1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

83

ὑποταγεῖσα, πρὸς ὀργὰς καὶ λύπας διερεθίζηται, ἵνα τί, φησὶ, δούλην ποιοῦμαι πονηρῶν παθῶν τὴν ψυχὴν, παρὰ τοῦ κτίσαντος αὐ τὴν Θεοῦ τὴν ἡγεμονίαν τοῦ σώματος καὶ τῶν ἐν αὐτῷ παθημάτων πεπιστευμένην; ∆εῖ τοίνυν ἄρχειν μὲν τῶν παθῶν, δουλεύειν δὲ τῷ Θεῷ. Ἀμήχανον γὰρ αὐτὴν καὶ ὑπὸ τῆς ἁμαρτίας βασιλεύεσθαι, καὶ ὑπὸ τοῦ Θεοῦ· ἀλλὰ δεῖ κακίας μὲν ἐπικρατεῖν, τῷ ∆ε σπότῃ δὲ τῶν ὅλων ὑποτετάχθαι. ∆ιὰ τοῦτο ἀποτει νόμενος ὁ Προφήτης τῷ ἐπάγοντι τοὺς πειρασμοὺς, καὶ τὸν πολὺν ὄχλον αὐτῷ τῶν κακῶν ἐπεγεί ροντι, καὶ σπουδὴν ἔχοντι δουλαγωγῆσαι τὸ φρόνημα τοῦ πνεύματος, καὶ ὑποῤῥῖψαι αὐτὸ τῇ σαρκὶ, οἷον ἐλέγχων αὐτοῦ ματαίαν οὖσαν τὴν κατ' αὐτοῦ ἐπί νοιαν, ταῦτά φησι· Τί με βιάζῃ δουλεύειν οἷς μὴ θέμις; Ἔχω ∆εσπότην, γνωρίζω τὸν ἀληθῶς Βασιλέα. Οὐχὶ τῷ Θεῷ ὑποταγήσεται ἡ ψυχή μου; παρ' αὐτοῦ γὰρ τὸ σωτήριόν μου. Τὴν αἰτίαν εἶπε τῆς περὶ τὴν ὑποταγὴν σπουδῆς· ὅτι τὸ σωτήριον παρὰ τοῦ Θεοῦ. Ἴδιον γὰρ ∆ημιουργοῦ τὸ τῶν ἑαυτοῦ ποιημάτων τῆς ἀσφαλείας φροντίζειν. Ἢ, Παρ' αὐτοῦ τὸ σωτήριον· ἐπειδὴ προφητικῶς προορώμε νος τὴν μέλλουσαν ἔσεσθαι χάριν τῆς ἐνανθρωπήσεως τοῦ Κυρίου, ταῦτά φησιν· ὅτι δουλεύειν δεῖ τῷ Θεῷ, καὶ ἀγαπᾷν αὐτὸν, ὃς τηλικαύτην εὐεργεσίαν εἰς τὸ γένος τῶν ἀνθρώπων προκατεβάλετο, ὡς μηδὲ τοῦ ἰδίου Υἱοῦ φείσασθαι, ἀλλ' ὑπὲρ πάντων ἡμῶν παρα δοῦναι. Σωτήριον γὰρ ἔθος ὀνομάζειν τῇ Γραφῇ τὸν Χριστὸν τοῦ Θεοῦ· ὥς που καὶ Συμεών φησι· Νῦν ἀπολύεις τὸν δοῦλόν σου, ∆έσποτα· ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου. Ὑποταγησώ μεθα οὖν τῷ Θεῷ, διότι παρ' αὐτοῦ τὸ σωτήριον. Τί δέ ἐστι τὸ σωτήριον, ἑρμηνεύει. Οὐκ ἐνέργειά τις ψιλὴ, χάριν τινὰ ἡμῖν παρεχομένη εἰς ἀπαλ λαγὴν ἀσθενείας, καὶ σώματος εὐεξίαν. Ἀλλὰ τί ἐστι τὸ σωτήριον; Καὶ γὰρ αὐτὸς Θεός μου καὶ Σωτήρ μου, ἀντιλήπτωρ μου οὐ μὴ σα λευθῶ ἐπὶ πλεῖον. Θεὸς ἡμῶν ἐστιν ὁ ἐκ τοῦ Θεοῦ Υἱός. Ὁ αὐτὸς καὶ Σωτὴρ τοῦ γένους τῶν 29.473 ἀνθρώπων, ὁ τὸ ἀσθενὲς ἡμῶν ὑπερείδων, ὁ τὸν ἐκ τῶν πειρασμῶν ἐγγινόμενον ταῖς ψυχαῖς ἡμῶν σάλον ἐπανορθούμενος. Οὐ μὴ σαλευθῶ ἐπὶ πλεῖον· ἀνθρωπίνως ὁμολογεῖ τὸν σάλον. Ἐπὶ πλεῖον, Ἀμήχανον γὰρ ἐν ἀνθρώπου ψυχῇ μὴ γενέσθαι τινὰ σάλον ἀπὸ τῶν πειρασμῶν. Ἕως μὲν οὖν μι κρὰ ἁμαρτάνομεν καὶ ὀλίγα, ὥσπερ τὰ φυτὰ ὑπὸ πραείας αὔρας περιδονούμενοι, ἠρέμα πως σα λευόμεθα· ἐπειδὰν δὲ πλείω καὶ μείζονα ᾖ τὰ κακὰ, κατὰ τὴν ἀναλογίαν τῆς τῶν ἁμαρτημάτων αὐξήσεως καὶ ὁ σάλος ἐπιτείνεσθαι πέφυκε. Καὶ οἱ μὲν ἐπὶ πλεῖον σαλεύονται· οἱ δὲ μέχρι τοῦ καὶ αὐτόῤῥιζοι ἀνατραπέντες καταβληθῆναι, ὅταν λαίλαπος πάσης βιαιότερον τὰ πνευματικὰ τῆς πονηρίας τὰς οἱονεὶ ῥίζας τῆς ψυχῆς, αἷς ἐπεστήρικτο τῇ πίστει τῇ κατὰ Θεὸν, ἀποῤῥήξῃ. Ἐγὼ τοίνυν, φησὶν, ἐσαλεύθην μὲν ὡς ἄνθρωπος· ἐπὶ πλεῖον δὲ οὐ μὴ σαλευθῶ, διὰ τὸ ἀντιστηρίζεσθαι τῇ δεξιᾷ χειρὶ τοῦ Σωτῆρος. Ἕως πότε ἐπιτίθεσθε ἐπ' ἄνθρωπον; φονεύετε πάντες ὑμεῖς, ὡς τοίχῳ κεκλιμένῳ καὶ φραγμῷ ὠσμένῳ; Πάλιν τοῖς πονηροῖς ὑπηρέταις τοῦ δια βόλου μάχεται, τὴν ἀμετρίαν αἰτιώμενος ὁ λόγος τῆς παρ' αὐτῶν ἐπαγομένης ἐπιβουλῆς. Ὅτι οἱ μὲν ἅν θρωποί εἰσι ζῶον ἀσθενές· ὑμεῖς δὲ ἐπιτίθεσθε, οὐκ ἀρκούμενοι τῇ πρώτῃ προσβολῇ· ἀλλὰ καὶ δευτέραν καὶ τρίτην ἐπάγετε, ἕως ἂν οὕτω τὴν ψυχὴν τοῦ πα ραπεσόντος ὑμῖν καταστρέψητε, ὥστε γενέσθαι παραπλησίαν τοίχῳ κλιθέντι καὶ φραγμῷ ἀνατραπέν τι. Τοῖχος δὲ, ἕως μὲν ὅτε τὴν ὀρθὴν διαφυλάσσει στά σιν, πάγιος μένει· ἐπειδὰν δὲ κλιθῇ, ἀνάγκη πᾶσα αὐτὸν διαλυθέντα πεσεῖν. Τὰ μὲν γὰρ ἡνωμένα βάρη μετὰ τὴν κλίσιν ὀρθοῦται, τὰ δὲ ἐκ πλειόνων συγκείμενα, ἐπειδὰν ἐφ' ἓν τὴν ῥοπὴν πάθῃ, οὐκέτι δέχεται τὴν ἐπανόρθωσιν. Ἐνδείκνυται τοίνυν ὁ λόγος, ὅτι ἡ φύσις ἡ τοῦ ἀνθρώπου, σύνθετος οὖσα, ἐκλίθη μὲν ὑπὸ τῆς ἁμαρτίας, λυθῆναι δὲ πάντως αὐτὴν χρή· ὥστε, ὑπὸ τοῦ ἐξ ἀρχῆς οἰκοδομήσαντος αὐτὴν τεχνίτου πά λιν ἀνασκευασθεῖσαν, τὸ ἀσφαλὲς καὶ ἀκατάλυτον καὶ πρὸς δευτέραν πτῶσιν