268
καὶ πένης, ὁ Θεὸς, βοήθησόν μοι.» Ὥστε καὶ διὰ τοῦτο ἀναγκαίως ἐπιγράφειν «εἰς τὸ τέλος.» Ἐὰν μὲν οὖν ἐκ προσώπου τοῦ ∆αυῒδ λέγοιτο, εἴποις ἂν ὅτι μεγάλου βασιλεύων ἔθνους, σφόδρα πλουσιώτατος ὢν, οὐκ ἠγνόει τὸ φάσκον λόγιον· «Ὅσῳ μέγας εἶ, τοσούτῳ ταπεινοῦ σεαυτὸν, καὶ ἐνώπιον Κυρίου εὑρήσεις χάριν.» ∆ιὸ μετριοφρονῶν καὶ ταπεινοφρονῶν καὶ ἀληθῶς σμικρύνων ἑαυτὸν, καὶ πρὸς τὸ μέγεθος ἀφορῶν τοῦ πλούτου τῆς χρηστότητος τοῦ Θεοῦ, πτωχὸν καὶ πένητα ἑαυτὸν διὰ τῶν προκειμένων ὠνόμασε· καὶ ἀρχόμενος δὲ τοῦ λόγου, ὡς μηδὲν αὐτῷ συμβαλλομένου, μήτε πλούτου, μήτε βασιλείας, μήτε τῆς τοῦ παντὸς ἔθνους βοηθείας, μήτε τῆς ἐξ ἀσκήσεως πορισθείσης αὐτῷ δικαιοσύνης, τὴν παρὰ μόνου τοῦ Θεοῦ βοήθειαν ἐξῄτει λέγων· «Ὁ Θεὸς, εἰς τὴν βοήθειάν μου πρόσχες. Κύριε, εἰς τὸ βοηθῆσαί μοι σπεῦσον.» Ὁρῶν δὲ πολλοὺς διαφθονουμένους τῇ κατὰ Θεὸν αὐτοῦ προκοπῇ καὶ βασκαίνοντας αὐτοῦ τῇ σωτηρίᾳ τῆς ψυχῆς, προσετίθει τὸ, «Αἰσχυνθήτωσαν καὶ ἐντραπήτωσαν οἱ ζητοῦντες τὴν ψυχήν μου. Ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω καὶ καταισχυνθήτωσαν οἱ βουλόμενοί μοι κακά. Ἀποστραφήτωσαν παραυτίκα αἰσχυνόμενοι οἱ λέγοντές μοι, Εὖγε, εὖγε.» ∆ιὰ τούτων γὰρ ὁμολογεῖ αὐτὸς μὲν ἑαυτῷ μὴ δύνασθαι ἐπαρκεῖν, δεῖσθαι δὲ τῆς παρὰ τοῦ κρείττονος βοηθείας· ὡς, εἰ μὴ τύχοι ταύτης, ἔρημος ἐσόμενος καὶ ἐλεγχθησόμενος ἀσθενὴς καὶ πλέον οὐδὲν ἢ θνητὸς ἄνθρωπος· καὶ ὡς οἱ ἐχθροὶ αὐτοῦ ἐπιχαιρεσίκακοί τινες ὄντες πεσόντι αὐτῷ ἐπαναβήσονται. Εἰ δὲ βοηθοῦ τύχοι τοῦ Θεοῦ, αὐτὸς μὲν ἔσται ἀνώτερος· αἰσχύνην δὲ καταχεοῦνται οἱ τῆς αὐτοῦ ψυχῆς ἐπίβουλοι· οἵτινες ἐφ' ἑκάστῃ πράξει κατὰ πόδας αὐτοῦ βαίνοντες καὶ πειρώμενοι ἐπιλαμβάνεσθαι αὐτοῦ λέγειν εἰώθασιν, «Εὖγε, εὖγε,» ὡς ἂν ἐπιτυγχάνοντες καὶ κατ' εὐχὰς πράττοντες ἐν οἷς αὐτὸν σφάλλεσθαι ἐνόμιζον. Εἰ δὲ ἐπὶ τὸν Σωτῆρά τις ἀναφέροι ταῦτα διὰ τὴν ἀποδοθεῖσαν αἰτίαν, ἐρεῖ, ὅτι τοὺς ἐπιβουλεύοντας αὐτοῦ τῷ λόγῳ καὶ τῇ διδασκαλίᾳ, τῷ τε μεγάλῳ σώματι τῆς Ἐκκλησίας αὐτοῦ θεωρῶν ἐπανισταμένους, καὶ τοὺς διωγμοὺς συνεχῶς κατ' αὐτῆς ἐνεργοῦντας, ἀποτροπιαζόμενος αὐτῶν τὴν κακίαν, ταύτην προφητικῶς ἀνέπεμπε τὴν εὐχὴν, οὕτω δεῖν εὔχεσθαι διδάσκων τὴν Ἐκκλησίαν αὐτοῦ. «Ἀγαλλιάσθωσαν καὶ εὐφρανθήτωσαν ἐπὶ σὲ πάντες οἱ ζητοῦντές σε.» Τὰ μὲν πρῶτα ἀνατρεπτικὰ ἦν τῶν ἐναντίων· ἀκολούθως δὲ τὰ δεύτερα ὑπὲρ τῶν οἰκείων πρεσβεύει. Καὶ εἰ μὲν ὁ ∆αυῒδ δικαίῳ πρέπουσαν εὐχὴν ἐποιεῖτο, ὡς ἂν πάντες οἱ τὸν Θεὸν ζητοῦντες, ὧν εἷς καὶ αὐτὸς ἦν, ἀγαλλιάσεως καὶ εὐφροσύνης μετέχοιεν τῶν ἐχθρῶν καταισχυνομένων· οἱ δὲ ἀγαπῶντες τὸ σωτήριον τοῦ Θεοῦ λέγοιεν ἂν, «Μεγαλυνθήτω ὁ Θεός·» καὶ τοῦτο μὴ εἰσάπαξ, μηδὲ ἑνί ποτε καιρῷ, ἀλλὰ διαπαντὸς λέγοιεν, νικῶντος ἐν αὐτοῖς καὶ δι' αὐτῶν πᾶν τὸν πολέμιον γένος τοῦ Θεοῦ. Εἰ δὲ ὁ Σωτὴρ τοῖς προλεχθεῖσιν ἀκολούθως εἴη ὑπὲρ τῶν ἐξ ἁπάντων τῶν ἐθνῶν εἰς 23.772 αὐτὸν πεπιστευκότων, λέγοι ἂν τὸ, «Ἀγαλλιάσθωσαν καὶ εὐφρανθήτωσαν ἐπὶ σοὶ πάντες οἱ ζητοῦντές σε.» Μὴ γὰρ μόνοι Ἰουδαῖοι, μηδὲ οἱ τὸν Ἀβραὰμ αὐχοῦντες, ἀλλὰ καθόλου καὶ ἀορίστως πάντες ὅσοι δήποτε καὶ ἐξ οἵου γένους εἶεν οἱ ἐκζητοῦντές σε, «ἀγαλλιάσθωσαν καὶ εὐφρανθήτωσαν ἐπὶ σοὶ, καὶ λεγέτωσαν, Μεγαλυνθήτω ὁ Θεός·» καὶ τοῦτο λεγέτωσαν διαπαντὸς οἱ ἀγαπῶντες τὸ σωτήριόν σου· αὐτὸν δηλαδὴ τὸν Σωτῆρα σωτήριον πολλαχοῦ τῶν Γραφῶν ὠνομασμένον, ὃν ἀγαπῶσιν οἱ δι' ἔργων τὴν διδασκαλίαν αὐτοῦ ἐν ἀγάπῃ καθαρᾷ περιέποντες. «Ἐγὼ δὲ πτωχὸς καὶ πένης· ὁ Θεὸς, βοήθησόν μοι.» Καὶ ∆αυῒδ πλούσιος ὢν ἐταπεινοφρόνει, ἅτε γνῶσιν ἔχων τοῦ μεγέθους τοῦ Θεοῦ, καὶ τὸ μηδὲν ἑαυτὸν ὁρῶν. ∆ιὸ τὴν παρὰ μόνου τοῦ ἰσχυροῦ βοήθειαν ἐξῃτεῖτο λέγων· «Ὁ Θεὸς, βοήθησόν μοι· βοηθός μου καὶ ῥύστης μου εἶ σὺ, Κύριε, μὴ χρονίσῃς.» Καὶ ὁ Χριστὸς δὲ πλούσιος ὢν δι' ἡμᾶς ἐπτώχευσεν, ὡς ἐδίδαξεν ὁ θεῖος