώ ματος τούτου, ᾧ κατεσκήνωσεν ὁ Θεὸς, ἐν μέσῳ αὐ τῆς ἐγένετο, χαριζόμενος αὐτῇ τὸ μὴ σαλεύεσθαι. Ἐν μέσῳ δέ ἐστι τῆς πόλεως ὁ Θεὸς, ἴσας πανταχό θεν ἐπὶ τὰ πέρατα τοῦ κύκλου τῆς ἑαυτοῦ προνοίας τὰς ἀκτῖνας ἐκπέμπων. Οὕτω γὰρ τὸ δίκαιον τοῦ Θεοῦ διασώζεται, τὸ αὐτὸ μέτρον τῆς ἀγαθότητος διανέμοντος ἅπασι. Βοηθήσει αὐτῇ ὁ Θεὸς τὸ πρὸς πρωὶ πρωί. Τὴν μὲν οὖν παρ' ἡμῖν πρωίαν ὁ αἰσθητὸς ἥλιος ποιεῖ, ἐπειδὰν τὸν καθ' ἡμᾶς ὁρίζοντα ὑπερκύψῃ· τὴν δὲ ἐν τῇ ψυχῇ πρωίαν ὁ τῆς δικαιοσύ νης Ἥλιος ἀποτελεῖ τῇ ἀνατολῇ τοῦ φωτὸς τοῦ νοητοῦ ποιῶν ἡμέραν ἐν τῷ παραδεξαμένῳ αὐτόν. Ἐν νυκτὶ γάρ ἐσμεν παρὰ τὸν καιρὸν τῆς ἀγνωσίας οἱ ἄνθρω ποι. Ἐπειδὰν οὖν, ἀναπετάσαντες ἑαυτῶν τὸ ἡγεμο νικὸν, ὑποδεξώμεθα τὸ ἀπαύγασμα τῆς δόξης, καὶ περιλαμφθῶμεν τῷ φωτὶ τῷ ἀϊδίῳ, Βοηθήσει αὐτῇ ὁ Θεὸς τὸ πρὸς πρωὶ πρωί. Ἐπειδὰν γενώμεθα τέκνα φωτὸς, καὶ ἡ νὺξ μὲν ἡμῖν προκόψῃ, ἡ δὲ ἡμέρα ἐγγίσῃ, τότε ἄξιοι τῆς τοῦ Θεοῦ βοηθείας γι νόμεθα. Βοηθεῖ οὖν τῇ πόλει ὁ Θεὸς, διὰ τῆς ἰδίας ἀνατολῆς καὶ ἐπιφανείας πρωίαν αὐτῇ ἐμποιῶν. Ἰδοὺ γὰρ ἄνθρωπος, φησὶν, Ἀνατολὴ ὄνομα αὐτῷ. Οἷς ἂν οὖν ἐπανατείλῃ τὸ νοητὸν φῶς, λυο 29.425 μένου τοῦ ἐκ τῆς ἀγνοίας καὶ πονηρίας σκότους, πρωία τούτοις ἐγγίνεται. Ἐπεὶ οὖν φῶς εἰς τὸν κόσμον ἐλήλυθεν, ἵνα ὁ περιπατῶν ἐν αὐτῷ μὴ προσ κόπτῃ, ἡ βοήθεια αὐτοῦ πρωίας ἐστὶ παρεκτική. Ἢ τάχα ἐπειδὴ ὄρθρου βαθέος ἡ ἀνάστασις ἦν, βοηθήσει ὁ Θεὸς τῇ πόλει τὸ πρὸς πρωὶ πρωὶ, ὁ τὴν κατὰ τοῦ θανάτου νίκην πρωία τῇ τρίτῃ ἡμέρᾳ τῆς ἀνα στάσεως ἐργασάμενος. Ἐταράχθησαν ἔθνη, ἔκλιναν βασιλεῖαι, ἔδωκε φωνὴν αὐτοῦ ὁ Ὕψιστος, ἐσαλεύθη ἡ γῆ. Νόησόν μοι τινὰ πόλιν ἐπιβουλευομένην παρὰ τῶν ἐπιστρατευόντων αὐτῇ πολεμίων, τέως μὲν περικαθ εζομένων αὐτὴν ἐθνῶν πολλῶν καὶ βασιλέων τῶν καθ' ἕκαστον ἔθνος τὰ σκῆπτρα διαλαχόντων· εἶτά τινα στρατηγὸν, ἄμαχον τὴν ῥώμην, ἀθρόως ἐπιφανέντα εἰς βοήθειαν τῇ πόλει ταύτῃ, λύοντα μὲν τὴν πολιορκίαν, σκεδαννύντα δὲ τὴν συστρο φὴν τῶν ἐθνῶν, εἰς φυγὴν δὲ τοὺς βασιλεῖς συν ελαύνοντα ἐκ μόνου τοῦ ἐμβοῆσαι αὐτοῖς μετὰ δυνάμεως, καταπλῆξαί τε αὐτῶν τὰς καρδίας τῇ στεῤῥότητι τῆς φωνῆς. Πόσην οὖν εἰκὸς ταραχὴν συστῆναι, τῶν ἐθνῶν διωκομένων, καὶ τῶν βασιλέων εἰς φυγὴν ἐκκλινάντων· θροῦν δέ τινα ἄσημον καὶ ἦχον ἀκατάπαυστον ἐκ τῆς τεθορυβημένης αὐ τῶν φυγῆς ἀναπέμπεσθαι, πάντα δὲ τόπον πλήρη εἶναι τῶν ὑπὸ δειλίας φυγαδευθέντων, ὥστε σάλον ἐγγίνεσθαι πανταχοῦ ταῖς ὑποδεχομέναις αὐτοὺς πό λεσιν ἢ κώμαις; Τὴν τοιαύτην οὖν παρίστησι τῇ πό λει τοῦ Θεοῦ παρὰ τοῦ Σωτῆρος ἀντίληψιν ἐν τῷ λέ γειν· Ἐταράχθησαν ἔθνη, ἔκλιναν βασιλεῖαι, ἔδωκε φωνὴν αὐτοῦ ὁ Ὕψιστος, ἐσαλεύθη ἡ γῆ. Κύριος τῶν δυνάμεων μεθ' ἡμῶν, ἀντιλήπτωρ ἡμῶν ὁ Θεὸς Ἰακώβ. Εἶδε τὸν ἐνανθρωπήσαντα Θεὸν, εἶδε τὸν ἐκ Παρθένου ἁγίας γεννηθέντα Ἐμμανουήλ· ὅ ἐστι μεθερμηνευόμενον Μεθ' ἡμῶν ὁ Θεός· καὶ διὰ τοῦτο προφητικῶς ἐκβοᾷ· Κύριος τῶν δυνάμεων μεθ' ἡμῶν· δεικνὺς, ὅτι οὗτός ἐστιν ὁ τοῖς ἁγίοις προφήταις καὶ πατριάρχαις ἐμφανισθείς. Ἀντιλήπτωρ ἡμῶν, φησὶν, οὐχὶ