1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

69

ἄλλος Θεὸς παρὰ τὸν ὑπὸ τῶν προφητῶν παραδιδόμενον· ἀλλ' ὁ Θεὸς Ἰακὼβ, ὁ ἐν τῷ χρηματισμῷ πρὸς τὸν ἑαυτοῦ θεράποντα διαλεχθείς· Ἐγώ εἰμι ὁ Θεὸς Ἀβραὰμ, καὶ ὁ Θεὸς Ἰσαὰκ, καὶ ὁ Θεὸς Ἰακώβ. ∆εῦτε καὶ ἴδετε τὰ ἔργα τοῦ Θεοῦ, ἃ ἔθετο τέ ρατα ἐπὶ τῆς γῆς, ἀνταναιρῶν πολέμους μέχρι τῶν περάτων τῆς γῆς. Τοὺς μακρὰν ὄντας τοῦ λό γου τῆς ἀληθείας εἰς τὴν διὰ τῆς ἐπιγνώσεως ἐγγύ 29.428 τητα προσκαλεῖται ὁ λόγος λέγων· ∆εῦτε καὶ ἴδετε. Ὥσπερ γὰρ ἐπὶ τῶν σωματικῶν ὀφθαλμῶν αἱ μὲν ἐπὶ πολὺ ἀποστάσεις ἀμυδρὰν ποιοῦσι τὴν τῶν ὁρω μένων κατάληψιν, οἱ δὲ προσεγγισμοὶ τῶν θεωρούν των ἐναργῆ παρέχονται τῶν βλεπομένων τὴν ἐπίγνωσιν· οὕτω καὶ ἐπὶ τῶν κατὰ νοῦν θεωρημά των, ὁ μὴ διὰ τῶν ἔργων οἰκειωθεὶς καὶ πλησιάσας Θεῷ ἰδεῖν τὰ ἔργα αὐτοῦ καθαροῖς τοῖς διανοίας ὀφθαλ μοῖς οὐ δύναται. ∆ιὰ τοῦτο, ∆εῦτε, προσεγγίσατε πρότερον, εἶτα ἴδετε τὰ ἔργα Κυρίου τεράστια ὄντα καὶ παράδοξα· ὑφ' ὧν καταπλαγέντα τὰ πρό τερον πολέμια καὶ στασιώδη ἔθνη πρὸς ἡσυχίαν μετ έβαλε. ∆εῦτε, τέκνα, ἀκούσατέ μου· καὶ, ∆εῦτε πάντες οἱ κοπιῶντες, καὶ πεφορτισμένοι. Πατρικὴ ἡ φωνὴ, ἡπλωμέναις ἀγκάλαις πρὸς ἑαυτὸν καλοῦν τος τοὺς τέως ἀφηνιάζοντας. Ὁ οὖν ἀκούσας τῆς κλή σεως, καὶ ἐγγίσας, καὶ κολληθεὶς τῷ προστάξαντι, ὄψεται τὸν εἰρηνοποιήσαντα τὰ πάντα διὰ τοῦ σταυ ροῦ, Εἴτε τὰ ἐπὶ τῆς γῆς, εἴτε τὰ ἐν τοῖς οὐρανοῖς. Τόξον συντρίψει, καὶ συνθλάσει ὅπλον, καὶ θυρεοὺς κατακαύσει ἐν πυρί. Ὁρᾷς τὸ εἰρηνικὸν Κυρίου τῶν δυνάμεων, ὅτι ἔχων μεθ' ἑαυτοῦ ἀορά τους δυνάμεις ἀγγελικῶν καταλόγων; Ὁρᾷς τὸ ἀν δρεῖον ὁμοῦ καὶ φιλάνθρωπον τοῦ ἀρχιστρατήγου τῶν δυνάμεων; ὅς γε, Κύριος ὢν τῶν δυνάμεων, καὶ πάντα ἔχων τὰ συστήματα τῶν ἀγγελικῶν καταλό γων, οὐδαμοῦ τινα τιτρώσκει τῶν πολεμίων, οὐδένα καταβάλλει, οὐδενὸς ἅπτεται· ἀλλὰ τόξα συντρί βει, καὶ ὅπλα, καὶ θυρεοὺς κατακαίει ἐν πυρί. Τόξον μὲν συντρίβει, ὥστε μηκέτι τὰ πεπυρωμένα βέλη ἐκπέμπεσθαι δι' αὐτῶν· ὅπλα δὲ συνθλάσει τὰ ἀγχέμαχα, ὡς μὴ δύνασθαι τοὺς σύνεγγυς τραύματα δέχεσθαι ἐπιβουλευομένους. Καὶ θυρεοὺς κατακαύσει ἐν πυρὶ, γυμνῶν τοὺς ἀντικειμένους ἀπὸ τῶν προ βλημάτων, καὶ πάντα ἐπ' εὐεργεσίᾳ τῶν ἐχθρῶν ἐνεργῶν. Σχολάσατε καὶ γνῶτε, ὅτι ἐγώ εἰμι ὁ Θεός. Ἐφ' ὅσον μὲν τοῖς ἔξω Θεοῦ σχολάζομεν πράγμασιν, οὐ δυνάμεθα χωρῆσαι γνῶσιν Θεοῦ. Τίς γὰρ μεριμνῶν τὰ τοῦ κόσμου, καὶ ἐμβαθύνων τοῖς περισπασμοῖς τῆς σαρκὸς, δύναται τοῖς περὶ Θεοῦ λόγοις προσέχειν, καὶ τῇ ἀκριβείᾳ τῶν τηλικούτων θεωρημάτων ἀρκεῖν; Οὐχ ὁρᾷς, ὅτι ὁ εἰς τὰς ἀκάνθας ἐμπεσὼν λόγος ὑπὸ τῶν ἀκανθῶν συμπνίγεται; Ἄκανθαι δέ εἰσιν ἡδοναὶ σαρκὸς, καὶ πλοῦτος καὶ δόξα, καὶ βιωτικαὶ μέριμναι. Πάντα δὲ τούτων ἔξω δεήσει γενέσθαι τὸν ἐπι δεόμενον τῆς γνώσεως τοῦ Θεοῦ, καὶ σχολάσαντα ἀπὸ τῶν παθῶν, οὕτως ἀναλαβεῖν τὴν ἐπίγνωσιν τοῦ Θεοῦ. Πῶς γὰρ εἰσέλθῃ εἰς ψυχὴν στενοχωρουμένην ὑπὸ τῶν προκαταλαβόντων αὐτὴν διαλογισμῶν ἡ περὶ 29.429 Θεοῦ ἔννοια; Οἶδε δὲ καὶ Φαραὼ, ὅτι ἴδιόν ἐστι τοῦ σχολάζοντος ἐκζητεῖν τὸν Θεὸν, καὶ διὰ τοῦτο ὀνειδίζει τὸν Ἰσραήλ· Σχολάζετε, σχολασταί ἐστε, καὶ λέγετε· Κυρίῳ τῷ Θεῷ ἡμῶν προσευξόμεθα. Αὕτη μὲν οὖν ἡ σχολὴ ἀγαθὴ τῷ σχολάζοντι καὶ ὠφέλιμος, ἡσυχίαν ἐμποιοῦσα πρὸς τὴν τῶν σωτηρίων διδαγμά των ἀνάληψιν· πονηρὰ δὲ σχολὴ ἡ τῶν Ἀθηναίων, οἷς Εἰς οὐδὲν ἄλλο εὐκαίρουν ἢ λέγειν τι καὶ ἀκούειν καινότερον· ἣν καὶ νῦν τινες μιμοῦνται, τῇ τοῦ βίου σχολῇ πρὸς τὴν ἀεί τινος καινοτέρου δόγμα τος εὕρεσιν ἀποχρώμενοι. Ἡ τοιαύτη σχολὴ φίλη ἐστὶν ἀκαθάρτοις καὶ πονηροῖς πνεύμασιν. Ὅταν ἐξέλθῃ, φησὶ, τὸ ἀκάθαρτον πνεῦμα ἀπὸ τοῦ ἀνθρώπου, λέγει, Πορεύσομαι εἰς τὸν τόπον ὅθεν ἐξῆλθον. Καὶ ἐλθὸν εὑρίσκει τὸν οἶκον ἐκεῖνον σχολάζοντα καὶ σεσαρωμένον. Μὴ γένοιτο οὖν ἡμᾶς σχολὴν ποιῆσαι τῷ ἀντικειμένῳ πρὸς τὴν εἴσοδον, ἀλλὰ ἀσχολήσωμεν ἡμῶν τὸν ἔσω οἶκον, προενοικίσαν τες ἐν ἑαυτοῖς διὰ τοῦ Πνεύματος τὸν Χριστόν. Μετὰ γοῦν τὸ