1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

72

λείτω σοφίαν, εἰς δὲ τὴν ἡμέτεραν αὐτῶν προκοπὴν ἡ καρδία μελετάτω σύνεσιν. Κλινῶ εἰς παραβολὴν τὸ οὖς μου, ἀνοίξω ἐν ψαλτηρίῳ τὸ πρόβλημά μου. Ἔτι τὸ ἑαυτοῦ πρόσωπον συνίστησιν ὁ Προφήτης, ἵνα μὴ εὐκαταφρόνητοι ὦσιν οἱ λόγοι ὡς ἀπὸ ἀνθρωπίνης εὑ ρέσεως προφερόμενοι. Ἃ διδάσκομαι, φησὶ, παρὰ τοῦ Πνεύματος, ταῦτα ὑμῖν ἀναγγέλλω, οὐδὲν ἐμὸν, οὐδὲν ἀνθρώπινον λέγων· ἀλλ' ἐπειδὴ κατήκοος ἐγε νόμην τῶν προβλημάτων τοῦ Πνεύματος, ἐν μυστη ρίῳ παραδιδόντος ἡμῖν τὴν τοῦ Θεοῦ σοφίαν, ἀνοίγω ἡμῖν καὶ φανερὸν καθίστημι τὸ πρόβλημα, ἀνοίγω δὲ οὐχ ἑτέρως ἢ διὰ ψαλτηρίου. Ἔστι δὲ τὸ ψαλτήριον ὄργανον μουσικὸν, ἐναρμονίως τοὺς φθόγγους ἀποδι δὸν πρὸς τὴν ἐκ φωνῆς μελῳδίαν. Τὸ τοίνυν λογικὸν ψαλτήριον τότε ἀνοίγεται μάλιστα, ὅταν αἱ πράξεις ὦσι συμφώνως τοῖς λόγοις ἀποδιδόμεναι. Κἀκεῖνός ἐστι πνευματικὸν ψαλτήριον, ὁ ποιήσας καὶ διδάξας. Οὗτος ἐν ψαλμοῖς ἀνοίγει τὸ πρόβλημα, τὸ δυνατὸν τῶν διδαγμάτων ἐκ τοῦ καθ' ἑαυτὸν ὑποδείγματος προτιθείς. Ὡς οὖν μηδὲν ἀνάρμοστον, μηδὲ ἐκμελὲς ἑαυτῷ συνειδὼς κατὰ τὸν βίον, οὕτως ἐν πεποιθήσει ποιεῖται τοὺς λόγους τοὺς ἐφεξῆς· Ἵνα τί φοβοῦμαι ἐν ἡμέρᾳ πονηρᾷ; Ἡ ἀνομία τῆς πτέρνης μου οὐ κυκλώσει με. Πονηρὰν ἡμέραν τὴν τῆς κρί 29.437 σεως λέγει, περὶ ἧς εἴρηται· Ἡμέρα Κυρίου ἀνία τος ἐπὶ πάντα τὰ ἔθνη, ἐν ᾗ, φησὶν ὁ προφήτης, ὅτι κυκλώσει ἕκαστον τὰ διαβούλια αὐτοῦ. Τότε οὖν, διὰ τὸ μηδέν μοι πεπράχθαι ἄνομον ἐν τῇ ὁδῷ τῇ κατὰ τὸν βίον, οὐ φοβοῦμαι τὴν ἡμέραν τὴν πονηράν. Οὐ γὰρ περιστήσεταί μοι τὰ ἴχνη τῶν ἡμαρτημένων, οὐ δὲ κυκλώσει με, ἐν τῇ σιωπώσῃ κατηγορίᾳ τὸν ἔλεγχόν μοι ἐπάγοντα. Οὐδεὶς γάρ σου ἕτερος κατ ήγορος στήσεται ἢ αὐταὶ αἱ πράξεις μετὰ τῆς ἰδίας μορφῆς ἑκάστη παρισταμένη· ἡ μοιχεία, ἡ κλοπὴ, ἡ πορνεία, μετὰ τῆς νυκτὸς, μετὰ τοῦ τρόπου, μετὰ τῶν χαρακτηριζόντων αὐτὴν ἰδιωμάτων, καὶ ἁπαξ απλῶς, ἑκάστη ἁμαρτία μετὰ τοῦ ἰδίου χαρακτῆρος ἐναργῆ φέρουσα τὴν ὑπόμνησιν παραστήσεται. Ἐμὲ οὖν οὐ κυκλώσει τὰ ἴχνη τῶν ἡμαρτημένων· διότι ἔκλινον εἰς παραβολὴν τὸ οὖς μου, ἤνοιξα ἐν ψαλτηρίῳ τὸ πρόβλημά μου. Οἱ πεποιθότες ἐπὶ τῇ δυνάμει αὐτῶν, καὶ ἐπὶ τῷ πλήθει τοῦ πλούτου αὐτῶν καυχώμενοι. Πρὸς δύο πρόσωπα τῷ Προφήτῃ ὁ λόγος ἐστί· πρός τε γη γενεῖς καὶ πρὸς τοὺς πλουσίους. Τοῖς μὲν γὰρ διαλέ γεται, καθαιρῶν τὴν ἐπὶ τῇ δυνάμει αὐτῶν οἴησιν, τοῖς δὲ τὴν ἐπὶ τῇ περιουσίᾳ τῶν κτημάτων ἔπ αρσιν. Ὑμεῖς, φησὶν, οἱ πεποιθότες ἐπὶ τῇ δυνάμει αὐτῶν. Οὗτοι γὰρ οἱ γηγενεῖς, οἱ ἰσχύϊ σώματος ἐπ ελπίζοντες, καὶ οἰόμενοι αὐτάρκη εἶναι τὴν ἀνθρωπί νην φύσιν πρὸς τὸ δυνατῶς ἐπιτελεῖν ἃ βούλεται. Καὶ ὑμεῖς, φησὶν, οἱ πεποιθότες ἐπὶ πλούτου ἀδηλότητι, ἀκούσατε. Λύτρων ὑμῖν χρεία πρὸς τὸ εἰς τὴν ἐλευ θερίαν ἐξαιρεθῆναι, ἣν ἀφῃρέθητε νικηθέντες τῇ βίᾳ τοῦ διαβόλου, ὃς, ὑποχειρίους ὑμᾶς λαβὼν, οὐ πρότε ρον τῆς ἑαυτοῦ τυραννίδος ἀφίησι, πρὶν ἄν τινι λύ τρῳ ἀξιολόγῳ πεισθεὶς ἀνταλλάξασθαι ὑμᾶς ἕληται. ∆εῖ οὖν τὸ λύτρον μὴ ὁμογενὲς εἶναι τοῖς κατεχομέ νοις, ἀλλὰ πολλῷ διαφέρειν τῷ μέτρῳ, εἰ μέλλοι ἑκὼν ἀφήσειν τῆς δουλείας τοὺς αἰχμαλώτους. ∆ιόπερ ἀδελφὸς ὑμᾶς λυτρώσασθαι οὐ δύναται. Ἄνθρω πος γὰρ οὐδεὶς δυνατός ἐστι· πεῖσαι τὸν διάβολον πρὸς τὸ τὸν ἅπαξ αὐτῷ ὑποπεσόντα ἐξελέσθαι ἀπὸ τῆς ἐξουσίας· ὅς γε οὐδὲ περὶ τῶν ἰδίων ἁμαρτημά των οἷός τέ ἐστι ἐξίλασμα δοῦναι τῷ Θεῷ. Πῶς οὖν ἰσχύσει τοῦτο ὑπὲρ ἑτέρου πρᾶξαι; Τί δ' ἂν καὶ το σοῦτον κτήσαιτο ἐν τῷ αἰῶνι τούτῳ, ὡς αὔταρκες ἔχειν τῆς ψυχῆς ἀντάλλαγμα τῆς φύσει τιμίας, διότι κατ' εἰκόνα τοῦ κτίσαντος αὐτὴν ἐγένετο; Ποῖος δὲ κάματος τοῦ ἐνεστῶτος αἰῶνος αὔταρκες ἐφόδιον τοῦ μέλλοντος αἰῶνος τῇ ἀνθρωπίνῃ ψυχῇ; Τοσοῦτον μὲν οὖν ἁπλούστερον ταῦτα νενοήκαμεν. Κἂν τῶν μέγα τις δυναμένων ἐν τῷ βίῳ τούτῳ εἶναι δοκῇ, κἂν πλῆ θος κτήσεως περιβεβλημένος ᾖ, διδάσκει καθεῖναι τῆς οἰήσεως ὁ λόγος, καὶ ταπεινωθῆναι ὑπὸ τὴν κραταιὰν χεῖρα τοῦ Θεοῦ, καὶ μήτε ἐπὶ νομιζομένῃ δυνάμει πεποιθέναι, μήτε ἐπὶ τῷ πλήθει τοῦ