1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

39

ὡρισμένον καιρὸν ταμιευθείσης. Ἐνταῦθα μὲν οὖν ἔλεός ἐστι χωρὶς κρίσεως· οὐ γὰρ ἦλθεν ἵνα κρίνῃ τὸν κόσμον, ἀλλ' ἵνα σώσῃ τὸν κόσμον. Ἐκεῖ δὲ οὐκ ἔστιν ἡ κρίσις χωρὶς ἐλέους, διὰ τὸ μὴ δύνα σθαι ἄνθρωπον καθαρὸν εὑρεθῆναι ἀπὸ ῥύπου, μη δὲ ἐὰν μία ἡμέρα ᾖ τῆς γενέσεως αὐτοῦ. Ὥστε ἐάν τις ἴδῃ τὴν κακίαν ὁσημέραι νεμομένην, καὶ τὸ ἐπίκηρον γένος τῶν ἀνθρώπων ἄξιον μυρίων θανά των, ὅσον ἐπὶ τοῖς ἁμαρτήμασι τυγχάνον, θαυμάσει τὸν πλοῦτον τῆς χρηστότητος τοῦ Θεοῦ, καὶ τῆς ἀνοχῆς αὐτοῦ καὶ τῆς μακροθυμίας. Ἐν τῇ γῇ μέντοι ὄντες τοῦ ἐλέους χρῄζομεν. Οἱ γὰρ ἐν τῷ οὐρανῷ τοῦ μα καρίζεσθαί εἰσιν, ἀλλ' οὐχὶ τοῦ ἐλεεῖσθαι ἄξιοι. Ἢ τάχα διὰ τὴν ἐκ τῆς ἁμαρτίας ἡμῖν ἐπενεχθεῖσαν κα 29.333 ταδίκην γῆ λεγόμεθα ἡμεῖς οἱ ἀκούσαντες παρὰ Θεοῦ τὸ, Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ· οἳ πλήρεις ἐσμὲν τῶν οἰκτιρμῶν τοῦ Θεοῦ· Νεκροὺς γὰρ ὄντας ἡμᾶς ταῖς ἁμαρτίαις καὶ τοῖς παραπτώμασιν ἐλεήσας ὁ Θεὸς συνεζωοποίησε τῷ Χριστῷ. Τῷ λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν. Ποῦ οἱ τὸ Πνεῦμα ἐξουθενοῦντες; ποῦ οἱ χωρίζοντες αὐτὸ ἀπὸ τῆς δημιουργικῆς δυνάμεως; ποῦ οἱ τῆς πρὸς Πατέρα καὶ Υἱὸν συναφείας αὐτὸ διατέμνοντες; Ἀκουέτωσαν τοῦ ψαλμοῦ λέγοντος· Τῷ λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν. Οὔτε γὰρ Λόγος, ἡ κοινὴ αὕτη λαλιὰ, νομισθήσεται ἐξ ὀνομάτων καὶ ῥημάτων τὴν σύστασιν ἔχουσα, οὔτε τὸ Πνεῦμα ἀτμὶς εἰς ἀέρα διαχεομένη· ἀλλὰ καὶ Λόγος ὁ ἐν ἀρχῇ ὢν πρὸς τὸν Θεὸν, καὶ Πνεῦμα τὸ ἅγιον, ὃ ἰδίως τῆς προσηγορίας ταύτης τετύχηκεν. Ὡς οὖν ὁ δημιουργὸς Λόγος ἐστερέωσε τὸν οὐρανὸν, οὕτω τὸ Πνεῦμα τὸ ἐκ τοῦ Θεοῦ, ὃ παρὰ τοῦ Πατρὸς ἐκπο ρεύεται (τουτέστιν, ὃ ἐκ τοῦ στόματος αὐτοῦ, ἵνα μὴ τῶν ἔξωθέν τι καὶ τῶν κτισμάτων αὐτὸ κρίνῃς, ἀλλ' ὡς ἐκ Θεοῦ ἔχον τὴν ὑπόστασιν δοξάζῃς), ἁπάσας τὰς ἐν αὐτῷ δυνάμεις συνεπέφερε. Τῷ οὖν Πνεύματι πᾶ σα ἡ δύναμις ἡ ἐπουράνιος ἐστερεώθη· τουτέστι, τὸ εὔτονον καὶ πάγιον καὶ βέβαιον ἐν ἁγιασμῷ, καὶ πάσῃ τῇ πρεπούσῃ ταῖς ἱεραῖς δυνάμεσιν ἀρετῇ, ἐκ τῆς τοῦ Πνεύματος ἐπικουρίας ἔχουσιν. Ἐνθάδε μὲν οὖν Πνεῦμα στόματος αὐτοῦ ἀναγέγραπται· εὑρήσο μεν δὲ ἀλλαχοῦ καὶ Λόγον στόματος αὐτοῦ εἰρημένον, ἵνα νοηθῇ ὁ Σωτὴρ, καὶ τὸ ἅγιον αὐτοῦ Πνεῦμα ἐκ τοῦ Πατρός. Ἐπεὶ οὖν Λόγος μὲν Κυρίου ὁ Σωτὴρ, καὶ Πνεῦμα τοῦ στόματος αὐτοῦ τὸ ἅγιον Πνεῦμα, ἀμφότερα δὲ συνήργησε τῇ κτίσει τῶν οὐρανῶν καὶ τῶν ἐν αὐτοῖς δυνάμεων, διὰ τοῦτο εἴρηται· Τῷ Λό γῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ Πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν. Οὐδὲν γὰρ ἁγιάζεται, εἰ μὴ τῇ παρουσίᾳ τοῦ Πνεύματος. Ἀγγέλων γοῦν τὴν μὲν εἰς τὸ εἶναι πάροδον ὁ δημιουργὸς Λόγος ὁ ποιητὴς τῶν ὅλων παρείχετο· τὸν ἁγιασμὸν δὲ αὐτοῖς τὸ Πνεῦμα τὸ ἅγιον συνεπέφερεν. Οὐ γὰρ νήπιοι κτισθέντες οἱ ἄγ γελοι, εἶτα τελειωθέντες τῇ κατ' ὀλίγον μελέτῃ, οὕ τως ἄξιοι τῆς τοῦ Πνεύματος ὑποδοχῆς γεγόνασιν· ἀλλ' ἐν τῇ πρώτῃ συστάσει καὶ τῷ οἱονεὶ φυράματι τῆς οὐσίας αὐτῶν συγκαταβληθεῖσαν ἔσχον τὴν ἁγιότητα. ∆ιὸ καὶ δυσμετάθετοί εἰσι πρὸς κακίαν, εὐ θὺς, οἱονεὶ βαφῇ τινι, τῷ ἁγιασμῷ στομωθέντες, καὶ τὸ μόνιμον εἰς ἀρετὴν τῇ δωρεᾷ τοῦ ἁγίου Πνεύματος ἔχοντες. 29.336 Συνάγων ὡς ἀσκὸν ὕδατα θαλάσσης, τιθεὶς ἐν θησαυροῖς ἀβύσσους. Οὐκ εἶπε, Συνάγων τὰ ὕδατα τῆς θαλάσσης ὡς ἐν ἀσκῷ, ἀλλ' Ὡς ἀσκὸν, οὕτω τὰ ὕδατα τῆς θαλάσσης συνάγων. Νόησον δέ μοι τὴν τοῦ ἀσκοῦ φύσιν, νῦν μὲν διαφυσωμένην, ὅταν τῷ ἐναπο ληφθέντι πνεύματι τὸ δέρμα περιταθῇ· νῦν δὲ συστελλομένην, ὅταν ὑποχωρήσῃ τὸ διατεῖνον. Οὕτω τοίνυν ἡ θάλασσα ποτὲ μὲν ἐκφλεγμαίνει καὶ ζεῖ τοῖς πνεύμασιν ἀγριαινομένη καὶ ἐξοιδαίνουσα· ποτὲ δὲ πάλιν ὑπὸ γαλήνης εἰς ταπεινὸν καταστέλλεται. Ὡς οὖν ἀσκὸν, οὕτως συστέλλει καὶ ταπεινοῖ τὸ ὕδωρ τῆς θαλάσσης ὁ Κύριος. Εὕρομεν δὲ ἔν τισι τῶν ἀν τιγράφων, Συνάγων ὡς ἐν ἀσκῷ ὕδατα θαλάσ σης, ἐπὶ τὴν παλαιὰν ἱστορίαν τοῦ λόγου ἡμᾶς