25
καὶ τὸ μέγιστον ἁπάντων, τῇ τοῦ Μονογενοῦς τιμήσας αὐτὸν παρουσίᾳ. ∆όξῃ καὶ τιμῇ ἐστεφάνωσας αὐτὸν, καὶ κατέστησας αὐτὸν ἐπὶ τὰ ἔργα τῶν χειρῶν σου. Πάντα ὑπέταξας ὑποκάτω τῶν ποδῶν αὐτοῦ, πρόβατα καὶ βόας πάσας, ἔτι δὲ καὶ τὰ κτήνη τοῦ πεδίου, τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ τοὺς ἰχθύας τῆς θαλάσσης, τὰ διαπορευόμενα τρίβους θαλασσῶν. Τῇ γὰρ λογικῇ φύσει, ὡς ἂν ὡμοιωμένῃ Θεῷ, τὴν κατὰ πάντων ἀρχὴν καὶ δύναμιν ἐδωρήσατο. Ὁ ἄνθρωπος, τῆς θεϊκῆς εἰκόνος λαβὼν, ὡς βασιλεὺς ἁπάντων ἐστὶν ὁ Θεὸς, οὕτως ἄρχων κατέστη τῶν ἐπὶ γῆς. Εἰ δὲ καθολικῶς εἴρηται· Καὶ κατέστησας αὐτὸν ἐπὶ τὰ ἔργα τῶν χειρῶν σου· λέγει δὲ ἀλλαχοῦ· Καὶ τὰ ἔργα τῶν χειρῶν σου εἰσὶν οἱ οὐρανοὶ, δῆλον ὡς καὶ ἐπὶ τοὺς οὐρανοὺς κατέστησεν αὐτόν. Καὶ μήποτε ἀποῤῥήτως τὴν ἐν οὐρανῷ διατριβὴν σημαίνει, τῶν ἀπὸ γῆς ἐκεῖσε μεθισταμένων, ὅτε μέλλουσι βασιλείαν κληρονομεῖν οὐρανῶν ὡς ἐπήγγελται. Λέγει δὲ ὁ Παῦλος· Κληρονόμοι μὲν Θεοῦ, συγκληρονόμοι δὲ Χριστοῦ. Οὕτω καὶ τὸ, Πάντα ὑπέταξεν ὑποκάτω τῶν ποδῶν αὐτοῦ, νοητέον νῦν μὲν τὰ ζῶα· ἐπειδὴ δὲ καὶ βίος 23.132 ἰσάγγελος ἀπόκειται τοῖς ἀνθρώποις ἐν οὐρανῷ, ἐκεῖ καταστὰς ἐπὶ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ, θεωρὸς οὐρανῶν ἔσται καὶ τῶν ἐν αὐτοῖς. Ὁ δὲ μακάριος Παῦλος καὶ τοῦτο περὶ τοῦ Σωτῆρος ἐξέλαβεν, ἐν αἰῶνι τῷ μέλλοντι γενησόμενον. ∆ιό φησι πρὸς αὐτὸν ὁ Πατήρ· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.
ΨΑΛΜΟΣ ΤΩ ∆ΑΥΙ∆ Θʹ. Εἰς τὸ τέλος ὑπὲρ τῶν κρυφίων τοῦ Υἱοῦ.
Πολλὰ δὲ ἦν αὐτῷ τὰ κρυφίως πεπραγμένα ἥ τε ἐκ Παρθένου διὰ Πνεύματος ἁγίου κατὰ σάρκα γέννησις, αἵ τε παράδοξοι καὶ θαυματουργοὶ δυνάμεις, ὅ τε θάνατος αὐτὸς καὶ ἡ εἰς ᾅδου κάθοδος καὶ ἡ ἐκ νεκρῶν ἀναβίωσις. Ταῦτα γὰρ αὐτῷ πάντα κρυφίως πέπρακται. Ἀπέκρυψε γὰρ αὐτὰ καὶ τοὺς ἄρχοντας τοῦ κόσμου τούτου. Ὑπὲρ δὴ τούτων τῶν κρυφίων ὁ Προφήτης λέγει· Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου, διηγήσομαι πάντα τὰ θαυμάσιά σου. Τοιαῦτα καὶ αὐτὸς ἐν Εὐαγγελίοις φησίν· Ἐξομολογοῦμαί σοι, Πάτερ, Κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας ταῦτα νηπίοις. Καὶ ἐν τῷ ψαλμῷ γὰρ περὶ τῶν κρυφίων εὐχαριστεῖ. Μετὰ δὲ τὴν εὐχαριστίαν, ἣν ὑπὲρ τῆς ἡμετέρας ἐποιήσατο σωτηρίας, περὶ τῶν θαυμασίων τοῦ Πατρὸς διδάξειν ἡμᾶς ἐπαγγέλλεται τῇ τοῦ Πατρὸς ἐναγαλλόμενος θέᾳ. Ὡς δὲ Υἱῷ καὶ ἡ γνῶσις παρῆν τοῦ ὀνόματος τῆς θεότητος τοῦ ἀῤῥήτου καὶ ἀκατονομάστου Πατρός. Ταῦτα δὲ μάλιστα, φησὶ, ποιήσω τὸν τῆς ζωῆς νικήσας ἐχθρὸν θάνατον, περὶ οὗ λέλεκται· Ἔσχατος ἐχθρὸς καταργήσεται ὁ θάνατος. Ἀποστραφήσεται γὰρ εἰς τὰ ὀπίσω, τουτέστι τὴν πρώτην αὐτοῦ κατάστασιν, ὅτε μὴ ὑφεστήκει. Ὁ γὰρ Θεὸς θάνατον οὐκ ἐποίησεν· φθόνῳ δὲ διαβόλου θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον· οὗ δὴ γεγονότος καὶ οἱ λοιποὶ πάντες ἐχθροὶ τοῦ λόγου σου καὶ πολέμιοι ἀσθενήσαντες ἀπολοῦνται. Καὶ αὐτὸς κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, κρινεῖ λαοὺς ἐν εὐθύτητι. Εἰ οἱ ἐν τῇ οἰκουμένῃ οὐκ ἐν ὁμοίοις εἰσὶν ἔργοις, οὐκ ἂν εἶεν δικαιοσύνη ἡ κρίσις τοῦ Θεοῦ· ὁμοίως τοὺς ἁμαρτάνοντας κολάζει, ἣ τοὺς δικαίους δοξάζει. Κρινεῖ λαοὺς ἐν εὐθύτητι. Οἰκουμένην μὲν τὴν Ἐκκλησίαν, ἥτις οἰκεῖται ὑπὸ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος, κατὰ τό· Ἐγὼ καὶ ὁ Πατὴρ ἐλευσόμεθα πρὸς αὐτὸν, καὶ μονὴν παρ' αὐτῷ ποιησόμεθα· λαοὺς δὲ τοὺς λοιποὺς παρὰ τὴν Ἐκκλησίαν, ἢ τοὺς ἐκ περιτομῆς. Ὅσοι γὰρ ἐν νόμῳ ἥμαρτον, διὰ νόμου κριθήσονται, τῶν ἀνόμως ἁμαρτανόντων ἀνόμως ἀπολλυμένων. Καὶ ἐγένετο Κύριος καταφυγὴ τῷ πένητι, βοηθὸς ἐν εὐκαιρίαις, ἐν θλίψει. Καὶ ἐλπιζέτωσαν ἐπὶ σὲ οἱ