1
Commentaria in Psalmos
23.66 ΕΥΣΕΒΙΟΥ ΕΙΣ ΤΑΣ ΕΠΙΓΡΑΦΑΣ ΤΩΝ ΨΑΛΜΩΝ. ΕΡΜΗΝΕΙΑ ΤΙΝΩΝ ΚΑΤ' ΕΠΙΤΟΜΗΝ.
Ἑκατὸν πεντήκοντα τυγχάνουσιν οἱ ψαλμοὶ, ἱεροῦ τοῦ νʹ τυγχάνοντος ἀριθμοῦ·
ἐν μὲν ἡμέραις ποιῶν τὴν Πεντηκοστὴν, ἐν δὲ ἐνιαυτοῖς τὸν παρ' Ἑβραίοις καλούμενον Ἰωήλ. Νάβλα δὲ παρ' Ἑβραίοις λέγεται τὸ ψαλτήριον, ὃ δὴ μόνον τῶν μουσικῶν ὀργάνων ὀρθότατον, καὶ μὴ συνεργούμενον εἰς ἦχον ἐκ τῶν κατωτάτω μερῶν, ἀλλ' ἄνωθεν ἔχειν τὸν ὑπηχοῦντα χαλκόν. Ψαλμοὶ μὲν οὖν οἱ διὰ μόνου τοῦ ὀργάνου χωρὶς φωνῆς ἀνακρουόμενοι· ᾠδὴ δὲ οἱ διὰ φωνῆς ἐμμελοῦς· ᾠδὴ δὲ ψαλμοῦ τὸ τῷ ὀργάνῳ σύμφωνον ἐπάγειν φωνήν· ψαλμὸς δὲ ᾠδῆς ἀνάπαλιν, προηγουμένης τῆς τῶν κρουσμάτων φωνῆς. Ἀλληγορίας δὲ νόμῳ, ψαλμὸς μὲν σώματος κίνησις ἐναρμόνιος εἰς ἐργασίαν ἀγαθὴν, κἂν μὴ πάνυ τις ἐπακολουθῇ θεωρία· ᾠδὴ δὲ χωρὶς πράξεως ἀληθείας κατάληψις, φωτιζομένης ψυχῆς περὶ Θεοῦ καὶ τῶν λογίων αὐτοῦ. Ὠδὴ δὲ ψαλμοῦ, προαγούσης πράξεως γνώσεως· κατὰ τό· Ἐπιθυμήσας σοφίας διατήρησον ἐντολὰς, καὶ Κύριος χορηγήσει σοι αὐτήν. Ψαλμὸς δὲ ᾠδῆς πρᾶξις ὑπὸ γνώσεως ὁδηγουμένη, περὶ τοῦ πῶς καὶ πότε πρακτέον· διὸ καὶ πρῶται τῶν ψαλμῶν αἱ ἐπιγραφαί· οὐ γὰρ ἀπὸ θεωρίας ὁ ἅγιος ἄρχεται, ἀλλ' ἅπαν πίστει ταῖς πράξεσιν ἐπιτρέχει. Ἐπὶ δὲ τῷ τέλει πολλαὶ αἱ ᾠδαί· καὶ ὅπου ἀναβαθμοὶ, οὐδαμοῦ ψαλμὸς, οὔτε καθ' ἑαυτὸν, οὔτε μετ' ἐπιπλοκῆς. Ὠδαὶ δὲ πάντα καθ' ἑαυτάς· ἡ γὰρ ἀνάβασις πρὸς μόνην ὁρᾷ θεωρίαν. ∆ιάψαλμα δὲ παρὰ μὲν Ἀκύλᾳ καὶ τῷ Ἑβραϊκῷ οὐ κεῖται· ἀντὶ δὲ αὐτοῦ τὸ ἀεί.
ΥΠΟΘΕΣΙΣ ΕΥΣΕΒΙΟΥ ΤΟΥ ΠΑΜΦΙΛΟΥ.
Τῆς βίβλου τῶν Ψαλμῶν ἥδε ἂν εἴη ἡ διαίρεσις, ὡς τὰ ἀκριβῆ τῶν ἀντιγράφων αὐτό τε τὸ Ἑβραϊκὸν περιέχει. Οὐχ ὡς ἄν τις ὑπολάβοι πάντες εἰσὶ τοῦ ∆αυῒδ οἱ ψαλμοὶ, ἀλλὰ καὶ ἑτέρων προφητῶν ἐν τῷ ψάλλειν προφητευόντων. ∆ιόπερ ἡ πᾶσα γραφὴ παρ' Ἑβραίοις τῶν ψαλμῶν οὐ τοῦ ∆αυῒδ ἐπιγράφει· ἀλλ' ἀδιορίστως βίβλος ψαλμῶν ὀνομάζεται. Εἰς πέντε δὲ μέρη τὴν πᾶσαν τῶν Ψαλμῶν βίβλον παῖδες Ἑβραίων διαιροῦσι· πρῶτον εἰς τοὺς ἀπὸ αʹ μέχρι μʹ· δεύτερον εἰς τοὺς ἀπὸ μαʹ μέχρις οβʹ· τρίτον εἰς τοὺς ἀπὸ ογʹ μέχρις πηʹ· τέταρτον εἰς τοὺς ἀπὸ πθʹ μέχρις ρεʹ· πέμπτον εἰς τοὺς ἀπὸ ρʹ μέχρι τέλους. Ἀνεπίγραφοι δέ εἰσι ψαλμοὶ ιθʹ, ἐπιγεγραμμένοι ρλαʹ. Τῶν ἐπι 23.68 γεγραμμένων δέ εἰσιν οὕτως αἱ διαιρέσεις· τοῦ μὲν ∆αυῒδ οβʹ, τῶν υἱῶν Κορὲ ιαʹ, τοῦ Ἀσὰφ ιβʹ, Αἰθὰμ τοῦ Ἰσραηλίτου εἷς, Σολομῶντος βʹ, Μωϋσέως εἷς, ἀνώνυμοι ιζʹ, τῶν εἰς τὸ Ἀλληλούϊα ιεʹ. Εἰσὶ δὲ ἀνώνυμοι ὅσοι ἐπιγραφὰς μὲν ἔχουσιν, οὐ μὴν δηλοῦσι τίνος εἰσίν.
ΥΠΟΘΕΣΕΙΣ ΤΟΥ ΑΥΤΟΥ ΕΥΣΕΒΙΟΥ ΕΙΣ ΤΟΥΣ ΨΑΛΜΟΥΣ.
αʹ. Προτροπὴ θεοσεβείας καὶ ἀποτροπὴ τοῦ ἐναν τίου. βʹ. Προφητεία περὶ Χριστοῦ καὶ κλήσεως ἐθνῶν. γʹ. Προφητεία γενησομένων ἀγαθῶν τῷ ∆αυΐδ. δʹ. Προφητεία τῷ ∆αυῒδ περὶ ὧν πέπονθεν. εʹ. Ἐκ προσώπου τῆς Ἐκκλησίας προσευχή. ʹ. ∆ιδασκαλία ἐξομολογήσεως. ζʹ. Τῷ ∆αυῒδ ἐξομολόγησις καὶ διδασκαλία κλή σεως