391
κύτους σὺ μόνος δεσπόζεις, καὶ τὸν σάλον τῶν κυμάτων αὐτῆς σὺ μόνος καταπραΰνεις, περιθεὶς αὐτῇ κλεῖθρα καὶ πύλας, καὶ ὅρια αὐτῇ πηξάμενος, ὡς ἂν μὴ ὑπερβᾶσα κατακλύσειε τὴν τῶν ἀνθρώπων οἰκουμένην. Ὃ δὴ καὶ αὐτὸ ἕν τι τυγχάνει 23.1088 μέγιστον τῆς σῆς δυνάμεως δεῖγμα. Ὡς γὰρ δεσπότῃ δουλεύουσα ἡ τοσαύτη τῶν ὑδάτων κίνησις, κυρτουμένη εἰς ὕψος καὶ ἐπαιρομένη πτήσσει, καὶ εἰς ἑαυτὴν καταράσσεται, εἴσω τῶν οἰκείων ὅρων ἀποκεκλεισμένη. Ὥσπερ δὲ τὰ κύματα καὶ τὰς ἀπειλὰς τῆς θαλάσσης ἐχαλίνωσας τῷ σῷ προστάγματι, καὶ τὰ ὑψώματα αὐτῆς, τάς τε ὁρμὰς καὶ τοὺς θυμοὺς κατεπράϋνας· οὕτω δὲ καὶ ἐπὶ τῶν ἀοράτων δυνάμεων, εἴ τινές ποτε εἶεν ἐχθραὶ καὶ ἐναντίαι τῇ βουλῇ τῆς σῆς προνοίας, καὶ ταύτας, ἅτε μόνος καὶ ὑπὲρ πάντας ὢν δυνατώτατος, διεσκόρπισας, τόν τε τούτων ἄρχοντα καὶ τύραννον καὶ ἀλαζόνα τινὰ ὄντα καὶ ὑπερήφανον, ἄρχοντα τοῦ αἰῶνος τούτου, σὺ τῇ σαυτοῦ δυνάμει ἐταπείνωσας, καὶ τραυματίαν εἰργάσω, πατάξας αὐτὸν τῇ ῥομφαίᾳ τῇ μεγάλῃ καὶ τῇ φοβερᾷ, ἀκολούθως τῇ φασκούσῃ προφητείᾳ· Ἐπάξει Κύριος τὴν ῥομφαίαν τὴν μεγάλην καὶ τὴν ἰσχυρὰν ἐπὶ τὸν δράκοντα, ὄφιν τὸν σκολιὸν, φεύγοντα· καὶ ἀνελεῖ τὸν δράκοντα τὸν ἐν τῇ θαλάσσῃ. Καὶ ἐπειδήπερ ἄλλος προφήτης τὸν τραυματίαν τοῦτον δράκοντα ἐπὶ τῆς θαλάσσης ποιεῖσθαι τὰς διατριβὰς ἐδίδαξε, φήσας· Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος. Ἐκεῖ ἑρπετὰ ὧν οὐκ ἔστιν ἀριθμός. ∆ράκων οὗτος ὃν ἔπλασας ἐμπαίζειν αὐτῷ· ἐπίστησον μήποτε ταύτην αὐτὴν ᾐνίξατο τὴν θάλασσαν καὶ ὁ παρὼν λόγος φήσας· Σὺ δεσπόζεις τοῦ κράτους τῆς θαλάσσης, τὸν δὲ σάλον τῶν κυμάτων αὐτῆς σὺ καταπραΰνεις· τούτοις γοῦν συνῆψε τὸ, Σὺ ἐταπείνωσας ὡς τραυματίαν ὑπερήφανον· ἐν τῷ βραχίονι τῆς δυνάμεώς σου διεσκόρπισας τοὺς ἐχθρούς σου. Τὸ γὰρ χωρίον τῶν ἀντικειμένων δυνάμεων, τῶν τε δαιμόνων καὶ τῶν πνευμάτων πονηρῶν, θάλασσαν ἔοικεν ἀποκαλεῖν. ∆ιὸ καὶ ἐπήγαγε τῷ περὶ τῆς θαλάσσης λόγῳ τὰ περὶ τοῦ τραυματίου καὶ τὰ περὶ τῶν ἐχθρῶν τοῦ Θεοῦ, ἄντικρυς τὰς ἀντικειμένας δυνάμεις καὶ τὸν τούτων ἄρχοντα σημήνας. Καὶ ἐν ἑτέρῳ δὲ εἴρηται ψαλμῷ· Σὺ συνέθλασας τὰς κεφαλὰς τῶν δρακόντων ἐπὶ τοῦ ὕδατος. Σὺ συνέθλασας τὴν κεφαλὴν τοῦ δράκοντος, ἔδωκας αὐτὸν βρῶμα λαοῖς τοῖς Αἰθίοψι· καὶ ἐν τῷ Ἰώβ· Ἄξεις δὲ δράκοντα ἐν ἀγκίστρῳ, περιθήσεις δὲ φορβαίαν περὶ τὴν ῥῖνα αὐτοῦ, ψελλίῳ δὲ τρυπήσεις τὸ χεῖλος αὐτοῦ. Λαλήσει δέ σοι δεήσει καὶ ἱκετηρίᾳ μαλακῶς, λήψῃ δὲ αὐτὸν δοῦλον αἰώνιον. Καὶ ἑξῆς ἐπάγει· Αὐτὸς δέ ἐστι βασιλεὺς πάντων τῶν ἐν τοῖς ὕδασι. Κατὰ τὸ αὐτὸ εἴρηται περὶ τοῦ αὐτοῦ δράκοντος ἐκ προσώπου τοῦ Κυρίου πρὸς τὸν Ἰώβ· Οὐ δέδοικας, ὅτι ἡτοίμασταί μοι τὰ χοῦν; καὶ διὰ τῶν προκειμένων ἀναγκαίως τούτων ἐμνημόνευσε τὸ θεῖον Πνεῦμα, διδάσκον τοῦ Μονογενοῦς τοῦ Θεοῦ τὴν μέχρι τῆς δηλωθείσης θαλάσσης κάθοδον. Προθεολογήσας γοῦν αὐτὸν, καὶ τὴν πρώτην αὐτοῦ διατριβὴν τὴν ἐν τοῖς ἁγίοις εἰπὼν, τίς τέ ἐστι, καὶ μεθ' ὁποίων καὶ ἐν ποίοις πρόεισιν*, ἑξῆς καὶ παρίστησιν, ὅτι δὴ αὐτὸς ἐκεῖνος καὶ τῆς δηλωθείσης ἡμῖν θαλάσσης κρατήσει, καὶ τὸν ἐν αὐτῇ τραυματίαν ταπεινώσει, καὶ ἐν τῷ βραχίονι τοῦ κράτους αὐτοῦ πάντας τοὺς ἐχθροὺς πρόσεστιν. 23.1089 αὐτοῦ διασκορπίσει. Λέγει δὲ ταῦτα ἀναγκαίως· προειπὼν γὰρ, ∆υνατὸς εἶ, Κύριε, καὶ ἡ ἀλήθειά σου κύκλῳ σου, παρίστησιν αὐτοῖς ἔργοις πῶς ὑπάρχει δυνατὸς ὁ Κύριος εἰς πίστωσιν τῆς ἀληθείας αὐτοῦ, ὑπὲρ τοῦ τὰς ἐπαγγελίας πρὸς τὸν ∆αυῒδ γεγενημένας ἀληθεῖς ἀποδεῖξαι. Σοί εἰσιν οὐρανοὶ, καὶ σή ἐστιν ἡ γῆ, τὴν οἰκουμένην καὶ τὸ πλήρωμα αὐτῆς σὺ ἐθεμελίωσας, τὸν βοῤῥᾶν καὶ τὴν θάλασσαν σὺ ἔκτισας. Θαβὼρ καὶ Ἑρμῶν ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται. Ἡ διάνοια τῶν προκειμένων τοιαύτη τίς ἐστι· Πεποίησαι μὲν, ὦ Κύριε, πρὸς τὸν ∆αυῒδ ἐπαγγελίας περὶ τοῦ σπέρματος αὐτοῦ καὶ τοῦ εἰς αἰῶνα διαρκέσοντος θρόνου αὐτοῦ· καὶ ταύτας ὤμοσας τῷ ∆αυῒδ