352
δικάζειν, μνημονεύοντας φάσκοντος νόμου· Οὐ λήψῃ πρόσωπον ἐν κρίσει. Νυνὶ δὲ πολλάκις καὶ ἡμεῖς ἐπὶ μὲν τῶν πενήτων πταιόντων σμικρά τινα ἀπότομοι γιγνόμεθα κριταὶ, καὶ ἀπαραίτητοι ἐν ταῖς κατ' αὐτῶν ἀποφάσεσι· πλουσίων δὲ τὰ μέγιστα ἐξαμαρτανόντων, ἔπειτα παραβαλλόντων εἰς τὴν Ἐκκλησίαν τοῦ Θεοῦ, πρόσωπα λαμβάνομεν· ὥστε καὶ πρὸς ἡμᾶς ἁρμόττει τό· Ἕως πότε κρίνετε ἀδικίαν, καὶ πρόσωπα ἁμαρτωλῶν λαμβάνετε; Ἐν δὲ τῷ λέγειν, ἕως πότε, ὑπομιμνήσκει τῆς τοῦ βίου ἀπαλλαγῆς. Πόσον γὰρ, φησὶν, ἕξετε χρόνον ἐν ᾧ τοιοῦτοι ἔσεσθε; καὶ λοιπὸν διαλήψεται ὑμᾶς ἡ τοῦ Θεοῦ κρίσις. ∆ιὸ ἐπιλέγει· Κρίνατε πτωχὸν καὶ ὀρφανὸν, ταπεινὸν καὶ πένητα δικαιώσατε. Ἐξέλεσθε πένητα, καὶ πτωχὸν ἐκ χειρὸς ἁμαρτωλοῦ ῥύσασθε. Ἐὰν μὲν οὖν τούτων ἀκροώμενοι παιδευώμεθα καὶ τὰ παραγγέλματα φυλάττοιμεν, τῆς ἐκ τῶν λόγων ὠνάμεθα ὠφελείας. Ἐπεὶ καὶ ἡμῖν λεχθήσεται· Οὐκ ἔγνωσαν, οὐδὲ συνῆκαν, ἐν σκότει διαπορεύονται. Τί δὲ οὐκ 23.988 ἔγνωσαν οὐδὲ συνῆκαν, ἢ ὅτι ὅσον οὔπω καὶ αὐτοὶ παραστήσονται τῷ βήματι τοῦ Θεοῦ, λόγον δώσοντες περὶ ὧν οὐ δικαίως ἔκριναν; Οἱ δὲ μὴ πρὸ ὀφθαλμῶν θέμενοι τὴν κρίσιν τοῦ Θεοῦ ἐν σκότει διαπορεύονται, τῷ τῆς ἀγνοίας σκότῳ τὰ τῆς ψυχῆς αὐτῶν ὄμματα πληρώσαντες. ∆ιὸ προσήκει, τῷ τοῦ λόγου φέγγει φωτιζομένους, ἢ μὴ κρίνειν, μνημονεύοντας τοῦ εἰρηκότος· Μὴ κρίνετε, ἵνα μὴ κριθῆτε· ἢ εἰ ἀνάγκη ποτὲ κρίνειν, κατὰ τὸ δικαιότατον τοῦτο ποιεῖν καὶ ἐλέγχειν τοὺς ἁμαρτάνοντας, κἂν δέοι ὑπὲρ ἀληθείας θνήσκειν, πεπεισμένους ἀκριβῶς, ὅτι πάντων ἔσται συντέλεια καὶ μεταβολὴ ἐπὶ τῇ καθολικῇ κρίσει τοῦ Θεοῦ, ἣν ποιήσεται διὰ τοῦ Χριστοῦ αὐτοῦ· ἣν καὶ ὁ παρὼν παρίστησι λόγος ἐπισυνάπτων ἑξῆς τό· Σαλευθήσονται πάντα τὰ θεμέλια τῆς γῆς. Ἐγὼ εἶπα· Θεοί ἐστε, καὶ υἱοὶ Ὑψίστου πάντες· ὑμεῖς δὲ ὡς ἄνθρωποι ἀποθνήσκετε, καὶ ὡς εἷς τῶν ἀρχόντων πίπτετε. Ἔτι πρὸς τοὺς προλεχθέντας θεοὺς, ἡγουμένους δηλαδὴ καὶ ἄρχοντας τοῦ λαοῦ, ὁ μέσος αὐτῶν γενόμενος Θεὸς καὶ τὰ παρόντα ἀποτείνεται, διδάσκων, ὡς αὐτὸς μὲν, τὴν τοῦ Πατρὸς ἀφθονίαν μιμούμενος, πᾶσιν αὐτοῖς τῆς αὐτοῦ θεότητος οὐκ ἐφθόνησε μεταδοῦναι, ὡς καὶ θεοὺς ἀναγορεῦσαι αὐτοὺς καὶ υἱοὺς Ὑψίστου πάντας ἂν εἰπεῖν, ὅπερ αὐτῷ μόνῳ προσῆν· οἱ δὲ τὴν χάριν ἐνύβρισαν. Νοήσεις δὲ πῶς τιμὴν θεῶν οἱ ὑπὸ τοῦ Θεοῦ τὴν ἀρχὴν εἰληφότες παρὰ τοῖς ἀρχομένοις ἐκτήσαντο, ἐπιστήσας ὅπως εἴρηται τῷ Μωσεῖ· Ἰδοὺ καθέστηκά σε σήμερον θεὸν τῷ Φαραὼ, καὶ Ἀαρὼν ὁ ἀδελφός σου ἔσται σοι προφήτης. Ὥσπερ γὰρ Μωσῆς, ἄνθρωπος ὢν Θεοῦ καὶ παρ' αὐτοῦ τὴν τιμὴν λαβὼν, θεὸς ἀνηγορεύθη τοῦ Φαραώ· τὸν αὐτὸν τρόπον καὶ πάντες οὓς ἂν τιμήσειεν ὁ Θεὸς, θεῶν χώραν παρὰ τοῖς ὑποτεταγμένοις εἰλήφασιν. Ἔνθεν καὶ οἱ ἀρχόμενοι προσίασιν αὐτοῖς μετὰ εὐλαβείας καὶ δέους, οὐ διά τινα δορυφορίαν στρατιωτικὴν, οὐ διὰ πλοῦτον καὶ δυναστείαν, διὰ δὲ τὴν ὑπὸ Θεοῦ περιθεῖσαν αὐτοῖς τιμήν. Οὕτω γὰρ καὶ Μωσέως ἦν δεδοξασμένον τὸ πρόσωπον· οὕτω καὶ τῶν ἀποστόλων τοῦ Σωτῆρος ἡμῶν, οὕτω καὶ τῶν πάλαι τοῦ Θεοῦ προφητῶν, οὕτω καὶ πάντων τῶν ἀληθῶς τοῦ Θεοῦ δούλων, ἀδόξως μενόντων καὶ πτωχῶν κατὰ τὸν βίον, τετιμημένων δὲ παρὰ τοῖς θεοσεβέσι διὰ τὴν ἐκ Θεοῦ δεδομένην αὐτοῖς χάριν. Ἐγὼ μὲν οὖν, φησὶ, καὶ ἠθέλησα, καὶ εἶπον· Θεοί ἐστε· βουληθεὶς ὑμᾶς ὁμοίως ἐμοὶ τῷ μέσῳ ὑμῶν ἑστῶτι Θεῷ υἱοὺς γενέσθαι τοῦ Ὑψίστου· ὑμεῖς δὲ τὴν χάριν ἠθετήσατε. Ταῖς γοῦν ἀνθρωπίναις κακίαις καὶ ταῖς ὑμετέραις ἁμαρτίαις ἐναποθνήσκετε. Ψυχὴ γὰρ ἡ ἁμαρτάνουσα, αὐτὴ ἀποθανεῖται. ∆ιὸ καὶ ὑμεῖς ὡς ἄνθρωποι ἀποθνήσκετε, καὶ ὡς εἷς τῶν ἀρχόντων πίπτετε. Ὡς γὰρ ἦν ποτε ὁ διάβολος τιμῆς ἠξιωμένος παρὰ τῷ Θεῷ καὶ τῶν ἐν οὐρανοῖς ἀρχοντικῶν ἀγγέλων εἷς· εἶτα μοχθηρᾷ προαιρέσει χρησάμενος ἀποπέπτωκε τῆς αὐτοῦ χώρας, ὡς εἰρῆσθαι περὶ αὐτοῦ· Πῶς ἐξέπεσεν ἐκ τοῦ οὐρανοῦ ὁ