31
τοῖς ἄλλοις κρίμασι τοῖς γινομένοις περὶ συναλλάγματα καὶ κοινωνίας οὐκ εἰς πρόσωπα βλέπειν δεῖ· οὕτως ἐν τοῖς βουλευομένοις οὐκ εἰς ἀρχὴν καὶ περιουσίαν σκοπητέον· ἀλλ' εἰς νοῦν διηρθρωμένον καὶ τὸ εὐσυνείδητον ἔχοντα. Ἐπιστατέον ἐκλαβεῖν, εἰ δυνατὸν, περὶ τῶν Ἰουδαίων τὰ προκείμενα, τὴν τοῦ Σωτῆρος βουλὴν καταισχῦναι σπευδόντων, τῷ ἡγεῖσθαι αὐτὸν πτωχόν τινα εἶναι, καὶ μὴ πλοῦτον θεότητος. Ἀεὶ γοῦν καὶ ἀντιλέγουσι τῇ διδασκαλίᾳ αὐτοῦ, καὶ τὰς τεραστίους δυνάμεις κακολογοῦσιν, ὡς μὴ θεϊκῇ δυνάμει, ἀλλ' ἄλλοθέν ποθεν γεγενημένας. Τίς δώσει ἐκ Σιὼν τὸ σωτήριον τοῦ Ἰσραήλ; ἐν τῷ ἐπιστρέψαι Κύριον τὴν αἰχμαλωσίαν τοῦ λαοῦ αὐτοῦ ἀγαλλιάσεται Ἰακὼβ, καὶ εὐφρανθήσεται Ἰσραήλ. Πάντων ἐκκλινάντων καὶ ἅμα ἀχρειωθέντων καιρὸς ἦν εἰς εὐχὴν τρέψαι τὸν λόγον, ὡς πρεσβείας τρόπῳ φάναι· Τίς δώσει ἐκ Σιὼν τὸ σωτήριον τοῦ Ἰσραήλ; Αὐτοῦ γὰρ χρεία λοιπὸν, τοῦ ἄφεσιν ἁμαρτημάτων παρέχοντος, τοῦ αἰτίου τῆς αἰωνίου σωτηρίας. Τοῦτο τὸ σωτήριον τὸ κατὰ σάρκα ἐκ σπέρματος ∆αυῒδ γεγονὸς, ἐκ τῆς Σιὼν δέδοται· Ἥξει γὰρ ἐκ Σιὼν ὁ ῥυόμενος, καὶ ἀποστρέψει ἀσεβείας ἀπὸ Ἰακώβ. Εἰς τοῦτο λήψῃ τό· Ἐκ Σιὼν ἡ εὐπρέπεια τῆς ὡραιότητος αὐτοῦ, δυνατὸν ἐκλαβεῖν· ὡς καὶ ἐκ τῆς ἐπουρανίου Σιὼν ἐλήλυθε τὸ σωτήριον· ἐπείπερ ἐν αὐτῇ εἴρηται τὴν βασιλείαν ἔχειν ὁ Χριστός. ∆ιὸ καὶ ὁ σκοπὸς ἡμῶν καὶ ἡ ἐλπὶς τῆς ἄνω κλήσεως ἡ βασιλεία τῶν οὐρανῶν τυγχάνει. Εἶθ' ἑξῆς τὴν μέλλουσαν ἅπασιν ἀνθρώποις προξενεῖσθαι ἀπὸ κακῶν ἐλευθερίαν διὰ τοῦ σωτηρίου παρίστησι. Καὶ θέα τίνα τρόπον, ἑτέρων λυτρουμένων, ἑτέρους φησὶν ἀγαλλιᾶσθαι· ἐν τῷ γὰρ ἠλευθερῶσθαι τὴν αἰχμαλωσίαν τοῦ λαοῦ Κυρίου, Ἀγαλλιάσεται, φησὶν, Ἰακὼβ, καὶ εὐφρανθήσεται Ἰσραήλ. Τῶν οὖν πάλαι ᾐχμαλωτισμένων ὑπὸ τῆς δαιμονικῆς πλάνης ψυχῶν, μελλουσῶν διὰ τοῦ σωτηρίου τοῦ Θεοῦ ἐλευθερίας τυγχάνειν, καὶ ἐξ ἁπάντων τῶν ἐθνῶν μελλόντων ἐπιστρέφειν ἐπὶ τὸν Κύριον, οἱ πάλαι παρὰ τῷ Θεῷ ἀναπεπαυμένοι δίκαιοι καὶ προφῆται, αὐτοὶ ὄντες ὁ ἀληθῶς Ἰσραὴλ καὶ ὁ ἀληθῶς Ἰακὼβ, ἀγαλλιάσονται καὶ εὐφρανθήσονται, διὰ τὸ πληροῦσθαι αὐτῶν τὰς περὶ ἡμῶν προφητείας, καὶ διὰ τὸ συγχαίρειν τῇ ἡμετέρᾳ σωτηρίᾳ. ∆ιὸ καὶ ὁ Συμεὼν, εἰπὼν περὶ τοῦ Σωτῆρος, ὅτι Φῶς ἔσται εἰς ἀποκάλυψιν ἐθνῶν, ἐπήγαγε, καὶ δόξαν λαοῦ σου Ἰσραήλ. ΕΙΣ ΤΟ ΤΕΛΟΣ ΨΑΛΜΟΣ ΤΩ ∆ΑΥΙ∆ Ι∆ʹ. Κύριε, τίς παροικήσει ἐν τῷ σκηνώματί σου; καὶ τίς κατασκηνώσει ἐν τῷ ὄρει τῷ ἁγίῳ σου; Ἀπὸ τῶν προσεχεστέρων προβαίνων διαγράφει τὸν 23.149 τέλειον. Παροικία δέ ἐστι διαγωγὴ πρόσκαιρος ἐπ' ἐλπίδι τῆς κρείττονος. ∆ιό φησι καὶ ∆αυΐδ· Πάροικός εἰμι καὶ παρεπίδημος, καθὼς πάντες οἱ πατέρες μου. Πάροικος γὰρ Ἀβραὰμ, μηδὲ βῆμα κεκτημένος ποδὸς, μόλις δὲ τάφον πριάμενος. Ὃ δὴ σύμβολον τοῦ ζῶντα μὲν ἐν σαρκὶ πάροικον εἶναι προσήκειν, μεταβαίνοντα δὲ ταύτης, τοῖς οἰκείοις τόποις ἀναπαύεσθαι. Καὶ μακάριόν φησιν ἐν ἀλλοφύλοις παροικοῦντα, μὴ ὡς οἰκείοις προστετηκέναι τοῖς ἐν τῇ γῇ. Σκήνωμα δὲ Θεοῦ ἡ παρ' αὐτοῦ δεδομένη σὰρξ τῇ τοῦ ἀνθρώπου ψυχῇ πρὸς ἐνοίκησιν. Τίς οὖν, ὡς ἀλλοτρίᾳ κεχρημένος, ἔγκαρπον αὐτὴν παραδώσει τῷ δεδωκότι, ὡς ἂν γένηται καὶ σκήνωμα τοῦ Θεοῦ τοῖς ἁγίοις ἐνοικοῦντος; Εἶτα πρὸς τὸ μεῖζον προσκόπτει· Καὶ τίς κατασκηνώσει ἐν ὄρει ἁγίῳ σου; Οὐκ ἐν τῇ γηΐνῃ Σιὼν, ὅπερ Ἰουδαίοις δοκεῖ, ἀλλὰ περὶ ἧς ὁ Παῦλός φησι· Προσεληλύθατε ὄρει Θεοῦ ζῶντος, Ἱερουσαλὴμ ἐπουρανίῳ. Παρελθὼν οὖν τις τὴν σάρκα ταύτην καὶ νεκρώσας αὐτοῦ τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, τὸν ἁγιασμὸν κατορθώσας, ἐν τῇ ἁγίᾳ κατασκηνώσει πόλει· ἧς ἐπιθυμῶν ὁ ∆αυῒδ ἔλεγε· ∆ιελεύσομαι ἐν τόπῳ σκηνῆς θαυμαστῆς ἕως τοῦ οἴκου τοῦ