374
ἡμᾶς ἑτέρους τινὰς λογισμοὺς παραστήσει τῆς τῶν ἐζητημένων αἰτίας Τά γε μὴν ἡμῖν ὑποπεσόντα εἴς τε τὴν τάξιν Τῶν υἱῶν Κορὲ, καὶ περὶ τῆς Προσευχῆς τοῦ ∆αυῒδ τῆς πρὸ τοῦ μετὰ χεῖρας 23.1044 ψαλμοῦ κειμένης, καὶ μέσης Τῶν υἱῶν Κορὲ παρεμβεβλημένης, πρόκειται τοῖς ἐθέλουσιν ἐντυγχάνειν τοῖς εἰρημένοις ἡμῖν ἔμπροσθεν. Ταῦτα μὲν οὖν ἡμῖν ὧδέ πη προγεγυμνάσθω. Ἐπεὶ δὲ ἀορίστως ἀρχόμενος ὁ λόγος ἐν τῷ ψαλμῷ φησιν· Οἱ θεμέλιοι αὐτοῦ ἐν τοῖς ὄρεσι τοῖς ἁγίοις· εἰκότως ἄν τις ζητήσειε, τίνος αὐτοῦ. Προχείρως μὲν οὖν εἴποι τις ἂν νοεῖσθαι τοῦ Θεοῦ· ἐπειδὴ ἑξῆς ἐπιλέγεται, ἡ πόλις τοῦ Θεοῦ. Ἐγὼ δὲ, ἐπιστήσας τῇ ἀκολουθίᾳ τοῦ ψαλμοῦ, καὶ εὑρὼν ἑξῆς εἰρημένον τό· Μὴ τῇ Σιὼν ἐρεῖ· Ἄνθρωπος καὶ ἄνθρωπος ἐγεννήθη ἐν αὐτῇ, καὶ αὐτὸς ἐθεμελίωσεν αὐτήν· ἀνθ' οὗ ὁ Ἀκύλας πεποίηκε· Καὶ τῇ Σιὼν λεχθήσεται· Ἀνὴρ καὶ ἀνὴρ ἐτέχθη ἐν αὐτῇ, καὶ αὐτὸς ἑδράσει αὐτήν· Ὁ δὲ Σύμμαχος· Περὶ δὲ Σιὼν λεχθήσεται· Καθ' ἕκαστον ἄνθρωπον αὐτὸς ἐτέχθη ἐκεῖ· αὐτὸς δὲ ἥδρασεν αὐτήν· ἡγοῦμαι σφόδρα ἀκολούθως εἰρῆσθαι τό· Οἱ θεμέλιοι αὐτοῦ ἐν τοῖς ὄρεσι, καὶ μὴ προκεῖσθαι τὸ, τοῦ Θεοῦ· ἵν', ἐπιζητήσαντες τίνος αὐτοῦ, εὕρωμεν ἀπὸ τῶν ἑξῆς τὸν λεγόμενον τεθεμελιωκέναι τὴν Σιὼν ἄνδρα, τὸν καὶ γεννηθέντα ἐκεῖ· Ἄνθρωπος, γάρ φησιν, ἐτέχθη ἐν αὐτῇ, καὶ αὐτὸς ἐθεμελίωσεν αὐτήν· ἢ καὶ αὐτὸς ἥδρασεν αὐτήν. Λεγομένου τοιγαροῦν τοῦ· Οἱ θεμέλιοι αὐτοῦ, προσυπακούσωμεν ἡμεῖς τὸ τοῦ ἀνδρὸς τοῦ θεμελιώσαντος αὐτήν· δῆλον δ' ὅτι τὴν τοῦ Θεοῦ πόλιν. Πόλιν δὲ τοῦ Θεοῦ νομίζειν τὴν κατὰ Παλαιστίνην τὸ πάλαι συνεστῶσαν Ἰουδαίων μητρόπολιν οὐ μόνον ταπεινὸν, ἀλλὰ καὶ δυσσεβές. Τὸ γὰρ περὶ τῆς νῦν ὑπὸ ἀλλοφύλων ἐθνῶν οἰκουμένης ἐν τῇ Ἰουδαίᾳ πόλεως λέγεσθαι νομίζειν τό· Ἀγαπᾷ Κύριος τὰς πύλας Σιὼν, τὰς νῦν ἐρήμους καὶ ἠφανισμένας· καὶ τό· ∆εδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ Θεοῦ· καὶ πάλιν ἀλλαχοῦ· Τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ· καὶ πάλιν· Μέγας Κύριος καὶ αἰνετὸς σφόδρα ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἁγίῳ αὐτοῦ· καὶ ταῦτα πάντα νομίζειν λέγεσθαι περὶ πόλεως ἣν ἄνδρες οἰκοῦσι νῦν Ἕλληνες καὶ ἀλλόφυλοι καὶ εἰδωλολάτραι, σφόδρα μοι δοκεῖ ταπεινῆς εἶναι, καὶ μικροπρεποῦς διανοίας. Εἰ δέ τις νοήσειεν ὅπως εἰώθασιν αἱ θεῖαι καὶ προφητικαὶ φωναὶ πόλιν Θεοῦ καλεῖν τὸ θεοσεβὲς πολίτευμα, ὄψεται τίνα τρόπον καθ' ὅλης τῆς οἰκουμένης τὴν θεοφιλῆ ταύτην καὶ θεοσεβῆ πολιτείαν τε καὶ πόλιν ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τοῦ Θεοῦ, ἐθεμελίωσέ τε καὶ ἥδρασε. ∆ιὸ καὶ ποικίλως κηρύττεται ὑπὸ τῶν προφητῶν ἐν οἷς λέγεται περὶ αὐτοῦ, καὶ τό· Οὗτος οἰκοδομήσει τὴν πόλιν μου. Τὴν γὰρ τοῦ Θεοῦ πόλιν, δηλαδὴ τὴν κατὰ Θεὸν πολιτείαν καὶ τὸ θεοσεβὲς πολίτευμα καθ' ὅλης τῆς ἀνθρώπων οἰκουμένης μόνος αὐτὸς γεννηθεὶς ἐν αὐτῇ ἱδρύσατο, καὶ κατεπήξατο διὰ τῆς ἐν παντὶ τόπῳ καὶ πάσῃ χώρᾳ καὶ πόλει συνεστώσης αὐτοῦ καθολικῆς Ἐκκλησίας· περὶ ἧς πεπεῖσθαι προσήκει λέγεσθαι τό· ∆εδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ Θεοῦ, καὶ τό· Τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ, καὶ ὅσα ἄλλα τοιαῦτα ἐν ταῖς θείαις φέρεται Γραφαῖς. 23.1045 Τῆς οὖν μεγίστης ταύτης καὶ θεοπρεποῦς πόλεως, λέγω δὲ τῆς τοῦ Θεοῦ Ἐκκλησίας, καὶ τοῦ κατ' αὐτὴν ἐμφαινομένου θεοσεβοῦς πολιτεύματος, οἱ θεμέλιοι τυγχάνουσιν ἐν τοῖς ὄρεσι τοῖς ἁγίοις. Ἑρμηνεύει δὲ τὸν λόγον ὁ Ἀπόστολος φάσκων· Ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν, ὄντος ἀκρογωνιαίου αὐτοῦ Ἰησοῦ Χριστοῦ. Καὶ ἄλλως δὲ οἱ θεμέλιοι αὐτοῦ οὐκ ἐνταῦθα κάτω καὶ παρ' ἡμᾶς τυγχάνουσιν, ἀλλ' ἄνω που καὶ ἐν τοῖς καλουμένοις ἁγίοις ὄρεσι. ∆ιὸ λέλεκται· Οἱ θεμέλιοι αὐτοῦ ἐν τοῖς ὄρεσι τοῖς ἁγίοις. Εἶεν δ' ἂν ταῦτα τὰ ὄρη οἱ οὐρανοὶ τῶν οὐρανῶν, ἔνθα τὸ μέγα πολίτευμα τῆς ἐπουρανίου Σιὼν, καὶ τῆς ἀληθῶς μεγάλης τοῦ Θεοῦ πόλεως συνέστηκεν. Οὐκ ἐμὸς δὲ οὗτος ὁ λόγος, ἀλλὰ καὶ αὐτὸς τοῦ φήσαντος