1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

74

ἡμᾶς ὀνομάζει, καὶ πρὸς τὸν ἀνθρώπινον καταβαίνει, ὃς Οὐ δώσει τῷ Θεῷ ἐξίλασμα ἑαυτοῦ, ἀλλὰ τοῦ κόσμου παντός. Οὐ γὰρ ἱλασμοῦ δεῖται, ἀλλ' αὐτός ἐστιν ἱλαστήριον. Τοιοῦτος γὰρ ἡμῖν ἔπρεπεν ἀρχιερεὺς ὅσιος, ἄκα κος, ἀμίαντος, κεχωρισμένος ἀπὸ τῶν ἁμαρτω λῶν, καὶ ὑψηλότερος τῶν οὐρανῶν γενόμενος· ὃς οὐκ ἔχει καθ' ἡμέραν ἀνάγκην, ὥσπερ οἱ ἀρχιε ρεῖς, πρότερον ὑπὲρ τῶν ἰδίων ἁμαρτιῶν προσφέ ρειν θυσίας, ἔπειτα τῶν τοῦ λαοῦ ἀγνοημάτων. Εἶτά φησι· Καὶ ἐκοπίασεν εἰς τὸν αἰῶνα, καὶ ζήσε ται εἰς τέλος. Ἡ αὐτοζωὴ, ἡ δύναμις, ἡ ἀκάματος φύσις, ἐκοπίασεν ἐν τῷ αἰῶνι τούτῳ, ἡνίκα Κεκο πιακὼς ἐκ τῆς ὁδοιπορίας ἐκαθέζετο ἐπὶ τῆς πηγῆς. Ὃς οὐκ ὄψεται καταφθορὰν, ὅταν ἴδῃ σοφοὺς ἀποθνήσκοντας (οὐ δώσει γὰρ τὸν ὅσιον αὐτοῦ ὁ Πατὴρ ἰδεῖν διαφθορὰν), ὅταν οἱ τὴν καταργουμένην σοφίαν αὐχοῦντες ἀποθνήσκωσιν. Εἰ δὲ βούλει καὶ ἐπὶ ἀνθρώπων δικαίων λαβεῖν τὰ εἰρημένα, μνήσθητι τοῦ Ἰὼβ λέγοντος· Ἄνθρωπος γεννᾶται κόπῳ· καὶ πάλιν τοῦ Ἀποστόλου, ὅτι Περισσότερον αὐτῶν πάντων ἐκοπίασα· καὶ τὸ, Ἐν κόποις περισσοτέ ρως. Ὁ οὖν κοπιάσας ἐν τῷ αἰῶνι τούτῳ, οὗτος ζήσεται εἰς τέλος· ὁ δὲ ἐν τρυφῇ καὶ πάσῃ ἐκλύσει διάγων, διὰ τὸ ἁβροδίαιτον πορφύραν καὶ βύσσον ἐνδυόμενος, καὶ εὐφραινόμενος καθ' ἡμέραν λαμπρῶς, καὶ φεύγων τοὺς ὑπὲρ τῆς ἀρετῆς καμάτους, οὔτε ἐκοπίασεν ἐν τῷ αἰῶνι τούτῳ, οὔτε ζήσεται ἐν τῷ μέλλοντι, ἀλλὰ μακρὰν ὄψεται τὴν ζωὴν, βασανιζό μενος ἐν τῇ φλογὶ τῆς καμίνου. Ὁ δὲ μυρίοις τοῖς 29.444 ὑπὲρ τῆς ἀρετῆς ἀγῶσιν ἐνιδρώσας, καὶ ὑπὲρ τοῦ ἀναλαβεῖν αὐτὴν ἐν κόποις περισσοτέρως ἐξετασθεὶς, οὗτός ἐστιν ὁ ζήσειν μέλλων εἰς τέλος, ὡς ὁ πολλὰ κοπιάσας ἐν θλίψεσι Λάζαρος· ὡς ὁ κατάκοπος γενό μενος ἐν τοῖς πρὸς τὸν ἐναντίον ἀγῶσιν Ἰώβ· Ἐκεῖ, γὰρ, φησὶ, κατάκοποι ἀνεπαύσαντο. ∆ιὸ καὶ ὁ Κύ ριος καλεῖ πρὸς τὴν ἀνάπαυσιν τοὺς κοπιῶντας καὶ πεφορτισμένους. Πῶς οὖν οἱ κοπιῶντες ἐν ἔργοις ἀγαθοῖς πεφορτισμένοι λέγονται; Ὅτι Πορευόμενοι ἐπορεύοντο καὶ ἔκλαιον, βάλλοντες τὰ σπέρματα αὐτῶν ἐρχόμενοι δὲ ἥξουσιν ἐν ἀγαλλιάσει, αἴρον τες τὰ δράγματα αὐτῶν πεπληρωμένα καρπῶν, τῶν κατὰ τὴν ἀναλογίαν ἐσπαρμένων ἀποδοθέντων αὐ τοῖς. Πεφορτισμένοι οὖν λέγονται οἱ, διὰ τὸ σπεῖραι ἐπ' εὐλογίαις, ἐπ' εὐλογίαις καὶ θερίζοντες, καὶ μετ' εὐφροσύνης αἰωνίου τὰ τῶν πνευματικῶν καρ πῶν ἑαυτοῖς ἐπαναθέμενοι δράγματα. Ὁ οὖν λυτρω θεὶς διὰ τοῦ δεδωκότος Θεοῦ ὑπὲρ αὐτοῦ ἐξίλασμα, οὗτος ἐκοπίασε μὲν εἰς τὸν αἰῶνα τοῦτον, μετὰ δὲ ταῦτα ζήσεται εἰς τέλος. Οὗτος καὶ Οὐκ ὄψεται κα ταφθορὰν, ὅταν ἴδῃ σοφοὺς ἀποθνήσκοντας. Ὁ τὴν στενὴν καὶ ἔγκοπον ὁδὸν πρὸ τῆς λείας καὶ ἀνει μένης ἐκλεξάμενος, ἐν τῷ καιρῷ τῆς ἐπισκοπῆς τοῦ Θεοῦ, ἀπαγομένων εἰς τὴν αἰωνίαν κόλασιν τῶν ἀπι στησάντων μὲν τοῖς λόγοις τοῦ Θεοῦ, πορευθέντων δὲ ὀπίσω τῶν θελημάτων τῆς καρδίας αὐτῶν τῆς μα ταίας, οὗτος τὴν αἰώνιον καταφθορὰν, τὴν εἰς τὸ διηνεκὲς κακοπάθειαν οὐκ ὄψεται. Σοφοὺς δὲ λέγει ἤτοι τοὺς δεινοὺς ἐν πανουργίᾳ, περὶ ὧν φησι Ἱερε μίας, ὅτι Σοφοί εἰσι τοῦ κακοποιῆσαι, τὸ δὲ καλὸν ποιῆσαι οὐ γινώσκουσιν· ἢ σοφοὺς λέγει καὶ τοὺς μαθητὰς τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου τῶν καταργουμένων, οἵτινες, Φάσκοντες εἶναι σοφοὶ, ἐμωράνθησαν. ∆ιότι Ἡ σοφία τοῦ κόσμου τούτου μωρία παρὰ τῷ Θεῷ. Καὶ διὰ τὸ εἶναι μωροποιὸν τὴν σοφίαν ταύτην, ἀπολέσειν φησὶν ὁ Θεὸς τὴν σοφίαν τῶν σοφῶν, καὶ τὴν σύνεσιν τῶν συνετῶν ἀθετήσειν. Αἱ οὖν πιθανότητες τῆς ψευδωνύμου γνώ σεως, θανάτου αἰτίαν τοῖς παραδεξαμένοις παρέχον ται· ὅντινα θάνατον οὐκ ὄψεται ὁ λυτρωθεὶς ὑπὸ τοῦ εὐδοκήσαντος ἐν τῇ μωρίᾳ τοῦ κηρύγματος σῶσαι τοὺς πιστεύοντας. Ἐπὶ τὸ αὐτὸ ἄφρων καὶ ἄνους ἀπολοῦνται, καὶ καταλείψουσιν ἀλλοτρίοις τὸν πλοῦτον αὐ τῶν. Καὶ οἱ τάφοι αὐτῶν οἰκίαι αὐτῶν εἰς τὸν αἰῶνα. Σκηνώματα αὐτῶν εἰς γενεὰν καὶ γενεάν. Ἐπεκαλέσαντο τὰ ὀνόματα αὐτῶν ἐπὶ τῶν γαιῶν. Ἄνω ἑνὶ ὀνόματι τῷ γενικῷ προσηγόρευσε σοφοὺς, οὓς νῦν