1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

33

φαιδρότερον, τὴν ζωὴν ἐν τῷ θελήματι αὐτοῦ. ∆οκεῖ ταυτολογία εἶναι τοῖς μὴ δυναμένοις τῆς ἀκριβείας τῶν σημαινομέ νων ἐφάπτεσθαι, τοῦ προφήτου λέγοντος ὀργὴν εἶ ναι ἐν τῷ θυμῷ τοῦ Θεοῦ, ὡς τοῦ αὐτοῦ ὄντος ὀργῆς καὶ θυμοῦ· πλεῖστον δὲ τὸ διάφορον. Θυμὸς μὲν γάρ ἐστιν ἡ κρίσις τοῦ ἐπαχθῆναι τάδε τινὰ τὰ σκυθρωπὰ τῷ ἀξίῳ ὀργὴ δὲ ὁ πόνος ἤδη, καὶ ἡ κόλασις ἡ ἀπὸ τοῦ δικαίου κριτοῦ κατὰ τὸ μέτρον τῆς ἀδικίας ἐπαγομένη. Ἀπὸ παραδείγματος δὲ σαφέστερον ὃ λέγω γενήσεται. Σημειωσάμενος ὁ ἰατρὸς τὸ φλεγμαῖνον μέρος καὶ ὕπουλον, ἐγκρίνει τὴν τομὴν ἀναγκαίαν εἶναι τῷ κάμνοντι. Τοῦτο θυ μὸν ὀνομάζει ἡ Γραφή. Μετὰ δὲ τὴν ἐπὶ τῷ βοηθή ματι κρίσιν τοῦ ἰατροῦ ἐπακολουθεῖ λοιπὸν ἡ ἐνέρ γεια εἰς ἔργον ἄγουσα τὰ κριθέντα, καὶ ὁ σί δηρος τέμνων καὶ ὀδύνην ἐμποιῶν τῷ διακοπτο μένῳ. Τοῦτο ὀργὴ Θεοῦ ὠνόμασται. Ἐλθὲ τοίνυν ἐπὶ τὸ προκείμενον, καὶ εὑρήσεις τὸ ἀκόλουθον τῆς ἐννοίας. Ὅτι ὀργὴ ἐν τῷ θυμῷ αὐτοῦ. Τιμωρία, κατὰ τὸ δίκαιον κρῖμα τοῦ Θεοῦ· Ζωὴ δὲ ἐν τῷ θελήματι αὐτοῦ. Τί οὖν φησιν; Ὅτι ὃ μὲν θέλει ὁ Θεὸς, τοῦτό ἐστι, πάντας μετέχειν αὐτοῦ τῆς ζωῆς· τὰ δὲ περιστατικὰ, οὐχὶ τῷ θελήματι αὐτοῦ ἐνερ γεῖται, ἀλλὰ τῇ ἀξίᾳ τῶν ἡμαρτηκότων ἐπάγεται. Τὴν μὲν οὖν ζωὴν ὁ Θεὸς τῷ ἰδίῳ θελήματι ἑκάστῳ χαρίζεται, τὴν δὲ ὀργὴν αὐτὸς ἕκαστος ἑαυτῷ θη σαυρίζει Ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως καὶ δικαιοκρισίας τοῦ Θεοῦ. Σύνηθες δὲ τῇ Γραφῇ προτάσσειν τὰ σκυθρωπὰ τῶν χρηστοτέρων· διότι ἡδίων ἐστὶν ἡ ἀπόλαυσις, προκαθηγησαμένων αὐτῆς τῶν λυπούντων. Ἐγὼ γὰρ ἀποκτενῶ, φησὶ, καὶ ζῇν ποιήσω. ∆ευτέρα ἡ εὐεργεσία μετὰ τὴν κό λασιν. Πατάξω, κἀγὼ ἰάσομαι. Αὐτὸς γὰρ ἀλγεῖν ποιεῖ, καὶ πάλιν ἀποκαθίστησιν· ἔπαισε, καὶ αἱ χεῖρες αὐτοῦ ἰάσαντο. Προλαμβάνει τὰ κακοῦντα, ἵνα μονιμώτεραι ἡμῖν αἱ χάριτες γένωνται, σφοδρῶς ἀντιποιηθέντων ἡμῶν τῆς φυλακῆς τῶν δοθέντων. Τὸ ἑσπέρας αὐλισθήσεται κλαυθμὸς, καὶ εἰς τὸ πρωὶ ἀγαλλίασις. Μνήσθητι τοῦ καιροῦ τοῦ κατὰ τὸ 29.316 πάθος τοῦ Κυρίου, καὶ εὑρήσεις τὰ σημαινό μενα. Ἑσπέρας γὰρ ηὐλίσθη κλαυθμὸς τοῖς μαθη ταῖς τοῦ Κυρίου, ὅτε ἔβλεπον αὐτὸν ἐπὶ τοῦ σταυροῦ κρεμάμενον· τὸ δὲ πρωὶ ἀγαλλίασις, ὅτε μετὰ τὴν ἀνάστασιν διέτρεχον μετὰ χαρᾶς ἀλλήλοις διδόντες τὰ εὐαγγέλια τῆς ὀπτασίας τοῦ Κυρίου. Ἢ τάχα καὶ καθολικῶς ἑσπέρα ὁ αἰὼν οὗτος λέγεται, ἐν ᾧ οἱ μακαρίως κλαύσαντες, τῆς πρωίας ἐπελθούσης, πα ρακληθήσονται. Μακάριοι γὰρ οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται. Μακάριοι οἱ κλαίοντες, ὅτι αὐτοὶ γελάσουσιν. Οἱ οὖν τὰς ἡμέρας τοῦ αἰῶνος τούτου ἐπὶ συντελείᾳ ἤδη ὄντος, καὶ πρὸς τὰς ἑαυτοῦ δυσμὰς ἀποκλίνοντος, ἐν τῷ ἀπο κλαίειν τὰς ἑαυτῶν ἁμαρτίας διαγαγόντες, οὗτοι τῆς ἀληθινῆς ἐκείνης πρωίας ἐπελθούσης ἀγαλλιάσονται. Οἱ σπείροντες γὰρ ἐν δάκρυσι νῦν, ἐν ἀγαλ λιάσει θεριοῦσι· δηλαδὴ πρὸς τὸ μέλλον. Ἐγὼ δὲ εἶπα ἐν τῇ εὐθηνίᾳ μου· Οὐ μὴ σαλευθῶ εἰς τὸν αἰῶνα. Ὥσπερ πόλεώς ἐστιν εὐ θηνία ἡ τῶν ὠνίων κατ' ἀγορὰν ἀφθονία, καὶ χώραν εὐθηνεῖσθαι λέγομεν τὴν πολλοὺς εὐφορήσασαν τοὺς καρπούς· οὕτω καὶ τῆς ψυχῆς τίς ἐστιν εὐθηνία τῆς πεπληρωμένης παντοδαπῶν ἔργων· ἣν πρῶτον μὲν γεωργηθῆναι δεῖ φιλοπόνως, καὶ τότε ταῖς ἀφθόνοις τῶν οὐρανίων ὑδάτων ἐπιῤῥοίαις πιαν θῆναι, ὥστε καρποφορῆσαι ἐν τριάκοντα, καὶ ἐν ἑξή κοντα, καὶ ἐν ἑκατὸν, καὶ τυχεῖν τῆς εὐλογίας τῆς λεγούσης· Εὐλογημέναι αἱ ἀποθῆκαί σου, καὶ τὰ ἐγκαταλείμματά σου. Ὁ οὖν αἰσθανόμενος τῆς ἑαυτοῦ βεβαιότητος, πεποιθότως ἐρεῖ, καὶ διαβε βαιώσεται μὴ περιτραπῆναι ὑπὸ τοῦ ἀνταγωνι ζομένου, ὡς ἀγρὸς πλήρης, ὃν εὐλόγησεν ὁ Κύριος· Κύριε, ἐν τῷ θελήματί σου παρέσχου τῷ κάλλει μου δύναμιν. Οἱ περὶ τὴν ἐξέτασιν τοῦ περὶ ἀρετῶν λόγου κατατριβέντες τὰς μὲν τῶν ἀρετῶν ἐκ θεωρημάτων ἔφασαν συνεστάναι, τὰς δὲ ἀθεωρήτους· οἷον, φρόνησιν μὲν ἐκ θεωρημάτων συνεστάναι, ἐν τῷ περὶ ἀγαθῶν καὶ κακῶν τόπῳ· σωφροσύνην δὲ ἐκ τοῦ περὶ τῶν αἱρετῶν καὶ φευκτῶν· δικαιο σύνην δὲ ἐκ τοῦ περὶ τῶν ἀπονεμητέων