185
ἀλλοιωθησομένοις» ἐπιγράφειν, καὶ στηλογραφίαν τοὺς λόγους ἀποκαλεῖν. «Εἰς» μὲν γὰρ «τὸ τέλος,» διὰ τὸ ἐπὶ συντελείᾳ τῶν αἰώνων μέλλειν πληροῦσθαι τὰ προφητευόμενα, εἴρηται· πρόσκειται δὲ, «τοῖς ἀλλοιωθησομένοις,» ἀναγκαίως διὰ τὴν μέλλουσαν διαλήψεσθαι ἀλλοίωσιν τὴν κατάστασιν τῶν τότε πραγμάτων. Ὅτε μὲν γὰρ ταῦτ' ἐλέγετο, ἐκράτει τῶν ἀλλοφύλων ὁ Ἰσραὴλ, καὶ τῶν πολεμίων κρείττων ἐτύγχανεν. Ἔμελλε δὲ ἄρα καιρῷ τινι ἀλλοίωσιν ὑπομένειν, καὶ ὑπὸ τοῖς ἐχθροῖς γίνεσθαι. ∆ιό φησιν ἡ προγραφή· «Εἰς τὸ τέλος τοῖς ἀλλοιωθησομένοις·» ὁ δὲ Σύμμαχος, «Ὑπὲρ τῶν ἀνθῶν·» ὁ δὲ Ἀκύλας, «Ἐπὶ κρίνων.» Ὡς γὰρ τὰ κρίνα τοῦ ἀγροῦ καὶ ὁ χόρτος δοκεῖ μέν τινα πρὸς βραχὺ φαίνεσθαι ὡραῖα, ὅσον δὲ οὔπω μεταβάλλει καὶ φθείρεται· οὕτως καὶ τὰ πράγματα τοῦ λαοῦ, ἀνθοῦντα τότε, ἔμελλεν ὅσον οὔπω μεταβάλλειν. ∆ιὸ καὶ ὁ Σωτὴρ ἐν ταῖς διδασκαλίαις ἔλεγε· «Καταμάθετε τὰ κρίνα τοῦ ἀγροῦ·» καὶ πάλιν· «Εἰ δὲ τὸν χόρτον τοῦ ἀγροῦ σήμερον ὄντα, καὶ αὔριον εἰς κλίβανον βαλλόμενον·» ἀλλὰ καὶ, «Πᾶσα σὰρξ χόρτος, καὶ πᾶσα δόξα αὐτῆς ὡς ἄνθος χόρτου. Ἐξηράνθη ὁ χόρτος, καὶ τὸ ἄνθος ἐξέπεσε· τὸ δὲ ῥῆμα Κυρίου μένει εἰς τὸν αἰῶνα·» οἷς ὁ Προφήτης κατὰ τοὺς λοιποὺς ἑρμηνευτὰς προστίθησι λέγων· «Ἀληθῶς χόρτος ὁ λαός· ἐξηράνθη ὁ χόρτος, ἐξέπεσε τὸ ἄνθος,» ἀκαλύπτως τὸ Ἰουδαίων ἔθνος δηλώσας. Αὐτὰ δὴ οὖν ταῦτα καὶ νῦν τὸ Πνεῦμα τὸ ἅγιον διὰ τοῦ ∆αυῒδ μαρτύρεται, προαναφωνοῦν τὴν μέλλουσαν ἔσεσθαι τοῦ λαοῦ ἀλλοίωσιν καὶ μεταβολήν. ∆ιὸ κατὰ τὸν Ἀκύλαν εἴρηται, «Ἐπὶ κρίνων μαρτυρίας·» κατὰ δὲ τὸν Σύμμαχον, «Ὑπὲρ τῶν ἀνθῶν μαρτυρία·» κατὰ δὲ τοὺς Ἑβδομήκοντα, «Τοῖς ἀλλοιωθησομένοις εἰς στηλογραφίαν,» Πολλὴν δὲ ἀκολουθίαν ἔχοι ἂν πρὸς τὰ ἐν τῷ πρὸ τούτου λελεγμένα. Ἐπεὶ κἀκεῖνος τὴν τοῦ ἔθνους ἀποβολὴν ἐδήλου λέγων· «Ἐπιστρέψουσιν εἰς ἑσπέραν, καὶ λιμώξουσιν ὡς κύων, καὶ κυκλώσουσι πόλιν,» καὶ τὰ ἐπιφερόμενα. Οἷς ἑξῆς περὶ τῆς κλήσεως τῶν ἐθνῶν ἔφασκε· «Καὶ σὺ, Κύριε ὁ Θεὸς τῶν δυνάμεων, ὁ Θεὸς Ἰσραὴλ, πρόσχες τοῦ ἐπισκέψασθαι πάντα τὰ ἔθνη.» Τὴν δὲ στηλογραφίαν καὶ νῦν ὡς καὶ ἐν τοῖς ἔμπροσθεν ὁ μὲν Ἀκύλας, «ταπεινοῦ τελείου τοῦ ∆αυΐδ·» ὁ δὲ Σύμμαχος, «ταπεινόφρονος τοῦ ∆αυῒδ καὶ ἀμώμου,» ἡρμήνευσαν. Στήλης γὰρ ἦν ἀξία ἡ τοῦ τοσούτου βασιλέως μετριοφροσύνη. Τοσούτων γὰρ πολέμων περιγενόμενος, καὶ τοὺς μέχρι τῆς Μέσης τῶν ποταμῶν ὑποτάξας, ὑποφόρους τε αὐτοὺς καταστησάμενος, ἐν τῷ οἰκείῳ διέμενεν ἤθει, ἐν ᾧ καὶ ὅτε ἠλαύνετο ὑπὸ τοῦ Σαοὺλ, καὶ τὰς ἐρήμους φεύγων κατῴκει, διέπρεπε. Καὶ τότε γὰρ ὑπὸ τῆς θείας Γραφῆς, ὡς ταπεινὸς τέλειος, ἢ ταπεινόφρων καὶ ἄμωμος στηλῶν αἰωνίων ἠξιοῦτο· καὶ νῦν δ' ὅτε βασιλεύων τοσούτοις ἐπεξῄει πολεμίοις, καὶ τὸν ἁπάντων συνῆγε πλοῦτον, ἐπὶ τῆς αὐτῆς διέμενε προαιρέσεως· διὸ στηλογραφίας ἠξιοῦτο, καὶ πνεύματος ἠξιοῦτο προφητικοῦ. Ἐπιτήρει δὲ ὅπως κατὰ τούτου τοῦ χρόνου ὁ Ἰσραὴλ, βασιλεύοντος ∆αυῒδ, μέχρι τῆς Μέσης τῶν ποταμῶν ἐκράτει, καὶ φόρους παρὰ τῶν πέριξ ἐθνῶν ἐλάμβανε, τῆς τοῦ Θεοῦ ἐπαγγελίας τῆς πρὸς τὸν Ἀβραὰμ εἰς ἔργα χωρούσης· δι' ἧς ἐπηγγέλλετο δώσειν τῷ σπέρματι αὐτοῦ πᾶσαν τὴν γῆν ἀπὸ τοῦ πο 23.557 ταμοῦ Αἰγύπτου, μέχρι τοῦ ποταμοῦ Εὐφράτου· ἃ δὴ βασιλεύοντος τοῦ ∆αυῒδ ἔργοις ἐπληροῦτο· τοῦτο γοῦν καὶ ἡ παρατεθεῖσα ἱστορία τῆς Βασιλειῶν γραφῆς ἐμαρτύρει. Ἀλλὰ γὰρ φωτισθεὶς ὁ προφήτης ὑπὸ τοῦ ἁγίου Πνεύματος, θεσπίζει τὰ ἐν τοῖς μέλλουσι χρόνοις συμβησόμενα. Τίνα δὲ ἦν ταῦτα διδάσκει λέγων· «Εἰς τὸ τέλος τοῖς ἀλλοιωθησομένοις.» Εἶθ' ἑξῆς προϊὼν ἐπάγει· «Ὁ Θεὸς, ἀπώσω ἡμᾶς καὶ καθεῖλες ἡμᾶς,» καὶ τὰ ἑξῆς· οἷς μεθ' ἕτερα ἐπιλέγει· «Ὁ Θεὸς ἐλάλησεν ἐν τῷ ἁγίῳ αὐτοῦ· ἀγαλλιάσομαι καὶ διαμεριῶ Σίκιμα, καὶ τὴν κοιλάδα τῶν σκηνῶν διαμετρήσω,» καὶ τὰ ἑξῆς. Σημαίνει δὲ διὰ τούτων τοῦ Θεοῦ διαλλαγὰς πρὸς τοὺς ἀλλοφύλους. Ὁ Θεὸς γὰρ,