80
ἄξιον, πῶς ἀπὸ ὀδυρμῶν καὶ θρήνων ἄρχεται, δέον περιχαρῆ εἶναι καὶ εὔθυμον ἐπὶ τοῖς κατορθώ μασιν. Ἄλλαι γὰρ ἑορταζόντων φωναὶ, καὶ ἄλλαι σκυθρωπαζόντων. Ἐπινίκια δὲ ἑορτῆς ὑπόθεσις παν δήμου, οὐ στρατιώταις μόνον, ἀλλὰ καὶ γεωργοῖς, καὶ ἐμπόροις, καὶ χειροτέχναις, καὶ πᾶσι τοῖς μετ έχουσι τῶν ἀγαθῶν τῆς εἰρήνης. Πῶς οὖν, Ὁ Θεὸς, ἀπώσω ἡμᾶς, καὶ καθεῖλες ἡμᾶς; Καὶ μὴν προσελάβετο τοὺς νενικηκότας. Πῶς δὲ καθεῖλεν οὓς τοσοῦτον ηὔξησε, προσθεὶς αὐτοῖς ὅπλα, καὶ ἅρματα, καὶ ἵππους, καὶ ὑπηκόους καὶ χώραν ὑπόφορον, τὴν Ἀραβίαν πᾶσαν, τὴν Φοινικὴν, τὴν Μέσην τῶν ποταμῶν; Ἄξιον ἐπιστῆσαι, μή τινα ἀχαριστίαν ἔχει τὰ ῥήματα. Ὁ γὰρ ἀνελὼν μὲν πρότερον τὸν Ἀδραζὰρ βασιλέα Σωβᾶ, λαβὼν δὲ παρ' αὐτοῦ χίλια ἅρμα τα, καὶ ἑπτὰ χιλιάδας ἱππέων, καὶ εἴκοσι χιλιάδας πεζῶν, πάλιν δὲ τὸν Συρίας βασιλέα ἐπιβοηθοῦντα τῷ ἐπταικότι δουλωσάμενος, καὶ ὑπόφορον καταστή σας, καὶ ἐν μιᾷ καιροῦ ῥοπῇ εἴκοσι καὶ δύο χιλιά δας αὐτοῦ καταφονεύσας, καὶ τρίτην νίκην τοὺς υἱοὺς Ἀμμὼν νικήσας παραταξαμένους παρὰ τὴν θύραν τῆς πόλεως διὰ Ἰωὰβ τοῦ ἀρχιστρατήγου, ὃς διελὼν δίχα τὴν δύναμιν, τοῖς μὲν ἀπήντα κατὰ πρόσωπον, τοὺς δὲ κατὰ νότου περιελθὼν ἐχειρώ σατο· πῶς ἐπὶ τοῖς τοιούτοις ἀνδραγαθήμασι στυγνὰ οὕτω καὶ κατηφῆ φθέγγεται, λέγων· Ὁ Θεὸς, ἀπ ώσω ἡμᾶς, καὶ καθεῖλες ἡμᾶς· ὠργίσθης, καὶ ᾠκτείρησας ἡμᾶς; Ἀλλ' ὁ μὲν καιρὸς τῆς στηλο γραφίας οὗτος ἦν ὁ τῶν κατορθωμάτων· ἡ δὲ δύναμις τῶν γεγραμμένων εἰς τὸ τέλος ἔχει τὴν ἀναφοράν· 29.464 τέλος δὲ λέγει τὸ ἐπὶ συντελείᾳ τῶν αἰώνων ἐκβήσε σθαι μέλλον. ∆ιὸ καὶ τοῖς ἀλλοιωθησομένοις γεγράφθαι φησὶ τὸν ψαλμόν. Ἔστι δὲ ἁπαξαπλῶς περὶ παντὸς τοῦ γένους τῶν ἀνθρώπων νοῆσαι, ὡς εἰς πάντας τῆς ἀπὸ τοῦ ψαλμοῦ διαβαινούσης ὠφελείας. Ἀλλοιούμε νοι γὰρ καὶ ἀλλοιωθησόμενοι οἱ μήτε τὴν τοῦ σώμα τος ἕξιν τὴν αὐτὴν διασώζοντες, μήτε ἐπὶ τῆς γνώ μης ἀεὶ τῆς αὐτῆς βεβηκότες, ἀλλὰ τὸ μὲν σῶμα κα τὰ τὰς τῶν ἡλικιῶν μεταβολὰς ἀλλοιούμενοι, τὴν δὲ διάνοιαν πρὸς τὰς ποικιλίας τῶν συμπτωμάτων με τατιθέμενοι. Ἄλλοι μὲν γάρ ἐσμεν παῖδες, καὶ ἄλλοι ἔφηβοι, καὶ ἀνδρωθέντες ἕτεροι, καὶ ἀπογηράσαντες πάλιν παντελῶς ἀλλοιούμεθα. Καὶ ἄλλοι μὲν ἐν ταῖς φαιδροτέραις ἐσμὲν καταστάσεσι τῶν πραγμά των· ἄλλοι δὲ ἐξ ἄλλων γινόμεθα τραχυτέρᾳ συντυ χίᾳ καιρῶν κεχρημένοι· ἄλλοι νοσοῦντες, καὶ ἄλ λοι εὐπαθοῦντες· ἄλλοι ἐν γάμοις, καὶ ἄλλοι ἐν πένθεσιν. Ἢ διὰ τὸ μὴ εἰρῆσθαι, Τοῖς ἀλλοιουμέ νοις, ἀλλὰ, Τοῖς ἀλλοιωθησομένοις, καὶ τὴν φωνὴν ἔνδειξιν ἔχειν προφητείας, τῷ εἰς τὸ μέλλον ἐκ κεκλίσθαι τὸν χρόνον, ἀκολουθότερον ἐννοεῖν τοὺς ἀλ λοιωθησομένους τοὺς μέλλοντας, τὴν πρὸς τὰ μάταια τῶν πατέρων συνήθειαν ἀφέντας, τῇ κατὰ τὸ Εὐαγγέλιον ἀκριβείᾳ κανονίζειν τὴν πολιτείαν. Οὐ τοίνυν τοῖς τότε Ἰουδαίοις ὁ ψαλμὸς γέγραπται, ἀλλ' ἡμῖν τοῖς ἀλλοιωθησομένοις, τοῖς τὴν πολυθεΐαν εἰς εὐσέβειαν διαμείβουσι, τὴν περὶ τὰ εἴδωλα πλά νην εἰς τὴν τοῦ ποιήσαντος ἡμᾶς ἐπίγνωσιν· τοῖς ἀντὶ ἡδονῆς παρανόμου σωφροσύνην ἔννομον αἱ ρουμένοις· ἀντὶ αὐλῶν, καὶ χορῶν, καὶ μέθης, ψαλ μὸν, καὶ νηστείαν, καὶ προσευχὴν μεταλαμβάνουσιν. Ἡμῖν οὖν γεγράφθαι τὸν ψαλμὸν εἰπών τις, οὐκ ἂν ἁμάρτοι τῆς ἀληθείας. ∆ιὸ καὶ ἡμέτερά ἐστι τὰ θεῖα λόγια, καὶ τῇ τοῦ Θεοῦ Ἐκκλησίᾳ, ὡς θεό πεμπτα δῶρα, καθ' ἕκαστον σύλλογον ὑπαναγινώ σκεται, οἷόν τις τροφὴ ψυχῶν χορηγουμένη διὰ τοῦ Πνεύματος. Ἀλλὰ καὶ εἰς στηλογραφίαν γέγραπται ὁ ψαλμός· τουτέστι, μὴ πάρεργος ἔστω αὐτοῦ ἡ ἀκρόασις· μηδὲ, ὥσπερ τὰ ἐν τῇ εὐφθάρτῳ ὕλῃ γρα φόμενα ταχὺν λαμβάνει τὸν ἀφανισμὸν, οὕτως ἐν τῇ σεαυτοῦ διανοίᾳ πρὸς ὀλίγον ἐγχαράξας τῇ μνή μῃ, εἶτα συγχωρήσῃς αὐτὰ συγχυθῆναι καὶ ἀφανισθῆναι· ἀλλ' ἔχε ἐνεστηλιτευμένα σου τῇ ψυχῇ· τουτέστιν ἀκίνητα καὶ πάγια εἰς πάντα τὸν χρόνον ἐνιδρυμένα τῇ μνήμῃ. Ἐὰν δὲ παρωθῆται ἡμᾶς ὁ Ἰουδαῖος ὡς ἀλλοτρίους τῶν γεγραμμένων, ἐκ τῶν γεγραμμένων αὐτὸν δυσωπήσωμεν· δηλοῦντες τὸ