7
βασιλείας τῆς γῆς ἐπὶ τὴν σωτηρίαν καλεῖ. Ταῦτα δὲ πάντα διὰ τοῦ Χριστοῦ προξενηθήσεσθαι ἀνθρώποις θεσπίζει σφόδρα ἀκολούθως. Ἔδει γὰρ ἡμᾶς προμεμαθηκότας περὶ 23.81 τῶν δύο ὁδῶν, ἑξῆς καὶ τὰ περὶ τοῦ Σωτῆρος παιδευθῆναι· δι' οὗ πάντες ἄνθρωποι τὴν μὲν τῶν ἀσεβῶν ὁδὸν ἐξέφυγον, ἔτυχον δὲ τῆς ὁδοῦ τῆς σωτηρίου διὰ τῆς εἰς αὐτὸν πίστεως· ὃ δὴ παρίστησιν φάσκων ὁ λόγος· Μακάριοι πάντες οἱ πεποιθότες εἰς αὐτόν. Παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ Κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ. Σωτὴρ ἀνθρώποις ἐπιδεδήμηκεν ὁ Χριστὸς τοῦ Θεοῦ· Σωτὴρ καὶ φωστὴρ τῶν ἐθνῶν ἁπάντων, διδάσκαλος εὐσεβείας, σωφροσύνης καθηγεμὼν, δικαιοσύνης ἀρχηγὸς, ἀρετῆς ἁπάσης καὶ θεογνωσίας ἀληθοῦς αἴτιος. Τί δὲ οὖν, φησὶ, ταράττεται τὰ ἔθνη ἐπὶ τῇ τῶν τοσούτων ἀγαθῶν παρουσίᾳ; Εἰ δὲ καὶ πληρωτὴς ἐλήλυθε τοῦ Μωϋσέως νόμου, ὥσπερ οὖν αὐτὸς διδάσκει λέγων· Οὐκ ἦλθον καταλῦσαι τὸν νόμον, ἀλλὰ πληρῶσαι, καὶ τὰ τῶν προφητῶν λόγια δι' αὐτοῦ τέλους ἐτύγχανε· τί δὲ οἱ ταῦτα μελετῶντες, καὶ διὰ στόματος αὐτὰ φέρειν σπουδάζοντες, οἱ τοῦ Ἰουδαίων ἔθνους λαοὶ ματαίαν ἐποιήσαντο περὶ αὐτοῦ μελέτην; Ἀλλὰ καὶ οἱ καθ' ὅλης τῆς οἰκουμένης τῶν ἐθνῶν ἄρχοντες, οἵ τε κατὰ χρόνους βασιλεῖς τῆς γῆς, τί δὴ παθόντες δεινὸν, ἢ τί λέγειν ἔχοντες διαβολῆς ἄξιον, ὁμοῦ καὶ κατὰ τὸ αὐτὸ κακὴν ταύτην συνετάξαντο συμφωνίαν, ὡς μίαν ἐπιβουλὴν ἀρτῦσαι καὶ μίαν ἀσεβῆ γνώμην βουλεύσασθαι κατὰ τοῦ τῶν ὅλων δεσπότου τε καὶ βασιλέως Θεοῦ, καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ; Οἱ γοῦν τὸν ὑπὸ τοῦ πάντων Κυρίου τε καὶ Θεοῦ ἀπεσταλμένον ἀνθρώποις Σωτῆρα πολεμοῦντες, ἐλαύνοντές τε αὐτοῦ τὴν διδασκαλίαν καὶ τὴν Ἐκκλησίαν αὐτοῦ κατὰ χρόνους διώκοντες βασιλεῖς καὶ ἄρχοντες τῆς γῆς λελήθασιν οὐ μόνον εἰς τὸν Χριστὸν, ἀλλὰ καὶ εἰς τὸν ἀπεσταλκότα αὐτὸν ἐκτείνοντες τὰ τῆς ἀσεβείας. Χριστὸν μὲν οὖν ὀνομαστὶ ὑπὸ ἀνθρώπων ἐπιβουλευόμενον σαφῶς ἐν τούτοις ὁ λόγος θεσπίζει. Προϊὼν δὲ καὶ Υἱὸν τοῦ Θεοῦ ὀνομάζει· ἀλλὰ καὶ κλῆρον αὐτῷ παρὰ τοῦ Πατρὸς δοθήσεσθαι πάντα τὰ ἔθνη καὶ τὰ πέρατα τῆς γῆς διδάσκει· ἃ δὴ ἐπὶ μόνῳ τῷ ἡμετέρῳ Σωτῆρι πεπληρωμένα δείκνυται. Ἐπεὶ δὲ γεγόνασι παρὰ Ἰουδαίοις καὶ ἕτεροι Χριστοὶ, ἱερεῖς δηλαδὴ καὶ βασιλεῖς τοῦ ἔθνους, σκοπήσεις ἐπὶ τίνος τούτων τὰ θεσπιζόμενα συμβέβηκεν· εἴ τις καὶ ἄλλος ἐπιβουλεύεται, εἴ τις Υἱὸς Θεοῦ κέκληται, εἴ τις τῶν ἐθνῶν ἁπάντων κεκράτηκεν· εἴ τις καθ' ὅλης Χριστὸς ἐγνώσθη τῆς οἰκουμένης. Ἀλλ' οὐκ ἂν ἔχοι τις εἰπεῖν· μόνος γὰρ ὁ Σωτὴρ ἡμῶν Ἰησοῦς Χριστὸς τῆς οἰκείας προσηγορίας τὸν σύμπαντα κατέπλησε κόσμον, Χριστιανῶν ἐξ αὐτοῦ πᾶσαν τὴν οἰκουμένην πληρώσας, καὶ ἐπὶ μόνῳ αὐτῷ ἕκαστος τῶν εἰρημένων τέλους ἔτυχεν. ∆ιάψαλμα. Τὸ διάψαλμα παρὰ τοῖς Ἑβδομήκοντα κεῖται, οὐκέτι δὲ παρὰ Θεοδοτίωνι καὶ Συμμάχῳ. Καίτοι γε εἰώθασι πολλάκις χρῆσθαι τῇ λέξει ταύτῃ ὁμοίως τοῖς Ἑβδομήκοντα. ∆ιὸ εἰκὸς, εἰ καὶ τὸ πρόσωπον 23.84 μεταβέβληκε, τὸν μουσικὸν ῥυθμὸν τετηρεῖσθαι, καὶ διὰ τοῦτο μὴ προστεθεικέναι τὸ διάψαλμα τὸν Θεοδοτίωνα καὶ τὸν Σύμμαχον. ∆ιαῤῥήξωμεν τοὺς δεσμοὺς αὐτῶν, καὶ ἀποῤῥίψωμεν ἀφ' ἡμῶν τὸν ζυγὸν αὐτῶν. Ὁ κατοικῶν ἐν οὐρανοῖς ἐκγελάσεται αὐτοὺς, καὶ ὁ Κύριος ἐκμυκτηριεῖ αὐτούς. Πρὸς τοὺς πρώτους στίχους τοὺς πρὸ τοῦ διαψάλματος ἡγούμεθα τούτους ἀποδίδοσθαι. ∆ιαῤῥήξωμεν τοὺς δεσμοὺς αὐτῶν, καὶ ἀποῤῥίψωμεν ἀφ' ἡμῶν τὸν ζυγὸν αὐτῶν. Τὰ ἔθνη, σειραῖς τῶν ἰδίων ἁμαρτιῶν σφιγγόμενα καὶ οὐκ ὄντα ἐλεύθερα, δέδεται τοῖς ἰδίοις αὐτῶν κακοῖς· καὶ ὁ Χριστός φησιν, ἤτοι πρὸς τοὺς διακονοῦντας αὐτῷ ἀγγέλους, ἢ πρὸς τὸν Πατέρα καὶ τὸ Πνεῦμα τὸ ἅγιον, ἢ τρίτον τοὺς ἀποστόλους καὶ ὑπηρέτας τοῦ Εὐαγγελίου, παρακαλῶν αὐτοὺς ἐπὶ τὸν διασπασμὸν καὶ τὴν διάῤῥηξιν αὐτῶν, τό· ∆ιαῤῥήξωμεν τοὺς δεσμοὺς αὐτῶν. Οἱ δὲ λαοὶ, ὑπὸ τὸν ζυγὸν