1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

85

διαίτης ἑαυτοῖς οἱ ἀκόλαστοι ἐναπ έθεντο. Ἀλλὰ καὶ ἀγγεῖον προκατειλημμένον ὑπό τινος δυσώδους ὑγροῦ, μὴ ἐκπλυνθὲν, οὐ μὴ δέξηται τοῦ μύρου τὴν ἐπιῤῥοήν. ∆εῖ τοίνυν ἐκχυθῆναι τὰ προϋπάρχοντα, ἵνα δυνηθῇ χωρηθῆναι τὰ ἐπαγό μενα. Πλὴν μάταιοι οἱ υἱοὶ τῶν ἀνθρώπων. Εἶδε μὴ πάντας ἀκολουθοῦντας αὐτοῦ τῷ παραγγέλματι, μηδὲ καταδεχομένους ἐλπίζειν ἐπὶ τὸν Θεὸν, ἀλλ' ἔχοντας τὴν ἐλπίδα ἐπὶ τὰ μάταια τοῦ βίου. ∆ιὰ τοῦτό φησι· Πλὴν μάταιοι οἱ υἱοὶ τῶν ἀνθρώπων, ψευδεῖς οἱ υἱοὶ τῶν ἀνθρώπων. ∆ιὰ τί μάταιοι; Ἐπειδὴ ψευδεῖς. Ποῦ μάλιστα αὐτῶν τὸ ψεῦδος ἐλέγχεται; Ἐν ζυγοῖς, φησὶ, τοῦ ἀδικῆσαι. Ποίοις φησὶ ζυγοῖς; Μὴ γὰρ πάντες ἄνθρωποι ζυγοστατοῦ σι; μὴ πάντες ἐριοπῶλαι, ἢ κρεωπῶλαι, ἢ χρυσὸν ἢ ἄργυρον διατίθενται, ἢ ὅλως περὶ ταύτας τὰς ὕλας τὴν σπουδὴν ἔχουσιν, ἃς ζυγοῖς καὶ σταθμοῖς πεφύ κασιν οἱ ἔμποροι διαμείβειν; Ἀλλὰ πολὺ μὲν τὸ τῶν βαναύσων γένος, ζυγῶν οὐδὲν εἰς τὴν ἐργασίαν αὐτῶν προσδεόμενον· πολλοὶ δὲ οἱ ναυτιλλόμενοι· πολλοὶ δὲ οἱ περὶ τὰ δικαστήρια καὶ τὸ ἄρχειν στρε φόμενοι, παρ' οἷς μὲν τὸ ψεῦδός ἐστιν, ὁ δὲ διὰ τῶν ζυγῶν δόλος οὐκ ἐπιτηδεύεται. Τί οὖν ἐστιν ὃ λέγει; Ὅτι ἑκάστου ἡμῶν ἐν τῷ κρυπτῷ ζυγός τις ἐστὶ 29.480 παρὰ τοῦ κτίσαντος ἡμᾶς ἐγκατασκευασθεὶς, ἐφ' οὗ τὴν φύσιν τῶν πραγμάτων δυνατόν ἐστι διακρίνε σθαι. Ἔθηκα πρὸ προσώπου σου τὴν ζωὴν καὶ τὸν θάνατον, τὸ ἀγαθὸν καὶ τὸ κακόν· δύο φύσεις ἀντι κειμένας ἀλλήλαις· ἀντιστάθμησον αὐτὰς ἐπὶ τοῦ οἰκείου σεαυτοῦ κριτηρίου· ζυγοστάτησον ἀκριβῶς, τί σοι λυσιτελέστερον, τὴν πρόσκαιρον ἑλέσθαι ἡδο νὴν, καὶ δι' αὐτῆς τὸν αἰώνιον λαβεῖν θάνατον, ἢ τὴν ἐν τῇ ἀσκήσει τῆς ἀρετῆς ἑλόμενον κακοπά θειαν, ταύτῃ προξένῳ χρήσασθαι τῆς αἰωνίου τρυ φῆς. Ψευδεῖς οὖν οἱ ἄνθρωποι, διεφθαρμένα ἔχον τες τῆς ψυχῆς τὰ κριτήρια· οὓς καὶ ταλανίζει ὁ Προφήτης λέγων· Οὐαὶ οἱ λέγοντες τὸ σκότος φῶς, καὶ τὸ φῶς σκότος· οἱ λέγοντες τὸ πικρὸν γλυκὺ, καὶ τὸ γλυκὺ πικρόν. Ἐμοὶ, φησὶ, τὰ παρόντα· τίς δὲ οἶδε τὰ μέλλοντα; Κακῶς ζυγοστατεῖς, πονηρὰ τῶν ἀγαθῶν ἀνθαιρούμενος, τὰ μάταια τῶν ἀληθι νῶν προτιμῶν, τὰ πρόσκαιρα τῶν αἰωνίων προ τάσσων, τὴν παρερχομένην ἡδονὴν ἀντὶ τῆς ἀπαύ στου εὐφροσύνης καὶ διηνεκοῦς ἐκλεγόμενος. Ψευ δεῖς οὖν οἱ υἱοὶ τῶν ἀνθρώπων ἐν ζυγοῖς τοῦ ἀδικῆσαι. Ἀδικοῦσι δὲ προηγουμένως μὲν ἑαυτοὺς, ἔπειτα δὲ καὶ τοὺς πλησιάζοντας, οἱ καὶ ἑαυτοῖς πονηροὶ σύμβουλοι ἐπὶ τῶν πράξεων γινόμενοι, καὶ ἑτέροις μοχθηρὸν ὄντες ὑπόδειγμα. Οὐκ ἔστι σοι εἰ πεῖν ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως· Οὐκ ᾔδειν τὸ ἀγαθόν. Προφέρεταί σοι τὰ ἴδιά σου ζυγὰ ἱκανὴν παρ εχόμενα διάκρισιν ἀγαθοῦ καὶ κακοῦ. Τὰ μὲν γὰρ τοῦ σώματος βάρη ταῖς ἐπὶ τῆς τρυτάνης ῥοπαῖς δοκιμάζομεν, τὰ δὲ τοῦ βίου ἐκλεκτὰ τῷ αὐτεξουσίῳ τῆς ψυχῆς διακρίνομεν· ὃ καὶ ζυγὸν ὠνόμασε, διὰ τὸ ἴσην δύνασθαι λαμβάνειν τὴν ῥοπὴν ἐφ' ἑκάτερα. Μὴ ἐλπίζετε ἐπ' ἀδικίαν καὶ ἐπὶ ἅρπαγμα μὴ ἐπιποθεῖτε. Ἄνω εἶπεν· Ἐλπίσατε ἐπ' αὐτὸν, πᾶσα συναγωγὴ λαῶν. Εἶδε τὸ ὀκνηρὸν τῆς ὑπ ακοῆς, καὶ ἀπεφήνατο, ὅτι Πλὴν μάταιοι οἱ υἱοὶ τῶν ἀνθρώπων. Πάλιν ἀπαγορεύει μὴ ἐλπίζειν ἐπ' ἀδι κίαν. Ὁ τὸν ἐξ ἀδικίας ἠθροισμένον πλοῦτον ἱκανὴν ἑαυτῷ πρὸς τὸ ἰσχύειν καὶ κρατεῖν ἀφορμὴν εἶναι κρίνων ὅμοιός ἐστιν ἀῤῥώστῳ ἐν τῇ περιουσίᾳ τῆς νόσου τὴν εὐεξίαν τιθεμένῳ. Μὴ ἐλπίζετε ἐπ' ἀδι κίαν. Αὕτη σοι ἐμποδίζει πρὸς πᾶσαν ἐνέργειαν. Καὶ ἐπὶ ἅρπαγμα μὴ ἐπιποθεῖτε. Μὴ εἶναι τῶν ἀλλοτρίων ἐπιθυμητὰς παραινεῖ. Πλοῦτος ἐὰν ῥέῃ, μὴ προστίθεσθε καρδίᾳ. Ἐὰν ἴδῃς τινὰ τῶν ὑπερπλουτούντων, μὴ μακαρίσῃς αὐτοῦ τὴν ζωήν. Ἐάν σοι πολλαχόθεν καὶ ἐξ ἀφθόνων πηγῶν περιῤῥέῃ τὰ χρήματα, μὴ προσδέξῃ αὐτῶν τὴν πε ριουσίαν. Πλοῦτος ἐὰν ῥέῃ. Θαύμασον τὴν φωνήν. Ῥευστὴ ἡ φύσις τοῦ πλούτου· χειμάῤῥου ὀξύτερον τοὺς ἔχοντας παρατρέχει· ἄλλοτε ἄλλον πέφυκε πα 29.481 ραμείβεσθαι. Ὥσπερ ποταμὸς ἀφ' ὑψηλοῦ φερόμε νος ἐγγίζει μὲν τοῖς παρεστῶσι τῇ ὄχθῃ, ὁμοῦ δὲ ἥψατο, καὶ εὐθὺς ἀνεχώρησεν· οὕτω καὶ ἡ τοῦ πλού του εὐκολία ὀξυτάτην ἔχει καὶ