66
παιδευόμενος· Νίψομαι ἐν ἀθώοις τὰς χεῖράς μου, καὶ κυκλώσω τὸ θυσιαστήριόν σου, Κύριε· ἐνταῦθα δὲ ὡς ἤδη προκύψας καὶ τυχὼν τῆς εὐχῆς τὸ ἀποτέλεσμα τῆς ἐπαγγελίας, ἐπάγει λέγων· Ἐκύκλωσα καὶ ἔθυσα ἐν τῇ σκηνῇ αὐτοῦ θυσίαν ἀλαλαγμοῦ· καὶ ἐν μὲν τοῖς ἔμπροσθεν ἐλέγετο· Τοῦ ἀκοῦσαι φωνὴν αἰνέσεως· ἐνταῦθα δέ· Ἄσω καὶ ψαλῶ τῷ Κυρίῳ. Εἰσάκουσον, Κύριε, τῆς φωνῆς μου, ἧς ἐκέκραξα· Ἐλέησόν με καὶ εἰσάκουσόν μου. Σοὶ εἶπεν ἡ καρδία μου· Ἐζήτησέ σε τὸ πρόσωπόν μου· τὸ πρόσωπόν σου, Κύριε, ζητήσω. Ἀντὶ δὲ τοῦ· Σοὶ εἶπεν ἡ καρδία μου, Ἐζήτησέ σε τὸ πρόσωπόν μου, ὁ Σύμμαχος σαφέστερον ἐξέδωκεν εἰπών· Σοὶ προσελάλει ἡ καρδία μου· σὲ ἐζήτει τὸ πρόσωπόν μου. Τὸ γὰρ τῆς ψυχῆς πρόσωπον τὴν ἁρμόττουσαν θέαν ἐπόθει. Τούτου δὲ καὶ Μωϋσῆς ποτε τυχεῖν ἠξίου λέγων τῷ Θεῷ· Ἰδοὺ εὕρηκα χάριν ἐνώπιόν σου· ἐμφάνισόν μοι σεαυτόν· γνωστῶς ἴδω σε· ὅπως ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτρίζοιτο. ∆ιό φησι· Τὸ πρόσωπόν σου, Κύριε, ζητήσω· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ. Εἰ γὰρ εἰς ἄκρον τελειότης, καὶ ἡ κατὰ Θεὸν ὑστάτη 23.244 προκοπὴ αὕτη ἂν γένοιτο, ἡ ἐπὶ τὸ πρόσωπον ἄγουσα τοῦ Θεοῦ, ὡς παρεστάναι αὐτῷ καὶ τῶν μαρμαρυγῶν τῆς αὐτοῦ θεότητος ἀπολαύειν. Εἰδὼς δὲ, ὅτι πολλάκις ὁ Θεὸς ἀπὸ τῶν μὴ χωρούντων τὸ αὐτοῦ πρόσωπον μηδὲ ἐξιὼν αὐτοῦ ὄντων, ἀποστρέφει ἑαυτὸν, τὰ νῶτα ἑαυτοῦ δεικνὺς, ὥσπερ οὖν τῷ Μωϋσεῖ ἔλεγεν· Ὄψει τὰ ὀπίσω μου, τὸ δὲ πρόσωπόν μου οὐκ ὀφθήσεταί σοι· ἵν' οὖν μὴ τοῦτο πάθοι ὁ διὰ τῶν προκειμένων δηλούμενος, ἱκετεύει καὶ δέεται λέγων· Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ· μὴ ἐκκλίνῃς ἐν ὀργῇ ἀπὸ τοῦ δούλου σου. Βοηθός μου γενοῦ, μὴ ἀποσκορακίσῃς με, καὶ μὴ ἐγκαταλίπῃς με, ὁ Θεὸς ὁ Σωτήρ μου. Ὅτι ὁ πατήρ μου καὶ ἡ μήτηρ μου ἐγκατέλιπέ με· ὁ δὲ Κύριος προσελάβετό μου. Μὴ, ὅτι τοιαῦτα τετόλμηκα, ἀποστράφῃς με τὸν δοῦλόν σου. Οὐ γὰρ ἐφεῖται ἀνθρώπῳ σάρκα περιβεβλημένῳ τῶν τοιούτων ἀξιοῦσθαι· διὸ ἔλεγες τῷ Μωϋσεῖ· Οὐδεὶς ὄψεται τὸ πρόσωπόν μου, καὶ ζήσεται. Ἀδυνατεῖ γὰρ ἡ θνητὴ ζωὴ πρὸς τὴν θέαν τοῦ προσώπου σου· διὸ μᾶλλον βοηθός μου γενοῦ πρὸς τὸ τυχεῖν τῶν ᾐτημένων. Μὴ ἀποσκορακίσῃς με· ἀνθ' οὗ ὁ Σύμμαχος, Μὴ ἀποῤῥίψῃς με, ἐξέδωκεν· ὁ δὲ Ἀκύλας· Μὴ ἐάσῃς με. Εἶτ' ἐπιλέγει· Καὶ μὴ ἐγκαταλείπῃς με, ὁ Θεὸς ὁ Σωτήρ μου. Σοῦ γὰρ ἀντιλαμβανομένου, καὶ δεξιὰν ὀρέγοντος, πάντων ἐλπὶς τυχεῖν τῶν ἀγαθῶν. Ἐπεὶ μηδεὶς ἕτερός μοι πάρεστι βοηθός· τῶν γὰρ ἐν ἀνθρώποις ἀναγκῶν οὐδεὶς ἂν γένοιτο πατρὸς καὶ μητρὸς μᾶλλον προσφιλής· οὗτοι δὲ αὐτοὶ καταλελοίπασί με διὰ τὸ πάντων αὐτῶν ἀνακεχωρηκέναι, καὶ σοὶ μόνῳ σχολάζειν τῷ Θεῷ. Ὅθεν καὶ χάριν ὁμολογῶ, ὅτι πάντων ἔρημος καὶ καταλειφθεὶς ὑπὸ σοῦ προσελήφθην. Νομοθέτησόν με ἐν τῇ ὁδῷ σου, καὶ ὁδήγησόν με ἐν τρίβῳ εὐθείᾳ ἕνεκα τῶν ἐχθρῶν μου. Μὴ παραδῷς με εἰς ψυχὰς θλιβόντων με, ὅτι ἐπανέστησάν μοι μάρτυρες ἄδικοι, καὶ ἐψεύσατο ἡ ἀδικία ἑαυτῇ. Πολλάκις περὶ ἑαυτοῦ ὁ θεῖος Ἀπόστολος διδάξας καὶ εἰπών· Οὐδὲν γὰρ ὑστέρηκα τῶν ὑπὲρ λίαν ἀποστόλων· τούτοις ἐπῆγε λέγων· Οὐχ ὅτι ἤδη ἔλαβον ἢ ἤδη τετελείωμαι· διώκω δὲ εἰ καὶ καταλάβω· καὶ πάλιν ἀλλαχοῦ· Ὑπωπιάζω μου τὸ σῶμα, καὶ δουλαγωγῶ· μήπως, ἄλλοις κηρύξας, αὐτὸς ἀδόκιμος γένωμαι. Ὅσον μὲν γὰρ ὡς πρὸς ἀνθρώπων σύγκρισιν, συνῄδει ἑαυτῷ προκεκοφότι, καὶ τὴν ἐν ἀνθρώποις τελειότητα ἀνειληφότι· ὅσον δὲ ἐπὶ τῷ ἀληθεῖ, ἐν πολλοῖς ἑαυτῶν ὑστερεῖν ἐγίνωσκεν, ἀτελῆ τε εἶναι ἑαυτὸν διὰ τοῦθ' ὡμολόγει. Ταύτῃ μοι δοκεῖ τῇ διανοίᾳ καὶ ὁ τὰ προκείμενα διεξελθὼν περὶ μὲν τῶν παρῳχηκότων τὴν πρέπουσαν εὐχαριστίαν ἀποδεδωκέναι τῷ Θεῷ, οἷα δὲ ἄνθρωπος τὸν ὄλισθον τῆς ἀνθρωπίνης ἀσθενείας ὑφορᾶσθαι. ∆ιὸ περὶ τοῦ μέλλοντος χρόνου παρεκάλει τὸν Θεὸν, ὅπως αὐτὸς αὐτῷ γένοιτο νομοθέτης. Οὐ γὰρ ἀπαρκεῖ μοι, φησὶ, τὰ παρὰ Μωϋσεῖ νόμιμα· δικαίοις γὰρ ὁ