1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

77

σεαυτοῦ τὴν ἀξίαν. Τῷ πολυτιμήτῳ αἵματι τοῦ Χριστοῦ ἠγοράσθης· μὴ γίνου δοῦλος τῆς ἁμαρτίας. Σύνες σεαυτοῦ τῆς τιμῆς, ἵνα μὴ παρεικασθῇς τοῖς ἀνοήτοις κτή νεσιν. Αὕτη ἡ ὁδὸς αὐτῶν σκάνδαλον αὐτοῖς. Ὁ οἰκονομῶν τὰ ἡμέτερα Θεὸς ἐμποδίζει ἡμῖν διὰ τῆς κακίας βαδίζουσιν, προσκόμματα ἡμῖν καὶ κωλύ ματα τιθεὶς, ἵνα, ἀποστάντες τῆς κατὰ ἀλογίαν ζωῆς, μετὰ ταῦτα ἐν τῷ στόματι ἡμῶν εὐδοκήσω μεν, καρδίᾳ μὲν πιστευσάντων εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογησάντων εἰς σωτηρίαν. Ἐδίωκε Παῦλος, ἐπόρθει τὴν Ἐκκλησίαν τοῦ Χριστοῦ, ἐνῆκεν αὐτοῦ τὸν δρόμον τὸν ἐπὶ τὴν πονηρίαν· μετὰ ταῦτα ἐν τῷ στόματι αὐτοῦ εὐδόκησε, καταγ γέλλων ἐν ταῖς συναγωγαῖς, Ὅτι οὗτός ἐστιν ὁ Χριστός. Ὡς πρόβατα ἐν ᾅδῃ ἔθετο, θάνατος ποιμανεῖ αὐτούς. Τοὺς δὲ κτηνώδεις καὶ παρασυμ βληθέντας τοῖς κτήνεσι τοῖς ἀνοήτοις, ὡς πρόβατα οὔτε σύνεσιν ἔχοντα, οὔτε τὴν πρὸς τὸ ἀμύνασθαι δύναμιν, ὁ διαρπάζων εἰς τὴν αἰχμαλωσίαν, ἐχθρὸς ὢν, ἤδη κατέβαλεν εἰς τὸ ἴδιον αὐτοῦ ὀχύρωμα, καὶ παρέδωκε τῷ θανάτῳ ποιμαίνειν. Ἐποί μαινε γὰρ ὁ θάνατος ἀπὸ Ἀδὰμ μέχρι τῆς κατὰ Μωϋσέα πολιτείας, ἕως οὗ ἦλθεν ὁ ἀληθινὸς ποιμὴν, ὁ θεὶς τὴν ἑαυτοῦ ψυχὴν ὑπὲρ τῶν προβάτων, καὶ οὕτως ἑαυτῷ συναναστήσας καὶ ἐξαγαγὼν ἐκ τῆς 29.453 φυλακῆς τοῦ ᾅδου εἰς τὴν τῆς ἀναστάσεως πρωΐαν, παρέδωκε τοῖς εὐθέσι, τουτέστι, τοῖς ἁγίοις αὐτοῦ ἀγγέλοις, εἰς τὸ ποιμαίνειν αὐτούς. Καὶ κατακυριεύ σουσιν αὐτῶν οἱ εὐθεῖς τὸ πρωΐ. Ἑκάστῳ γὰρ τῶν πιστῶν ἐστιν ἄγγελος παρεζευγμένος, ἄξιος τοῦ βλέπειν τὸν Πατέρα τὸν ἐν τοῖς οὐρανοῖς. Οὗτοι οὖν οἱ εὐθεῖς κατακυριεύσουσιν αὐτῶν ἐκ τῆς πικρο τάτης δουλείας ἐλευθερωθέντων, καὶ κατακυριεύ σουσι τῶν γενομένων ἐν τῇ πρωΐᾳ, τουτέστι, τῶν ὑπελθόντων τὴν ἀνατολὴν τοῦ φωτός. Θέασαι πάντα τὸν εἱρμὸν τῶν γραφικῶν ῥημάτων. Ἄνθρω πος, ἐν τιμῇ ὢν, οὐ συνῆκε· παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις. Ὁ διὰ μὲν τὴν κατασκευὴν ἔχων τὸ τίμιον, διὰ δὲ τὴν ἐνοικοῦσαν ἐν αὐτῷ ἁμαρ τίαν οὐκ αἰσθανόμενος ἑαυτοῦ, οὗτος παρασυνεβλήθη τοῖς κτήνεσιν. Εἶτα διὰ τὸ ἀλλοτριῶσαι ἑαυτὸν τοῦ Θεοῦ λόγου, γενόμενον ἄλογον, ὡς πρόβατον ἀποίμαντον ὁ ἐχθρὸς διαρπάσας ἐν τῷ ᾅδῃ ἔθετο, καὶ παρέδωκε τῷ θανάτῳ ποιμαίνειν. ∆ιὰ τοῦτο ὁ ἐκεῖθεν ῥυσθεὶς, καὶ τοῦ πονηροῦ ποιμένος ἀπαλλαγεὶς, λέ γει τὸ, Κύριος ποιμαίνει με. Καὶ οὐκέτι θάνατος, ἀλλὰ ζωή· οὐκέτι πτῶσις, ἀλλ' ἀνάστασις· οὐκέτι τὸ ψεῦδος, ἀλλ' ἡ ἀλήθεια. Καὶ ἡ βοήθεια αὐτῶν πα λαιωθήσεται ἐν τῷ ᾅδῃ. Ἤτοι περὶ τοῦ θανάτου λέγει, τοῦ μὴ δυνηθέντος μετὰ πάσης αὐτοῦ τῆς βοηθείας ἀντισχέσθαι τῶν ὑπ' αὐτοῦ ποιμαινομένων διὰ τὸν καταλύοντα τὸν τὸ κράτος ἔχοντα τοῦ θανά του· ὧν πᾶσα ἡ βοήθεια παλαιὰ καὶ ἀσθενής. Καὶ τότε ἐξελεγχθήσεται ἡ βοήθεια τῶν ἀνθρώπων τῶν ἠπατημένων τῇ διανοίᾳ, τῷ πλούτῳ, καὶ δόξῃ, καὶ δυναστείᾳ μέγα φρονούντων. Ἐν τῷ ᾅδῃ πα λαιωθήσεται, ἐλεγχομένης αὐτῶν τῆς ἀσθενείας. Ἢ μήποτε ἡ βοήθεια τῶν δικαίων τῶν λυτρωθέντων παρὰ Κυρίου παραταθήσεται ἐν τῷ ᾅδῃ. Οὔπω γὰρ ἐκομίσαντο τὰς ἐπαγγελίας, τοῦ Θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσιν οἱ προειληφότες. Πλὴν ὁ Θεὸς λυτρώσε ται τὴν ψυχήν μου ἐκ χειρὸς ᾅδου, ὅταν λαμ βάνῃ με. Σαφῶς προφητεύει τὴν τοῦ Κυρίου κάθοδον εἰς ᾅδου, ὃς μετὰ τῶν ἄλλων καὶ αὐτοῦ λυ τρώσεται τοῦ Προφήτου τὴν ψυχὴν, ὡς μὴ ἐναπομεῖναι ἐκεῖ. Μὴ φοβοῦ, ὅταν πλουτήσῃ ἄνθρωπος, ἢ ὅταν πληθυνθῇ ἡ δόξα τοῦ οἴκου αὐτοῦ. Μὴ φο βοῦ, φησὶν, ὅταν πλουτήσῃ ἄνθρωπος. Ἀναγ καῖον καὶ τοῦτο τὸ κήρυγμα τοῖς τὴν οἰκουμένην κατ οικοῦσι, τοῖς τε γηγενέσι καὶ τοῖς υἱοῖς τῶν ἀνθρώ πων, πλουσίοις τε ὁμοῦ καὶ πένησι. Μὴ φοβοῦ, ὅταν πλουτήσῃ ἄνθρωπος. Ὅταν ἴδῃς, φησὶν, ἄδι κον μὲν πλουτοῦντα, δίκαιον δὲ πενόμενον, μὴ φοβη θῇς κατὰ σεαυτόν· μὴ πτοηθῇς τῇ διανοίᾳ, ὡς ἄρα 29.456 οὐδαμοῦ ἔστι πρόνοια Θεοῦ ἐπισκοποῦσα τὰ ἀνθρώ πινα· ἤ ἐστι μέν που τάχα ἡ θεία ἐπισκοπὴ, οὐ μὴν καὶ πρὸς τὸν περίγειον τόπον φθάνει,