1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

89

ἀναπνεῖν δυνάμενα, οὔτε ζῇν τὴν τῶν ἀνθρώπων ζωὴν, ἀλλὰ δίκην ἰχθύων τοῖς ὑγροῖς ἐμφερόμενα, εἰ μὴ τῇ παρὰ τοῦ Θεοῦ φυλακῇ διεκρατεῖτο; Πῶς δ' ἂν εἰς τὸν ἀήθη τοῦτον ἐκπεσόντα τόπον, καὶ ἀπὸ τῆς ἐν τῇ μήτρᾳ θερμότητος τῷ ἀέρι περιψυχόμενα κἂν πρὸς τὸ βραχὺ διήρκεσεν, εἰ μὴ παρὰ Θεοῦ διεσώζετο; Φυλάσσων οὖν τὰ νήπια ὁ Κύριος· ἐταπεινώθην, καὶ ἔσωσέ με. Ἢ καὶ οὕτω νοήσεις τὸν λόγον· Ὅτι ἐπειδὴ ἐστράφην, καὶ ἐγενόμην ὡς τὸ νήπιον, καὶ ἐδεξάμην τὴν βασιλείαν τῶν οὐρανῶν ὡς παιδίον, καὶ διὰ τῆς ἀκακίας ἐμαυτὸν εἰς τὴν τῶν παιδίων ταπεί 29.492 νωσιν κατήγαγον· Ὁ φυλάσσων τὰ νήπια Κύριος, ἐπειδὴ ἐταπεινώθην, ἔσωσέ με. Ἐπίστρεψον, ψυχή μου, εἰς τὴν ἀνάπαυ σιν σου, ὅτι Κύριος εὐηργέτησέ σε. Ἑαυτῷ προσ άγει τοὺς παρακλητικοὺς λόγους ὁ καλὸς ἀγωνιστὴς, παραπλησίως τῷ Παύλῳ λέγων· Τὸν ἀγῶνα τὸν κα λὸν ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα· λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύ νης στέφανος. Ταῦτα λέγει καὶ πρὸς ἑαυτὸν ὁ Προφήτης· Ἐπειδὴ ἱκανῶς τοῦ βίου τούτου τὸν δολιχὸν ἐξεπλήρωσας, Ἐπίστρεψον λοιπὸν εἰς τὴν ἀνάπαυσίν σου, ὅτι Κύριος εὐηργέτησέ σε. Πρό κειται γὰρ ἀνάπαυσις αἰωνία τοῖς νομίμως τὸν ἐν ταῦθα διαθλήσασι βίον, οὐ κατὰ ὀφείλημα τῶν ἔργων ἀποδιδομένη, ἀλλὰ κατὰ χάριν τοῦ μεγαλοδώ ρου Θεοῦ τοῖς εἰς αὐτὸν ἠλπικόσι παρεχομένη. Εἶτα, πρὶν τὰ ἐκεῖ ἀγαθὰ διηγήσασθαι, τὴν ἀποφυγὴν τῶν τοῦ κόσμου ὀχληρῶν διηγούμενος, ἐπὶ τούτοις εὐχα ριστεῖ τῷ ἐλευθερωτῇ τῶν ψυχῶν, τῷ τῆς ποικίλης αὐτὸν καὶ ἀπαραιτήτου δουλείας τῶν παθημά των ἐξαιρουμένῳ. Τίνα δέ ἐστι ταῦτα; Ὅτι ἐξ είλετο τὴν ψυχήν μου ἐκ θανάτου, τοὺς ὀφθαλ μούς μου ἀπὸ δακρύων, καὶ τοὺς πόδας μου ἀπὸ ὀλισθήματος. Συγκρίσει τῶν ὧδε τὴν μέλλουσαν ἀνάπαυσιν διαγράφει. Ἐνταῦθα γάρ με, φησὶ, πε ριέσχον ὠδῖνες θανάτου· ἐκεῖ δὲ ἐξείλετο τὴν ψυχήν μου ἐκ θανάτου. Ἐνταῦθα οἱ ὀφθαλμοὶ τὸ ἐκ τῆς θλίψεως προχέουσι δάκρυον· ἐκεῖ δὲ οὐκέτι δά κρυον ἐπισκοτοῦν ταῖς κόραις τῶν εὐφραινομένων τῇ θεωρίᾳ τοῦ κάλλους τῆς δόξης τοῦ Θεοῦ. Ἀφεῖλε γὰρ ὁ Θεὸς πᾶν δάκρυον ἀπὸ παντὸς προσώπου. Ἐνταῦθα πολὺς ὁ κίνδυνος τοῦ ὀλισθήματος· διὸ καὶ Παῦλος ἔλεγεν· Ὁ δοκῶν ἑστάναι βλεπέτω μὴ πέσῃ. Ἐκεῖ δὲ πάγιοι αἱ βάσεις· ἀπερίτρεπτος ἡ ζωή· οὐκέτι κίνδυνος πρὸς ἁμαρτίαν ὑπενεχθῆναι. Οὔτε γὰρ σαρκὸς ἐπανάστασις, οὔτε γυναικὸς συνεργία πρὸς ἁμαρτίαν. ∆ιότι οὐκ ἔνι ἄρσεν καὶ θῆλυ ἐν τῇ ἀναστά σει, ἀλλὰ μία τίς ἐστι ζωὴ καὶ μονότροπος, εὐ αρεστούντων τῷ ἑαυτῶν ∆εσπότῃ τῶν κατοικούντων ἐν τῇ χώρᾳ τῶν ζώντων. Ὁ κόσμος οὗτος αὐτός τέ ἐστι θνητὸς, καὶ χωρίον ἀποθνησκόντων. Ἐπειδὴ γὰρ σύνθετός ἐστι τῶν ὁρωμένων ἡ σύστασις, τὸ δὲ σύνθετον ἅπαν διαλύεσθαι πέφυκεν, οἱ ἐν τῷ κόσμῳ ὄντες, μέρη ὄντες τοῦ κόσμου, ἀναγκαίως τῆς τοῦ παντὸς φύσεως ἀπολαύομεν. ∆ιὰ τοῦτο καὶ πρὶν θα νάτῳ τὴν ψυχὴν διαζευχθῆναι τοῦ σώματος, ἀπο θνήσκομεν πολλάκις οἱ ἄνθρωποι. Καὶ μὴ παράδοξον 29.493 φανῇ σοι τὸ λεγόμενον, ἀλλὰ σκόπει τοῦ πράγμα τος τὴν ἀλήθειαν. Ἐν τρισὶ γὰρ ἑβδομάσιν ἐτῶν τρεῖς ὑφίστασθαι πέφυκεν ἀλλοιώσεις καὶ μεταβολὰς ἡλικιῶν καὶ βίων ὁ ἄνθρωπος, καὶ καθ' ἑκάστην ἑβδομάδα ἴδιος ὅρος περιγράφων τὰ παρελθόντα, καὶ ἐναργῆ παρέχων τὴν μεταποίησιν. Τοῦ παιδίου ἡ ἡλι κία ἐν τῇ τῶν ὀδόντων ἀποβολῇ κατὰ τὴν πρώ την ἑβδομάδα περιορίζεται. Τοῦ παιδὸς λοιπὸν τοῦ πρὸς τὰς μαθήσεις ἐπιτηδείου ἡ προθεσμία ἐστὶ μέχρι τῆς ἐφηβείας. Ὁ ἔφηβος, μέχρι πρώτου καὶ εἰκοστοῦ ἕτους συμπληρωθεὶς, ὅταν ἰούλοις ἄρξηται κατασκιάζειν τὰς παρειὰς, ἀφανίζεται λεληθότως, πρὸς τὸν ἄνδρα ἤδη τοῦ νεανίσκου μεθισταμένου. Ὅταν τοίνυν ἴδῃς ἄνδρα ἀποθέμενον μὲν τὴν ἐπίδοσιν τῆς καθ' ἡλικίαν αὐξήσεως, βεβηκότα δὲ ἤδη τοῖς λογισμοῖς, καὶ μηδὲν ἴχνος τῆς νεότητος φέροντα, οὐχὶ τεθνηκέναι ἐν αὐτῷ λογίσῃ τὰ παρελθόντα; Πάλιν ὁ πρεσβύτης, πρὸς ἕτερον σχῆμα καὶ ψυχῆς διάθεσιν μεθαρμοσθεὶς, ἕτερός ἐστι προδήλως παρὰ τοὺς προτέρους. Ὥστε καὶ ἡ ζωὴ τῶν