74
ἐξομολογούμενός σοι, ἀλλ' ἵνα ψάλλῃ σοι ἡ δόξα μου. Ἐν μὲν γὰρ τῷ καταβῆναί με εἰς διαφθορὰν οὐδεμία τις ἦν ὠφέλεια οὔτ' ἐμοὶ οὔτε ἑτέροις. Ἐγώ τε γὰρ ἀπεστερούμην τῆς παρὰ σοῦ ζωῆς, ἄλλοι τε οὐδαμῶς ἐτύγχανον τῆς δι' ἐμοῦ σωτηρίας. Ἐν δὲ τῷ μεταβάλλειν σε τὸν κοπετόν μου εἰς χαρὰν ἐμοὶ, καὶ ἐν τῷ διαῤῥῆξαί σε τὸν σάκκον μου καὶ περιζῶσαι εὐφροσύνην, οὐχ ἡ τυχοῦσα γεγένηται ὠφέλεια· ἀπολαβὼν γὰρ τὴν προτέραν ἐμαυτοῦ δόξαν, διὰ ταύτης σοι ψαλῶ, καὶ ψαλῶ σοι οὐ μετά τινος φαύλης συνειδήσεως, ἀλλὰ μετὰ πεπαῤῥησιασμένης καὶ καθαρᾶς διανοίας. ∆ιό φησιν· Ὅπως ἂν ψάλλῃ σοι ἡ δόξα μου, καὶ οὐ μὴ κατανυγῶ. Οὕτω τε διατελέσω εἰς τὸν σύμπαντα αἰῶνα, ἐξομολογούμενός σοι, καὶ τὰς σὰς διὰ παντὸς εὐεργεσίας τὰς εἰς ἐμὲ διεξιών. Κύριος ἐγενήθη βοηθός μου. Σημειωτέον, ὅτι τὸ, ἐγενήθη, οὐκ ἀεὶ οὐσίωσιν σημαίνει· ἀλλ' ἔσθ' ὅτε καὶ πρός τινα σχέσιν. Εἴ ποτε οὖν καὶ ἐπὶ τοῦ Σωτῆρος τοιαύτη γένοιτο φωνὴ, σχέσιν πρός τι καὶ οὐχὶ οὐσίωσιν σημαίνει. Ἔστρεψας τὸν κοπετόν μου εἰς χαρὰν ἐμοί. Ἡ, κοπετὸς, φωνὴ, τὴν συναίσθησιν σημαίνει, ὡς καὶ αὐτὴ ἡ πρᾶξις παρίστησι, τῶν χειρῶν τὸ στῆθος κοπτουσῶν. Ὁ οὖν ἐν συναισθήσει ἰδίων ἁμαρτημάτων γεγονὼς, καὶ ἐνεργητικῶς διὰ χειρῶν πνευματικῶν τὴν αἴσθησιν αὐτοῦ διεγείρας, μεταβαλὼν ἀπὸ τοῦ ὀλοφύρεσθαι, χαρὰν τὸν καρπὸν τοῦ Πνεύματος ἀναλήψεται. Τὸ, ἔστρεψας, δηλοῖ τὴν ἐκ τοῦ κόπτεσθαι καὶ λυπεῖσθαι εἰς χαρὰν μεταβολήν· τὸ δὲ, οὐ μὴ κατανυγῶ, οὐ μὴ μεταγνῶ, φησί. ∆όξα δὲ ψάλλουσα τοῦ ταῦτα λέγοντος τῷ Θεῷ, ὀρθὴ πολιτεία καὶ γνῶσίς ἐστιν εἰλικρινής. Κύριε ὁ Θεός μου, εἰς τὸν αἰῶνα ἐξομολογήσομαί σοι· ἀντὶ τοῦ, ἐπὶ πᾶσι 23.265 τοῖς συμβαίνουσιν, οὐ προσηνέσι μόνον, ἀλλὰ καὶ ἐπὶ πόνοις, εὐχαριστῶ σοι, ∆έσποτα. ΕΙΣ ΤΟ ΤΕΛΟΣ ΨΑΛΜΟΣ ΤΩ ∆ΑΥΙ∆, ΕΚΣΤΑΣΕΩΣ Λʹ. Οὔτε ἐν τῇ Ἑβραίων Γραφῇ, οὔτε παρὰ τοῖς λοιποῖς ἑρμηνευταῖς ἡ προγραφὴ περιέχει, ἐκστάσεως. Μήποτε δὲ διὰ τὸ ἐκφέρεσθαι τῷ ψαλμῷ· Ἐγὼ δὲ εἶπα ἐν τῇ ἐκστάσει μου· Ἀπέῤῥιμμαι ἀπὸ προσώπου τῶν ὀφθαλμῶν σου, τὴν προσθήκην τις ἐποιήσατο ἐν τῇ προγραφῇ εἰς τὸν καιρὸν καθ' ὃν ἐν ἐκστάσει γενόμενος εἶπεν· Ἀπέῤῥιμμαι ἀπὸ προσώπου τῶν ὀφθαλμῶν σου, ἀναπέμψας τὰ ἐμφερόμενα τῷ λόγω; Πλὴν ἀλλ' εἰς τὸ τέλος τοὺς ἐντυγχάνοντας παραπέμπει καὶ ἡ παροῦσα προγραφὴ, ἤτοι διὰ τὰ τελευταῖα, ἐν οἷς παραίνεσιν ἀναγκαιοτάτην περιέχει ἡ λέγουσα· Ἀγαπήσατε τὸν Κύριον πάντες οἱ ὅσιοι αὐτοῦ, ὅτι ἀληθείας ἐκζητεῖται Κύριος, καὶ τὰ ἑξῆς· ἢ διὰ τὸ προφητεύειν τινὰ περὶ τῶν κατὰ τὸ πάθος τοῦ Σωτῆρος πεπραγμένων· ἃ δὴ γίγνεσθαι ἤμελλεν ἐπὶ συντελείᾳ τοῦ αἰῶνος. Ἀλλ' ἐπεὶ καὶ τοῦ ∆αυῒδ ἐλπίδας ὑπογράφει ἀγαθὰς ὁ λόγος, αἵτινες ἤμελλον αὐτῷ εἰς τὸν μέλλοντα χρόνον ἀποδίδοσθαι, εἰκότως εἰς τὸ τέλος ἀναπέμπει τὴν προγραφήν. Περιέχει δὲ ὁ πᾶς ἱκετηρίαν τοῦ ∆αυΐδ, ὅλον ἑαυτὸν ἀναρτήσαντος τοῦ Θεοῦ, καὶ παρακαλεῖ μὴ ἐκπεσεῖν τῆς ἐλπίδος. Ἐπὶ σοὶ, Κύριε, ἤλπισα, μὴ καταισχυνθείην εἰς τὸν αἰῶνα· ἐν τῇ δικαιοσύνῃ σου ῥῦσαί με καὶ ἐξελοῦ με. Κλῖνον πρὸς μὲ τὸ οὖς σου, τάχυνον τοῦ ἐξελέσθαι με. Πολλῷ τε πλούτῳ περιῤῥεόμενος, εἰ καὶ νίκαις ταῖς κατ' ἐχθρῶν ἐκόμα, ἀλλὰ τούτων οὐδὲν πρὸς ἀσφάλειαν συμβαλεῖσθαι αὐτῷ ἐπέπειστο, μόνην δὲ τὴν ἐπὶ Κύριον ἐλπίδα· διὸ ἱκέτευε ταύτης μήποτε ἐκπεσεῖν· ἀλλὰ καὶ ἡμᾶς ἐδίδασκε τὰ ὅμοια αὐτῷ ζηλοῦντας καὶ φρονεῖν καὶ λέγειν. Ἀντὶ δὲ, ἐν τῇ δικαιοσύνῃ σου· ἐν τῇ ἐλεημοσύνῃ σου, ὁ Σύμμαχος ἐξέδωκε. Γενοῦ μοι εἰς Θεὸν ὑπερασπιστὴν, καὶ εἰς οἶκον καταφυγῆς τοῦ σῶσαί με. Ὅτι κραταίωμά μου καὶ καταφυγή μου εἶ σὺ, καὶ ἕνεκεν τοῦ ὀνόματός σου ὁδηγήσεις με καὶ διαθρέψεις με. Ταῦτα καὶ ἐν τῷ ἑπτακαιδεκάτῳ εἶπε ψαλμῷ. Ἐξάξεις με ἐκ παγίδος ταύτης, ἧς ἔκρυψάν