1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

48

ὀφθαλμοῖς ἔχοντες τὰ ἴχνη τῆς ἐν σαρκὶ ἁμαρ τίας, οἱονεί τινος βαφῆς ἀνεκπλύτου, τῇ μνήμῃ τῆς ψυχῆς αὐτῶν εἰς τὸ διηνεκὲς παραμένοντα. Ὀλίγων δέ ἐστι τὸ προσελθεῖν τῷ φωτὶ τῷ ἀληθινῷ, καὶ ἀπο καλύψαι, καὶ μετὰ τὴν ἀποκάλυψιν τῶν κρυπτῶν, μὴ ἀπελθεῖν αἰσχυνθέντας τὰ πρόσωπα. Οὗτος ὁ πτωχὸς ἐκέκραξε, καὶ ὁ Κύριος εἰσ ήκουσεν αὐτοῦ. Οὐκ ἀεὶ ἐπαινετὴ ἡ πτωχεία, ἀλλ' ἡ ἐκ προαιρέσεως κατὰ τὸν εὐαγγελικὸν σκοπὸν κατ ορθουμένη. Πολλοὶ γὰρ πτωχοὶ μὲν τῇ περιουσίᾳ, πλεονεκτικώτατοι δὲ τῇ προαιρέσει τυγχάνουσιν· οὓς οὐχ ἡ ἔνδεια σώζει, ἀλλ' ἡ προαίρεσις κατακρίνει. Οὐ τοίνυν ὁ ἐνδεὴς πάντως μακαριστὸς, ἀλλ' ὁ κρείτ τονα ἡγησάμενος τῶν τοῦ κόσμου θησαυρῶν τὴν ἐν τολὴν τοῦ Χριστοῦ. Τούτους καὶ ὁ Κύριος μακαρίζει λέγων· Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι· οὐχ οἱ πένητες κατὰ τὴν περιουσίαν, ἀλλ' οἱ τὴν πτωχείαν ἐκ ψυχῆς προελόμενοι. Οὐδὲν γὰρ τῶν ἀπροαιρέ των μακαριστόν. ∆ιότι πᾶσα ἀρετὴ, μάλιστα δὲ αὕτη πρὸ πάντων, τῷ ἑκουσίῳ χαρακτηρίζεται. Οὗτος οὖν, φησὶν, ὁ πτωχὸς ἐκέκραξε. Τῇ δεικτικῇ φωνῇ ἐπὶ τὸν πτωχεύοντα κατὰ Θεὸν, καὶ πεινῶντα, καὶ διψῶντα, καὶ γυμνητεύοντα, τὴν διάνοιάν σου προ καλεῖται· Οὗτος ὁ πτωχὸς, μονονουχὶ δακτύλῳ δεικνύς· Οὗτος ὁ μαθητὴς Χριστοῦ. ∆υνατὸν καὶ εἰς Χριστὸν ἀνάξαι τὸν λόγον, ὃς, πλούσιος ὢν τῇ φύσει, διότι πάντα τὰ τοῦ Πατρὸς αὐτοῦ ἐστι, δι' ἡμᾶς ἐπτώχευσεν, ἵνα ἡμεῖς τῇ ἐκείνου πτωχείᾳ πλουτήσωμεν. Σχεδὸν γὰρ παντὸς ἔργου τοῦ προάγον τος ἐπὶ τὸν μακαρισμὸν αὐτὸς ἦρξεν ὁ Κύριος, πα ράδειγμα τοῖς μανθάνουσιν ἑαυτὸν προτιθείς. Ἐπάν ηκε ἐπὶ τοὺς μακαρισμοὺς, καὶ ἕκαστον ἐξετάσας εὑρήσεις, ὅτι προέλαβε τὴν ἐκ τοῦ λόγου διδασκαλίαν τοῖς ἔργοις. Μακάριοι οἱ πραεῖς. Πῶς οὖν μάθωμεν τὴν πραότητα; Μάθετε ἀπ' ἐμοῦ, φησὶν, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ. Μακάριοι οἱ εἰρηνο ποιοί. Τίς ἡμᾶς διδάξει τὸ τῆς εἰρήνης καλόν; Αὐτὸς ὁ εἰρηνοποιὸς, ὁ ποιῶν εἰρήνην, καὶ ἀποκαταλλάσσων τοὺς δύο εἰς ἕνα καινὸν ἄνθρωπον· ὁ εἰρηνοποιήσας διὰ τοῦ αἵματος τοῦ σταυροῦ αὐτοῦ εἴτε τὰ ἐν τοῖς οὐρανοῖς εἴτε τὰ ἐπὶ τῆς γῆς. Μακάριοι οἱ πτωχοί. Αὐτός ἐστιν ὁ πτωχεύσας, καὶ κενώσας ἑαυτὸν ἐν τῇ τοῦ δούλου μορφῇ, ἵνα ἡμεῖς πάντες ἐκ τοῦ πληρώ ματος αὐτοῦ λάβωμεν, καὶ χάριν ἀντὶ χάριτος. Εἴ τις οὖν, ἀπὸ τοῦ ἁγίου καὶ φιλανθρώπου Πνεύ ματος ἀγόμενος, μὴ φρονῶν ἐφ' ἑαυτῷ, ἀλλὰ ταπει νῶν ἑαυτὸν, ἵνα τοὺς ἄλλους ὑψώσῃ, κράζοι τῷ πνεύ ματι τὰ μεγάλα εὐχόμενος, καὶ μηδὲν μικροπρεπὲς μηδὲ ταπεινὸν φθέγγοιτο ἐκ τοῦ τὰ ἐπίγεια καὶ 29.364 κοσμικὰ ζητεῖν, τοῦ τοιούτου ἡ κραυγὴ εἰσ ακουστὴ τῷ Κυρίῳ. Τί οὖν τὸ τέλος τῆς ἀκοῆς; Τὸ ῥυσθῆναι ἀπὸ πασῶν τῶν θλίψεων ἄτρωτον, μὴ ὑπο κατακλιθέντα, μηδὲ δουλεύοντα τῷ φρονήματι τῆς σαρκός. Τίς οὖν καὶ ὁ τρόπος δι' οὗ ῥύεται ὁ πτωχός; Παρεμβαλεῖ ἄγγελος Κυρίου κύκλῳ τῶν φοβου μένων αὐτὸν, καὶ ῥύσεται αὐτούς. Ἡρμήνευσε τίνα λέγει τὸν πτωχὸν, τὸν φοβούμενον τὸν Κύριον. ∆ιότι ὁ φοβούμενος ἔτι ἐν τῇ τοῦ δούλου τάξει ἐστίν. Ὁ δὲ ὑπὸ τῆς ἀγάπης τετελειωμένος πρὸς τὴν τοῦ υἱοῦ λοιπὸν ἀξίαν ἀνέδραμε. ∆ιόπερ ὁ μὲν δοῦλος καὶ πτωχὸς λέγεται, τῷ μηδὲν ἴδιον ἔχειν· ὁ δὲ υἱὸς ἤδη καὶ πλούσιος, τῷ κληρονόμος εἶναι τῶν πατρι κῶν ἀγαθῶν. Παρεμβαλεῖ οὖν ἄγγελος Κυρίου κύ κλῳ τῶν φοβουμένων αὐτόν. Παντὶ πεπιστευκότι εἰς τὸν Κύριον ἄγγελος παρεδρεύει, ἐὰν μήποτε αὐ τὸν ἡμεῖς ἐκ τῶν πονηρῶν ἔργων ἀποδιώξωμεν. Ὡς γὰρ τὰς μελίσσας καπνὸς φυγαδεύει, καὶ τὰς περι στερὰς δυσωδία ἐξελαύνει· οὕτω καὶ τὸν φύλακα τῆς ζωῆς ἡμῶν ἄγγελον ἡ πολύδακρυς καὶ δυσώδης ἀφ ίστησιν ἁμαρτία. Ἐὰν ἔχῃς ἐν τῇ ψυχῇ ἄξια φυλακῆς ἀγγελικῆς ἔργα, καὶ νοῦς πλούσιος ἐν τοῖς τῆς ἀλη θείας θεωρήμασιν ἐνοικῇ σοι διὰ τὸν πλοῦτον τῶν τιμίων ἔργων τῆς ἀρετῆς, ἀναγκαίως φρουρούς σοι καὶ φύλακας παρακαθίστησιν ὁ Θεὸς, καὶ περιτειχί ζει σε φυλακῇ ἀγγέλων. Σκόπει δὲ ἡλίκη ἐστὶ τῶν ἀγγέλων ἡ φύσις· ὅτι ὅλῳ στρατοπέδῳ καὶ παρεμ βολῇ πολυανθρώπῳ παρεικάζεται ὁ εἷς ἄγγελος. ∆ιὰ μὲν οὖν τὸ μέγεθος τοῦ