1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

90

ἀνθρώπων διὰ πολλῶν θανάτων συμπληροῦσθαι πέφυκεν, οὐ μόνον ἐν τῇ κατὰ τὰς μεθηλικιώσεις μεταβολῇ, ἀλλὰ καὶ ἐν τοῖς καθ' ἁμαρτίαν πτώμασι τῶν ψυχῶν. Ὅπου δὲ οὐκ ἔστιν ἀλλοίωσις οὔτε σώματος οὔτε ψυχῆς (οὐδὲ γάρ ἐστι λογισμοῦ παρατροπὴ, οὐδὲ μετάθεσις γνώμης, οὐδεμιᾶς περιστάσεως τὸ εὐσταθὲς καὶ ἀτά- ραχον τῶν λογισμῶν ἀφαιρουμένης), χώρα ἐστὶν ἐκείνη τῷ ὄντι ζώντων, ὁμοίων ὄντων ἀεὶ αὐτῶν ἑαυτοῖς. Ἐν ᾗ μάλιστα εὐαρεστήσειν τῷ Θεῷ τῶν ὅλων ὁ Προφήτης κατεπαγγέλλεται, ὡς ὑπ' οὐδενὸς μέλλων τῶν ἔξωθεν διακόπτεσθαι πρὸς τὸν σκοπὸν τῆς ἀληθινῆς καὶ ὁμοτίμου τοῖς ἀγγέλοις δουλείας. Φιλοτιμούμεθα, φησὶν, εἴτε ἐνδημοῦντες ἐν τῷ σώματι, εἴτε ἐκδημοῦντες ἀπὸ τοῦ σώματος, εὐάρεστοι αὐτῷ εἶναι. Ζώντων ἐκείνη χώρα, ἐν ᾗ οὐκ ἔνι νὺξ, οὐκ ἔνι ὕπνος τὸ τοῦ θανάτου μίμημα· ἐν ᾗ οὐκ ἔνι βρῶσις, οὐκ ἔνι πόσις, τὰ τῆς ἀσθενείας ἡμῶν ὑπ- ερείσματα, οὐκ ἔνι νόσος, οὐκ ἔνι ἀλγήματα, οὐκ ἰατρεία, οὐ δικαστήρια, οὐκ ἐμπορίαι, οὐ τέχναι, οὐ χρήματα, τῶν κακῶν ἡ ἀρχὴ, ἡ τῶν πολέμων ὑπόθεσις, ἡ ῥίζα τῆς ἔχθρας· ἀλλὰ χώρα ζώντων, οὐκ ἀποθνησκόντων διὰ τῆς ἁμαρτίας, ἀλλὰ ζώντων τὴν ἀληθῆ ζωὴν τὴν ἐν Χριστῷ Ἰησοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.