441
τὸν ἐκ περιτομῆς λαὸν ταῦτα λέγεται, τοιαύτην ἔχοντα διάνοιαν· Ἅπαξ ποτὲ ἤδη πρότερον ἐπὶ τῆς ἐρήμου τῆς φωνῆς ἀκούσαντες τοῦ Θεοῦ, παρεπικράνατε αὐτὸν σκληρύναντες ἑαυτῶν τὰς καρδίας ἐπὶ Μωϋσέως· ἀλλ' ἐπειδήπερ ὁ αὐτὸς τοῦ Θεοῦ Λόγος μέλλει δεύτερον ἀνθρώποις λαλεῖν ἐπιφανεὶς τῷ βίῳ, καὶ παρ' ὑμῖν αὐτοῖς διδάσκειν τὰ τῆς Καινῆς ∆ιαθήκης μυστήρια, ὁρᾶτε μὴ πάλιν σκληρύνητε ἑαυτοὺς ὡς τὸ πρὶν ἐσκληρύνατε, μηδὲ αὖθις αὐτὸν παραπικράνητε, ἐὰν αὖθις τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μηδὲ τοὺς πατέρας ὑμῶν κατὰ τοῦτο μιμήσησθε, ὅπως μὴ στερήσητε αὑτοὺς τοῦ ἀληθινοῦ σαββατισμοῦ καὶ τῆς καταπαύσεως αὐτοῦ, ἣν καταπαύσει αὐτὸς ὁ τοῦ Θεοῦ Λόγος, τὴν οἰκείαν ἀπολαβὼν βασιλείαν, καὶ ἐν αὐτῇ ἀναπαυσόμενος, πάντας τε τοὺς παραδεχομένους αὐτὸν εἰς τὴν αὐτὴν ἀνάπαυλαν ὑποδεξόμενος, καὶ τὸ ἅγιον καὶ τὸ ἀληθὲς αὐτοῦ Σάββατον παρέξων τοῖς ἀξίοις τῆς παρ' αὐτῷ καὶ σὺν αὐτῷ ἀναπαύσεως. Κατὰ τὴν ἡμέραν τοῦ πειρασμοῦ ἐν τῇ ἐρήμῳ, οὗ ἐπείρασάν με οἱ πατέρες ὑμῶν, ἐδοκίμασάν με καὶ εἶδον τὰ ἔργα μου. Τεσσαράκοντα ἔτη προσώχθισα τῇ γενεᾷ ταύτῃ· καὶ εἶπα· Ἀεὶ πλανῶνται τῇ καρδίᾳ. Αὐτοὶ δὲ οὐκ ἔγνωσαν τὰς ὁδούς μου, ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου, εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου. Ὅπως ἐπείρασαν τὸν Θεὸν ἐν τῇ ἐρήμῳ οἱ πατέρες οὐχὶ τῶν πάλαι Ἰουδαίων μόνον, ὡς ἂν ὑπολάβοι τις, ἀλλὰ τῶν καὶ σήμερον ἀκουόντων μὲν τῆς φωνῆς τοῦ Θεοῦ, σκληρυνομένων δὲ, κεῖται παρὰ Μωϋσεῖ, καὶ ἐν οʹ δὲ καὶ ζʹ ψαλμῷ πολλάκις εἴρηται, καὶ ἐν ρεʹ· ἅπερ καθ' ἑαυτὸν ἐπιζητήσας εὑρήσεις. Ἐπεὶ τοίνυν διὰ ταῦτα ὤμοσεν ὁ Θεὸς μὴ εἰσελεύσεσθαι τοὺς παραπικράναντας εἰς τὴν κατάπαυσιν αὐτοῦ, ἣν ὁ λόγος διὰ βραχέων παρέστησε, προνοητέον καὶ ἡμῖν καὶ μεριμνητέον μὴ τοῖς ὁμοίοις περιπεσεῖν. Τὰ αὐτὰ γὰρ καὶ ἡμᾶς διαδέξεται, εἰ τῆς τοῦ Θεοῦ φωνῆς εἰς ἔτι καὶ νῦν κατὰ τὴν σήμερον ἡμέραν ἀνακαλουμένης ἡμᾶς ἀκούοντες σκληρύνωμεν τὰς ἑαυτῶν καρδίας· διαλήψεται γὰρ καὶ ἡμᾶς ὀργὴ Θεοῦ καὶ ἀποπεσούμεθα τῆς παρ' αὐτῷ καὶ σὺν αὐτῷ ἀναπαύσεως. Ὁποία δέ ἐστιν ἡ ὀργὴ, παρίστησιν ὁ Ἀπόστολος λέγων· Κατὰ δὲ τὴν σκληρότητά σου, καὶ ἀμετανόητον καρδίαν, θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως δικαιοκρισίας τοῦ Θεοῦ. Τίς δὲ καὶ ἡ κατάπαυσις αὐτοῦ 23.1217 ἀλλ' ἡ μετὰ τὴν ἔξοδον τοῦ παρόντος βίου σὺν αὐτῷ διατριβὴ, καθ' ἣν ἀναπαυσόμεθα ἐν τῇ αὐτοῦ βασιλείᾳ, πάσης τῆς διὰ πράξεως ἀγωγῆς ἀπηλλαγμένοι, μόνῃ δὲ τῇ τῶν θείων καὶ ἐπουρανίων θέᾳ προσανέχοντες; ὅτε ἀποδράσεται μὲν ὀδύνη καὶ λύπη καὶ στεναγμός· ἀργία δὲ καὶ ἀπαλλαγὴ κακῶν, σχολή τε καὶ ἀνάπαυλα καὶ τὸ ἀληθινὸν Σάββατον ἡμᾶς διαδέξεται· ἐν ᾧ Σαββάτῳ ἀληθινῷ καὶ αὐτὸς ὁ τοῦ Θεοῦ Λόγος ἀναπαύσεται· τὸ μὲν περὶ τὸν αἰσθητὸν κόσμον, τῷ Ἰουδαίων λαῷ τὰ ἐν αὐτῷ προσφωνῶν, καὶ παρακαλῶν αὐτοὺς, εἰ δεύτερον καταξιωθεῖεν, ὡς τὸ πρῶτον ἐπὶ τῆς ἐρήμου, ἀκοῦσαι τῆς τοῦ Θεοῦ Λόγου φωνῆς, ἥτις ἤμελλεν αὐτοῖς πάλιν κατὰ τὴν ἐνανθρώπησιν αὐτοῦ λαλεῖν, μὴ τοὺς πατέρας αὐτῶν ζηλῶσαι, μηδ' αὖθις τὸν Θεὸν παραπικράναι ὡς καὶ πρότερον. Τοιαῦτα δὲ παρακαλῶν, προλέγειν μοι δοκεῖ καὶ προαινίττεσθαι τὴν ἐσομένην αὐτῶν εἰς τὸν Χριστὸν ἀπιστίαν, ἅτε τὸ μέλλον μὴ ἀγνοῶν· ἐπάγει δ' οὖν ἑξῆς ἐκ προσώπου τοῦ Θεοῦ καὶ φησίν· Καὶ εἶπα· Ἀεὶ πλανῶνται τῇ καρδίᾳ· καὶ πάλιν· Ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου, εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου. Εἰ γὰρ ἀψευδὲς τυγχάνει τὸ θεῖον στόμα, ὅρον τε ἐξήνεγκεν καὶ ἀπεφήνατο, ὅτι ἀεὶ πλανῶνται, ὅρκῳ τε ἐβεβαίωσε τὸ μὴ εἰσελθεῖν αὐτοὺς εἰς τὴν κατάπαυσιν αὐτοῦ· σαφῶς τὸ μέλλον ἐθέσπισεν. Ὅθεν φαίνονται ὥσπερ τὸ πρῶτον ἐπὶ Μωϋσέως, οὕτω καὶ τὸ δεύτερον ἐπὶ τοῦ Κυρίου πλανηθέντες τῇ καρδίᾳ, καὶ διὰ τοῦτο τῆς ἐπαγγελίας στερηθέντες. ∆ιόπερ ἀκολούθως μετὰ τὸν παρόντα ψαλμὸν ὁ ἑξῆς πάντα τὰ ἔθνη εἰς τὴν ἐπαγγελίαν τοῦ Θεοῦ καλεῖ, ὡς ἂν τοῦ προτέρου