298
δηλωθέντας πειρασμοὺς καὶ τοὺς χειμῶνας τοὺς ἀναθορυβήσαντάς μου τὴν ψυχὴν, διαγαγών με ἀκινδύνως τὰ τοῦ βίου ῥεύματα, μετὰ δόξης προσελάβου με, μηδὲν πεπονθότα ὑπὸ τῶν τοσούτων. Κατὰ δὲ τὸν Σύμμαχον, Ὕστερον, φησὶ, τιμὴ διεδέξατό με. Τί γάρ μοι ὑπάρχει ἐν τῷ οὐρανῷ, καὶ παρὰ σοῦ τί ἠθέλησα ἐπὶ τῆς γῆς; Ἡ σὴ φιλανθρωπία, φησὶ, καὶ τὸ σὸν ἔλεος καὶ ἡ χάρις πάντων μοι τῶν ἀγαθῶν γέγονεν αἰτία. Τῇ γὰρ σαυτοῦ χρησάμενος ἀγαθωσύνῃ, ἐκράτησας τῆς χειρὸς τῆς δεξιᾶς μου, καὶ διέσωσάς με, ὥστε μὴ σαλευθῆναι τοὺς πόδας, μηδὲ διαχυθῆναί μου τὰ διαβήματα. Ἀλλὰ καὶ μετὰ δόξης προσελάβου με· ἐπειδήπερ σοὶ τοῦτο ὡς ἀγαθῷ Θεῷ πάρεστιν· ἐμοὶ γὰρ οὐδὲν ὑπάρχει ἐν τῷ οὐρανῷ, οὐδὲ κατὰ ὀφειλήν μοι ταῦτα γέγονεν· ἀλλ' οὐδὲ ἔστι μοί τίς ἄλλος ἐν τῷ οὐρανῷ ἢ σὺ μόνος. ∆ι' ὃ οὐδὲν ἐπὶ τῆς γῆς ἠθέλησα παρὰ σοῦ κτήσασθαι, οὐδὲ ηὐξάμην τυχεῖν θνητῶν καὶ ἐπικήρων πραγμάτων. Εἰκότως δὲ οὐδὲν παρὰ σοῦ ἠθέλησα ἐπὶ τῆς γῆς· τὰς γὰρ ἐν οὐρανῷ ἐπόθουν διατριβὰς, καὶ τῶν αὐτόθι ἀγαθῶν τυχεῖν ηὐχόμην. ∆ι' ὃ κατέτηκον τὸν ἐμαυτοῦ βίον, καὶ τὴν ἐπὶ γῆς ζωὴν κατέτρυχον, τήν τε καρδίαν μου κατεπόνουν, σὲ μόνον τὸν Θεὸν τῆς ἐμαυτοῦ ἐλπίδος μερίδα τιθέμενος. Ὅθεν φημί· Ἐξέλιπεν ἡ σάρξ μου καὶ ἡ καρδία μου· ὁ Θεὸς τῆς καρδίας μου, καὶ ἡ μερίς μου ὁ Θεὸς εἰς τὸν αἰῶνα. Ὅτι ἰδοὺ οἱ μακρύνοντες ἑαυτοὺς ἀπὸ σοῦ ἀπολοῦνται· ἐξωλόθρευσας πάντα τὸν πορνεύοντα ἀπὸ σοῦ. Ἐμοὶ δὲ τὸ προσκολλᾶσθαι τῷ Θεῷ ἀγαθόν ἐστι, τίθεσθαι ἐν τῷ Κυρίῳ τὴν ἐλπίδα μου, τοῦ ἐξαγγεῖλαι πάσας τὰς αἰνέσεις σου ἐν ταῖς πύλαις τῆς θυγατρὸς Σιών. Ἀνωτέρω μὲν ἔλεγον, Καὶ ἐγὼ διαπαντὸς μετὰ σοῦ· ἢ κατὰ τὸν Σύμμαχον, Καὶ συνήμην σοι διαπαντός· τῇ πίστει δηλαδὴ καὶ τῇ προαιρέσει καὶ τῇ πρὸς σὲ ἀγάπῃ· νυνὶ δὲ καὶ τὴν αἰτίαν καθίστημι φανερὰν, δι' ἣν συνήμην σοι διαπαντὸς, καὶ σὲ μερίδα ἐτιθέμην ἐμαυτοῦ. Ἤδειν γὰρ, καὶ ἀκριβῶς ἐπεπείσμην, ὅτι Οἱ μακρύνοντες ἑαυτοὺς ἀπὸ σοῦ ἀπολοῦνται· δι' ὃ οὐκ ἐμάκρυνον ἐμαυτὸν, καίπερ ἀγνοῶν τοὺς λόγους τῆς σῆς διοικήσεως, ἀλλὰ συνήμην σοι διαπαντός. Μακρύνουσι δὲ ἑαυτοὺς οἱ ταῖς αὑτῶν ἁμαρτίαις καὶ τοῖς ἀθέοις καὶ 23.849 ἀσεβέσι λογισμοῖς ἀλλοτρίους ἑαυτοὺς καθιστῶντες τοῦ Θεοῦ· οἵτινες ὅσῳ ποῤῥωτάτω αὐτοῦ γίγνονται, τοσούτῳ τῇ ἀπωλείᾳ πλησιάζουσιν· ὡς ἔμπαλιν, συναπτόμενοι τῷ Θεῷ, τῇ μὲν ζωῇ συνάπτονται, τῆς δὲ ἀπωλείας μακρύνονται. Τέλος δὲ τῶν ἑαυτοὺς μακρυνόντων ὄλεθρος τυγχάνει, ἅτε δὴ ἐκπορνευσάντων ἀπὸ τοῦ Θεοῦ. Ὁ μὲν οὖν Θεὸς οὐδένα μακρύνει ἑαυτοῦ, οὐδὲ ἀπωθεῖται· ἀλλ' ἕκαστος ἑαυτὸν ἀπαλλοτριοῖ τοῦ Θεοῦ, ἐκπορνεύων καὶ τὴν ἑαυτοῦ ψυχὴν ἔκδοτον παραδιδοὺς τοῖς τοῦ Θεοῦ ἐναντίοις. Οἱ δὲ μακρύνοντες ἑαυτοὺς ἐξ οἰκείας προαιρέσεως ἐπισπῶνται καθ' ἑαυτῶν τὴν ἀπώλειαν. Τούτους δὲ τῇ ἀπωλείᾳ οἰκειωθέντας ὁ Θεὸς αὐτὸς τὸ ἑξῆς διατίθησι. Τί δὲ ἦν τοῦτο; Ἐξωλόθρευσας, φησὶ, πάντα τὸν πορνεύοντα ἀπὸ σοῦ. Πορνεύει δὲ ἀπὸ τοῦ Θεοῦ ὁ μετὰ τὸ πλησιάσαι αὐτῷ μακρύνας ἑαυτόν. Αὐτὸς μὲν γὰρ καὶ νυμφεύεσθαι οὐκ ἀπαξιοῖ τὴν ἀνθρωπίνην ψυχὴν, καὶ τὰ οἰκεῖα σπέρματα ἐν αὐτῇ καταβάλλεσθαι· ἡ δὲ μακρύνουσα ἑαυτὴν καὶ ἑτέροις παρέχουσα τοῖς καταπορνεύειν αὐτὴν ἐθέλουσι, πνεύμασι πονηροῖς καὶ δαίμοσιν ἀκαθάρτοις, ἢ λογισμοῖς ἀθέοις καὶ ἀσεβέσιν, ἢ πράξεσι μιαραῖς καὶ ἀκαθάρτοις, εἰκότως ὀλέθρῳ παραδίδοται. ∆ιὸ λέλεκται· Ἐξωλόθρευσας πάντα τὸν πορνεύοντα ἀπὸ σοῦ. Ἀλλὰ γὰρ ταῦτα εἰδὼς ἐγὼ, καὶ ἀκριβῶς πεπεισμένος περὶ τῆς σῆς δικαίας κρίσεως, τὴν ἐναντίαν εἱλόμην τοῖς ἀσεβέσι, καίπερ μὴ νοῶν τὰ σὰ μυστήρια· ἀλλὰ καὶ κτηνώδης γενόμενος παρὰ σοὶ, ὅμως συνήμην σοι διαπαντός. Οὐδὲν γὰρ ἐμοὶ κάλλιον ἐφαίνετο τοῦ προσκολλᾶσθαί σοι τῷ ἐμῷ Θεῷ, καὶ ταῦτα αἱρεῖσθαι ἅπερ αὐτὸς ὥρισας καὶ ἐνετείλω. Οὕτω γὰρ ὁ κολλώμενος τῷ Κυρίῳ ἓν πνεῦμά ἐστι. ∆ιόπερ ἐμοὶ οὐδὲν κάλλιον οὐδὲ κρεῖττον κατεφαίνετο τοῦ