8
σωματικῶς τοῦ νόμου τυγχάνοντες, οὗ διδάσκει καταφρονεῖν, ὡς περιέχοντος δικαιώματα οὐ καλὰ, καὶ προστάγματα οὐ καλὰ, προσαγόμενοι διὰ τοῦ Χριστοῦ τῷ πνευματικῷ νόμῳ ἔχοντι τὰ καλὰ δικαιώματα καὶ προστάγματα καλὰ, ἀποτίθενται τὸν βαρὺν τοῦ ἀποκτείνοντος γράμματος ζυγὸν, τοῦ Σωτῆρος φάσκοντος πρὸς τοὺς προειρημένους συνεργοὺς τὸ, Ἀποῤῥίψωμεν ἀφ' ἡμῶν τὸν ζυγὸν αὐτῶν. Τὸ δὲ, ἀφ' ἡμῶν, δύναται τοιοῦτον εἶναι· Ἀφ' ἑαυτῶν ποιήσωμεν μὴ περιμείναντες τὴν δέησιν τῶν βαρουμένων. ∆ύναται δὲ τὸ, ἀφ' ἡμῶν, καὶ οὕτω νοεῖσθαι· Κἀγὼ παρὰ τοῖς λαοῖς τοῖς μελετῶσι τὰ κενὰ γεγενημένος καὶ ἀνατρεφόμενος ὑπὸ τὸν ζυγόν εἰμι αὐτῶν περιτμηθεὶς, Καὶ ἀποῤῥίψωμεν αὐτῶν τὸν ζυγὸν, τουτέστιν ἀπ' ἐμοῦ καὶ ἀπὸ τῶν συγκατατιθεμένων μοι τὸν μὴ σώζοντα νόμον ὡς σώζοντα ἀσκούντων. Ἤ· Νομίζοντες εἶναι βάρος ἐπικείμενον καὶ ἡμῖν, τὸν ζυγὸν αὐτῶν ἀποῤῥίψωμεν. Τολμητέον γὰρ λέγειν ταῦτα εἶναι ἐν τῷ Χριστῷ διὰ τὴν πρὸς τοὺς βαρουμένους ὑπὸ τοῦ ζυγοῦ ἀγάπην, ἅπερ ἐστὶ καὶ ἐν πᾶσι τοῖς εὐσπλάγχνοις, τὰ τῶν ἄλλων ἁμαρτήματα ἴδια κρίνουσιν. Ταῦτα μὲν οὖν περὶ ἀνθρώπων τῶν τε ἀπὸ τῶν ἐθνῶν καὶ ἀπὸ τοῦ λαοῦ. Τὸ δὲ, Ὁ κατοικῶν ἐν οὐρανοῖς ἐκγελάσεται, προσαρμοστέον πρὸς τὸ, Παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, οὓς ἐκγελάσεται ὁ Θεὸς ἐν οὐρανοῖς κατοικῶν φρόνημα ἔχοντας γήϊνον. Οὐ γὰρ νενοήκασι τὴν οἰκονομίαν καὶ τὴν σοφίαν τοῦ Θεοῦ τὴν περὶ τὴν ἐνανθρώπησιν τοῦ Χριστοῦ. Τὸ δὲ, Καὶ ὁ Κύριος ἐκμυκτηριεῖ αὐτοὺς, πρὸς τὸ, Οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτό· ἵνα μυκτηρίζωνται οἱ ἄρχοντες ὑπὸ τοῦ Χριστοῦ, οἱ συναχθέντες κατὰ τοῦ Κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ. Πρέπουσαι δὲ ἀγαθοῦ Θεοῦ Υἱῷ φωναί· ὅτι, εἰ καὶ τὰ ἔθνη ἐφρύαξαν, καὶ οἱ λαοὶ ἐμελέτησαν κενὰ, ἡμεῖς γε τοὺς δεσμοὺς αὐτῶν τῶν φρυαξάντων ἐθνῶν διασπάσωμεν, καὶ τὸν ζυγὸν τῶν μελετησάντων κενὰ λαῶν ἀποῤῥίψωμεν. Ἐπεὶ δὲ οὐκέτι εὐχερῶς δέχονται τὴν θεραπείαν οἵ τε τηλικοῦτοι προειρημένοι τῆς γῆς βασιλεῖς καὶ οἱ ἄρχοντες, τῶν κατὰ τοῦ Κυρίου καὶ τοῦ Χριστοῦ 23.85 αὐτοῦ συναχθέντων ἐθνῶν τε καὶ λαῶν, βασιλέων τε καὶ ἀρχόντων, ὁρωμένων τε καὶ ἀφανῶν, προστάττει τὸ Πνεῦμα τὸ ἅγιον τοὺς τῆς εἰδωλολατρείας δεσμοὺς διαῤῥηγνύναι, καὶ τὸν βαρὺν τῆς ἁμαρτίας ζυγὸν ἀποῤῥίπτειν τῆς ἑαυτῶν ψυχῆς· οἷς καταδεδουλωμένοι πρότερον ἑτέροις ἄρχουσιν ὑπεκείμεθα· ἵνα ἐκείνων ἐλευθερωθέντες τὸν ἐλαφρὸν τοῦ Σωτῆρος ζυγὸν ἀναδεξώμεθα, ἐφ' ὃν προκαλεῖται λέγων· ∆εῦτε πρὸς μὲ πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου, καὶ ἴδετε, ὅτι χρηστός ἐστι. Λέλεκται δὲ ταῦτα πρὸς τὰ ἔθνη τὰ τῷ Χριστῷ ὑπὸ τοῦ Πατρὸς δεδομένα, προλαμβάνοντος τοῦ λόγου τοὺς μέλλοντας προσιέναι τῇ Χριστοῦ διδασκαλίᾳ, καὶ παραινοῦντος μηκέτι τὸν παλαιὸν ζυγὸν ἐπὶ τῶν ὤμων φέρειν, μηδὲ ταῖς σειραῖς τῶν προτέρων ἁμαρτημάτων ἑαυτῶν παραμένειν· ἀλλ' εἰ καί τινες ἦσαν αὐτῶν πρότερον κύριοι ἄρχοντές τε πικροὶ, οἱ πάλαι τῶν ἐθνῶν κατατυραννοῦντες δαίμονες πονηροὶ, οὓς δὴ θεοὺς ὠνόμαζον, ζυγὸν αὐτοῖς ἐπαιωροῦντες βαρὺν καὶ συγκύπτειν τὴν ψυχὴν ἐπὶ τὸ κάτω ποιοῦντες, δεσμοῖς τε αὐτοὺς ἀσεβείας καταδεσμοῦντες· τούτων ἁπάντων τὴν δυναστείαν φεύγειν παρακελεύεται· προσφεύγειν δὲ τῷ Λυτρωτῇ καὶ Σωτῆρι, καὶ δὴ κλῆρον αὐτοὺς παρὰ τοῦ ἰδίου Πατρὸς εἰληφότι. Ταῦτα δὲ, φησὶ, πράξωμεν οἱ τῆς τοῦ Χριστοῦ κληρονομίας ἄξιοι γενόμενοι, εἰδότες, ὅτι Ὁ κατοικῶν ἐν οὐρανοῖς ἐκγελάσεται αὐτοὺς, τὰ ἔθνη δηλαδὴ καὶ τοὺς λαοὺς τοὺς ἐπαναστάντας τῷ Χριστῷ αὐτοῦ, καὶ ὁ Κύριος ἐκμυκτηριεῖ αὐτούς. Ταῦτα πάλαι μὲν προφητικῶς ἀνεφωνεῖτο· πέπονθε δὲ αὐτὰ τὸ Ἰουδαίων ἔθνος πολιορκηθὲν παραχρῆμα μετὰ τὴν κατὰ τοῦ Σωτῆρος ἐπιβουλήν· καὶ κατὰ χρόνους δὲ οἱ τῆς Ἐκκλησίας τοῦ Χριστοῦ πολέμιοι, κρυφαίᾳ ἀεὶ χειρὶ πολεμούμενοι, ὑπὸ τοῦ