38
δόξαν σου. Ἐκεῖνοι μὲν τοιαύτας δώσουσι δίκας· ἐγὼ δὲ τοῖς παρὰ τῆς δικαίας προνοίας ἀγαθοῖς ἐντρυφήσω, πεῖραν μεγίστην τῆς σῆς εὐεργεσίας δεξάμενος. Ἐγὼ δὲ τῇ πορισθείσῃ μοι δικαιοσύνῃ τε καὶ ἀρετῇ θαῤῥῶν πεπαῤῥησιασμένως ὀφθήσομαι τῷ προσώπῳ σου. Καὶ αὕτη μοί ἐστιν ἐλπὶς, καὶ οὗτος μέγας κλῆρος· οὗ ποτε πληρωθήσομαι, καὶ χορτασθήσομαι πάσης τρυφῆς, ἐν τῷ ὀφθῆναι τὴν δόξαν σου ἐν τῇ τῶν οὐρανῶν βασιλείᾳ. ΨΑΛΜΟΣ ΙΖʹ. Εἰς τὸ τέλος τῷ παιδὶ Κυρίου τῷ ∆αυῒδ, ἃ ἐλάλησε τῷ Κυρίῳ τοὺς λόγους τῆς ᾠδῆς ταύτης, 23.168 ἐν ἡμέρᾳ ᾗ ἐῤῥύσατο αὐτὸν Κύριος ἐκ χειρὸς πάντων τῶν ἐχθρῶν αὐτοῦ, καὶ ἐκ χειρὸς Σαοὺλ, καὶ εἶπε. Σύμμαχος· Ἐπινίκιον τοῦ δούλου Κυρίου τοῦ ∆αυΐδ. Ἔδει γὰρ ἡμᾶς ἀναγκαίως ἀπὸ τοῦ ψαλμοῦ γνῶναι, ὅτι ἐπὶ ταῖς νίκαις ταῖς κατὰ τῶν ἐχθρῶν καὶ πολεμίων τὸν προκείμενον ὕμνον ἐπινίκιον τῷ πάσης νίκης αἰτίῳ, τῷ καὶ νικητὰς ἀπεργαζομένῳ, καὶ διὰ τοῦτο νικοποιῷ κεκλημένῳ, ἀνέθηκεν ὁ ∆αυΐδ· καὶ ὅτι ἐπινίκιος οὗτος ὁ ὕμνος ἢ ἡ ᾠδὴ εἴρηται τοῦ ∆αυΐδ. Εἰς τὸ τέλος δὲ, ἤτοι διὰ τὸ ἀμφὶ τοὺς τελευταίους τῆς ζωῆς αὐτοῦ χρόνους, καὶ μετὰ πάσας αὐτοῦ τὰς πράξεις τὰς φερομένας ἐν τῇ ἱστορίᾳ λελέχθαι· ἢ διὰ τὸ προφητείας περιέχειν τῶν μελλόντων ἔσεσθαι ἐπὶ συντελείᾳ τοῦ αἰῶνος· ἢ τρίτον, διὰ τὸ ἐπὶ τὰ τέλη τῶν ἐμφερομένων λόγων τοῦ προκειμένου ὕμνου τὸν ἐντυγχάνοντα παραπέμπειν· ἐν οἷς τέλεσιν ἡ κλῆσις τῶν ἐθνῶν καὶ ἡ περὶ τοῦ Χριστοῦ προφητεία. Τοῦτον θεσπίζει τὸν τρόπον, συμπαραλαμβανομένου τοῖς πᾶσι καὶ τοῦ Σαούλ. Καὶ ἄλλως δὲ αὐτὸν ἐκ χειρὸς Σαοὺλ ἐῤῥύσατο, τῆς χειρὸς πολλάκις ἀντὶ πράξεως παραλαμβανομένης. Εἰκότως οὖν ὁ ῥυσάμενος ∆αυῒδ ἐκ πάντων τῶν ἐχθρῶν αὐτοῦ, μειζόνως αὐτὸν εὐεργετῶν, καὶ ταύτης τῆς χειρὸς τοῦ Σαοὺλ, τουτέστι τῆς πράξεως αὐτοῦ, ἐῤῥύσατο, ὡς μὴ τὰ ὅμοια παθεῖν ἐκείνῳ. Ἀγαπήσω σε, Κύριε, ἰσχύς μου· Κύριος στερέωμά μου καὶ καταφυγή μου, καὶ ῥύστης μου. Ὁ Θεός μου, βοηθός μου, καὶ ἐλπιῶ ἐπ' αὐτόν· ὑπερασπιστής μου, καὶ κέρας τῆς σωτηρίας μου, καὶ ἀντιλήπτωρ μου ..... Καὶ ἄλλως δὲ ἰσχὺν καλεῖ τὸν Θεὸν, ὁμολογῶν τὴν ἀνθρωπίνην ἀσθένειαν, καὶ ὡς οὐδὲν ἂν ἴσχυσεν ἄνευ Θεοῦ· καὶ Παῦλος γὰρ ἔφη· Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ. Ἀκύλας δὲ καὶ Σύμμαχος ἀντὶ τοῦ, στερέωμα, πέτραν ἡρμήνευσαν· ἔφη δὲ καὶ ὁ μέγας Ἀπόστολος· Ἡ πέτρα δὲ ἦν ὁ Χριστός. Ἐπὶ ταύτην τὴν πέτραν τὴν ἑαυτοῦ οἰκίαν οἰκοδομῶν ὁ ∆αυῒδ, ἀφωμοίωτο τῷ φρονίμῳ τῷ οἰκοδομήσαντι τὴν ἑαυτοῦ οἰκίαν ἐπὶ τὴν πέτραν. ∆ιὸ καὶ πάντων κρείττων ἐγένετο, τῶν ὑετοῦ δίκην, πνευμάτων τε καὶ ποταμῶν προσβαλλόντων αὐτῷ πολεμίων. Ἀλλ' οὐδὲ ἐπὶ δορυφόρους ἤλπιζεν ἢ στρατὸν, ἀλλ' ἐπὶ Θεὸν, βοηθὸν αὐτὸν ἔχων, πανοπλίαν καὶ κέρας· ὥστ' ἂν εἰπεῖν καὶ αὐτόν· Ἐν σοὶ τοὺς ἐχθροὺς ἡμῶν κερατιοῦμεν. Περιέσχον με ὠδῖνες θανάτου καὶ χείμαῤῥοι ἀνομίας ἐξετάραξάν με. Ὠδῖνες ᾅδου περιεκύκλωσάν με, προέφθασάν με παγίδες θανάτου. Καὶ ἐν τῷ θλίβεσθαί με ἐπεκαλεσάμην τὸν Κύριον, καὶ πρὸς τὸν Θεόν μου ἐκέκραξα. Ἤκουσεν ἐκ ναοῦ ἁγίου αὐτοῦ τὴν φωνήν μου, καὶ ἡ κραυγή μου ἐνώπιον αὐτοῦ εἰσελεύσεται εἰς τὰ ὦτα αὐτοῦ. ∆ιδάσκει διὰ τούτων τίνα τρόπον, καὶ ὑπὸ τῶν χειμάῤῥων τῆς ἀνομίας ταρασσόμενος, καὶ τὰ λοιπὰ τὰ προειρημένα πάσχων, ᾔσθετο αὑτοῦ κινδυνεύοντος, ἐπὶ τὸν λιμένα τῆς ἑαυτοῦ σωτηρίας κατέφευγε. ∆ιό 23.169 φησιν· Ἐν τῷ θλίβεσθαι ἐπεκαλεσάμην τὸν Κύριον, καὶ πρὸς τὸν Θεόν μου ἐκέκραξα. Εἶτα διδάσκει, ὡς οὐκ ἠστόχησε τοῦ σκοποῦ τοιαῦτα πιστεύσας· ἡ γὰρ ἐλπὶς οὐ καταισχύνει. ∆ιὸ ἐπιφέρει· Ἤκουσεν ἐκ ναοῦ ἁγίου αὐτοῦ φωνῆς μου, καὶ ἡ κραυγή μου ἐνώπιον αὐτοῦ εἰσελεύσεται εἰς τὰ ὦτα αὐτοῦ.