87
ὑμετέρας ἀγάπης, ἀπόδοτε μεθ' ἡμῶν τὴν εὐχαριστίαν τῷ εὐεργέτῃ, τῷ τὴν ὁρωμένην ταύ την τοῦ σώματος ἡμῶν ἀσθένειαν τῇ ἀοράτῳ αὐτοῦ δυνάμει χειραγωγοῦντι. Ὡς ἂν δὲ μὴ ἐπὶ πλεῖον παρα κατέχοντες ὑμᾶς ἀνιῶμεν, βραχέα ἐξ οὗ κατελάβομεν ᾀδομένου ὑμῖν ψαλμοῦ διαλεχθέντες, καὶ τῷ λόγῳ τῆς παρακλήσεως κατὰ τὴν προσοῦσαν ἡμῖν δύναμιν τὰς ψυχὰς ὑμῶν θρέψαντες, ἐπὶ τὴν τοῦ σώματος ἐπιμέ λειαν ἕκαστον διαφήσομεν. Τί τοίνυν ἦν τὸ ᾀδό μενον; Ἠγάπησα, φησὶν, ὅτι εἰσακούσεται Κύ ριος τῆς φωνῆς τῆς δεήσεώς μου. Οὐ παντός ἐστιν εἰπεῖν τὸ, Ἠγάπησα, ἀλλὰ τοῦ τελειουμένου ἤδη καὶ ὑπερβαίνοντος τὸν τῆς δουλείας φόβον, καὶ ἐν τῷ πνεύματι γενομένου τῆς υἱοθεσίας. Οὐ πρόσκειται μὲν οὖν τῷ, Ἠγάπησα, τὸ, τινά· προσ υπακούεται δὲ παρ' ἡμῶν ὅτι, τὸν Θεὸν τῶν ὅλων. Τὸ γὰρ κυρίως ἀγαπητὸν, ὁ Θεός· ἐπειδήπερ ἀγαπη τὸν ὁρίζονται εἶναι, οὗ πάντα ἐφίεται. Ἀγαθὸν δὲ ὁ Θεὸς, καὶ πρῶτον καὶ τελειότατον τῶν ἀγαθῶν. Αὐτόν τε οὖν ἠγάπησα τὸν Θεὸν, τῶν ὀρεκτῶν ὄντα τὸ ἔσχατον, καὶ τὰ ὑπὲρ αὐτοῦ παθήματα μετὰ χα 29.485 ρᾶς ὑπεδεξάμην. Τίνα δέ ἐστι ταῦτα, μικρὸν ὕστε ρον διεξέρχεται, τὰς ὠδῖνας τοῦ θανάτου, τοὺς κιν δύνους τοῦ ᾅδου, τὴν θλίψιν, τὴν ὀδύνην, ἅπερ πάντα αὐτῷ ἀγαπητὰ διὰ τὴν πρὸς Θεὸν ἀγάπην, καὶ τὴν ἐλπίδα, τὴν ἀποκειμένην τοῖς τὰ ὑπὲρ τῆς εὐσεβείας πάθη καταδεχομένοις, ἐφαίνετο. Οὐ γὰρ παρὰ προ αίρεσιν, οὐδὲ βιαίως καὶ κατηναγκασμένως ὑπέμεινα, φησὶ, τοὺς ἀγῶνας, ἀλλὰ στοργῇ τινι καὶ διαθέσει ὑπεδεξάμην τὰ ἐπίπονα· ὥστε ἔχειν με λέγειν· Ὅτι ἕνεκα σοῦ θανατούμεθα ὅλην τὴν ἡμέραν. Καὶ ἔοικε ταῦτα ἰσοδυναμεῖν τοῖς τοῦ Ἀποστόλου, καὶ ἀπὸ τῆς αὐτῆς αὐτῷ διαθέσεως λέγεσθαι τὸ, Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; θλίψις; ἢ στενοχωρία; ἢ διωγμός; ἢ λιμός; ἢ γυμνότης; ἢ κίνδυνος; ἢ μάχαιρα; Ἠγάπησα οὖν ταῦτα πάντα, εἰδὼς, ὅτι ὑπὸ θεατῇ καὶ ἀθλοθέτῃ τῷ ∆εσπότῃ τῶν ὅλων τοὺς ὑπὲρ τῆς εὐσεβείας διαφέρω κινδύνους. Ὅτι εἰσακούσεται Κύριος τῆς φωνῆς τῆς δεήσεώς μου. Οὕτω γὰρ καὶ ἕκαστος ἡμῶν δύναται τὸ ἐν ταῖς ἐντολαῖς ἐπίπονον διανύειν, ὅταν οἱονεὶ θεατῇ τῷ Θεῷ τῶν ὅλων ἐπιδεικνύμενος ᾖ τὴν ἑαυτοῦ πολιτείαν. Ὅτι ἔκλινε τὸ οὖς αὐτοῦ ἐμοί. Ἔκλινεν, εἶπεν, οὐχ ἵνα σωματικήν τινα ἔννοιαν λάβῃς περὶ Θεοῦ ὦτα ἔχοντος, καὶ ταῦτα πρὸς τὸ ἠρεμαῖον τῆς φωνῆς ἐπικλίνοντος, ὅπερ ἡμεῖς ποιοῦμεν πρὸς τοὺς μικρὸν φθεγγομένους· προσεγγίζοντες ἡμῶν τὴν ἀκοὴν, ἵνα ἐκ τοῦ σύνεγγυς τῇ αἰσθήσει παραδεξώ μεθα τὸ λαλούμενον, ἀλλ' Ἔκλινεν, εἶπεν, ἵνα τὸ ἑαυτοῦ ἀσθενὲς ἐπιδείξηται. Ὅτι χαμαὶ κειμένῳ μοι συγκατέβη διὰ φιλανθρωπίαν· οἱονεὶ, ἀῤῥώστου τι νὸς ἐκ πολλῆς ἀσθενείας οὐδὲ φθέγγεσθαι τρανῶς δυ ναμένου, φιλάνθρωπος ἰατρὸς προσαγαγὼν ἑαυτοῦ τὴν ἀκοὴν ἐκ τοῦ σύνεγγυς μανθάνοι τὰ ἀναγ καῖα τῷ κάμνοντι. Ἔκλινεν οὖν τὸ οὖς αὐτοῦ ἐμοί. Ἡ γὰρ θεία ἀκοὴ οὐ φωνῆς δεῖται πρὸς αἴσθη σιν· οἶδε γὰρ καὶ ἐν τῷ κινήματι τῆς καρδίας γνω ρίσας τὰ ἐπιζητούμενα. Ἢ οὐκ ἀκούεις, ὅτι Μωϋσῆς μηδὲν φθεγγόμενος, ἀλλὰ τοῖς ἀλαλήτοις ἑαυτοῦ στε ναγμοῖς ἐντυγχάνων τῷ Κυρίῳ, ἠκούετο παρὰ τοῦ Κυρίου λέγοντος· Τί βοᾷς πρὸς μέ; Οἶδεν ὁ Θεὸς καὶ αἵματος ἀκοῦσαι δικαίου, ᾧ γλῶσσα οὐ πρόσεστιν, οὐδὲ φωνὴ τὸν ἀέρα περῶσα. Ἔργων δὲ δικαίων παρουσία μεγαλοφωνία ἐστὶ παρὰ Θεῷ. Καὶ ἐν ταῖς ἡμέραις μου ἐπικαλέσομαι. Ἡμεῖς μὲν, ἐν μιᾷ προσευξάμενοι ἡμέρᾳ, ἢ ἐν μιᾷ ὥρᾳ βραχύ τι ταῖς ἁμαρτίαις ἡμῶν ἐπιστυγνάσαντες, ἀμεριμνῶ μεν ὡς ἤδη τι ποιήσαντες ἐφάμιλλον τῇ κακίᾳ ἡμῶν. Ὁ μέντοι ἅγιος παντὶ τῷ χρόνῳ τῆς ζωῆς ἑαυτοῦ παραμετρουμένην ἐπιδείκνυσθαι λέγει τὴν ἐξομολόγησιν· Ἐν ταῖς ἡμέραις γάρ μου, 29.488 φησὶ, πάσαις ἐπικαλέσομαι. Εἶτα ἵνα μὴ οἰηθῇς, ὅτι ἐνευημερῶν τῷ βίῳ τούτῳ, καὶ πάντων αὐτῷ τῶν πραγμάτων κατὰ ῥοῦν προϊόντων, ἐπεκαλεῖτο τὸν Θεὸν, διηγεῖται τὸ μέγεθος τῶν περιστάσεων, ἐν αἷς ὢν οὐκ ἐπελάθετο τοῦ ὀνόματος τοῦ Θεοῦ. Περι έσχον γάρ με, φησὶν, ὠδῖνες θανάτου, κίνδυνοι ᾅδου εὕροσάν με. Κυρίως μὲν αἱ ὠδῖνες ἐπὶ τῶν