426
ἐλάβομεν, ἀλλὰ τὸ Πνεῦμα τοῦ Θεοῦ· περὶ οὗ εἴρηται· Τὸ γὰρ Πνεῦμα πάντα ἐρευνᾷ, καὶ τὰ βάθη τοῦ Θεοῦ· ἅπερ εἰδὼς, οὐδαμῶς ἐπὶ τῇ τῶν ἀνθρώπων ἀνωμαλίᾳ ταράττομαι· χαίρω δὲ καὶ εὐφραίνομαι τοὺς τῆς προνοίας λόγους οὐκ ἀπὸ τῶν κατὰ ἄνθρωπον συμπτωμάτων, ἀπὸ δὲ τῶν ἔργων τῶν χειρῶν τοῦ Θεοῦ καὶ ἀπὸ τῶν ποιημάτων αὐτοῦ καταλαμβάνων. Καὶ χαίρω γε καὶ ὑπερευφραίνομαι τοιούτων καταξιωθεὶς, ὧν ἐστέρηται πᾶς ἄφρων καὶ ἀσύνετος, οὐ δυνάμενος ἀπὸ τῶν ἔργων τοῦ Θεοῦ, τοῖς περὶ τῆς καθόλου προνοίας λόγοις μαθητεύεσθαι. 23.1177 Ἐν τῷ ἀνατεῖλαι ἁμαρτωλοὺς ὡσεὶ χόρτον, καὶ διέκυψαν πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν, ὅπως ἂν ἐξολοθρευθῶσιν εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ὁ μὲν ἄφρων καὶ ἀσύνετος, ὁρῶν ἀσεβεῖς εὐθυμουμένους, δικαίους δὲ καὶ εὐσεβεῖς κακουμένους οὐ συνίησι τοὺς τῆς Προνοίας λόγους, ἀλλ' εὐθὺς ἐπ' ἀσεβεῖς τρέπεται λογισμοὺς, ἐκπίπτων εἰς ἀθεότητα· ἐγὼ δὲ, τῷ ποιήματί σου ἐνορῶν, καὶ τοῖς ἔργοις τῶν χειρῶν σου, μετὰ τῶν ἄλλων συνεῖδον, ὅτι τὸ τέλος τῶν κατὰ τὸν βίον εὐθυμούντων ἀσεβῶν ὄλεθρον περιέχει καὶ ἀπώλειαν· διὸ πολὺ πλέον τοὺς τῆς θείας κρίσεως λόγους ὑπερεκπλήττομαι. Ὥσπερ γοῦν χόρτος καὶ τὰ ἀπὸ γῆς ἄνθη πρὸς ὀλίγον ὡραῖα φαίνεται, καὶ θέλγει τὴν ὅρασιν, καὶ τὴν αἴσθησιν ἅπασαν, ὅσον δὲ οὐδέπω μεταβάλλει καὶ τρέπεται, φθίνει τε ῥᾷστα καὶ ἀπόλλυται· τὸν αὐτὸν τρόπον καὶ οἱ παρὰ τοῖς πολλοῖς θαυμαζόμενοι ἁμαρτωλοὶ ἅμα τε ἀνέτειλαν, καὶ πρὸς ὀλίγον ἀνθήσαντες, διέκυψαν, ἐφάνησάν τε τίνες ποτέ εἰσι, καὶ ὁποίας προαιρέσεως· εἶτ' οὐκ εἰς μακρὸν αὐτοὺς μετῆλθεν οὐκέτι βραχὺς καὶ πρόσκαιρος ὄλεθρος, ἀλλὰ διηνεκὴς ἀπώλεια. Ἐπειδήπερ ἡ σὴ δικαιοκρισία τοῖς ἀνθρωπίνοις ἐφέστηκε πράγμασι, διὸ δὴ μάλιστα συγκεχωρῆσθαι τοῖς ἁμαρτωλοῖς καὶ τοῖς ἐργαζομένοις τὴν ἀνομίαν τὸ ἀνατεῖλαι καὶ διακῦψαι ἡγοῦμαι· ὡς ἂν ἐλεγχθείη αὐτῶν ἡ προαίρεσις, οὐ καλῶς τοῖς τοῦ Θεοῦ δωρήμασι κεχρημένη· διόπερ ἔκδικος αὐτοὺς ὄλεθρος αἰώνιος διαδέξεται. Σὺ δὲ Ὕψιστος εἰς τὸν αἰῶνα, Κύριε. Ὅτι ἰδοὺ οἱ ἐχθροί σου, Κύριε, ὅτι ἰδοὺ οἱ ἐχθροί σου ἀπολοῦνται, καὶ διασκορπισθήσονται πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν. Καὶ ὑψωθήσεται ὡς μονοκέρωτος τὸ κέρας μου, καὶ τὸ γῆράς μου ἐν ἐλαίῳ πίονι. Καὶ ἐπεῖδεν ὁ ὀφθαλμός μου ἐν τοῖς ἐχθροῖς μου, καὶ ἐν τοῖς ἐπανισταμένοις ἐπ' ἐμὲ πονηρευομένοις ἐπακούσεται τὸ οὖς μου. Σὺ μὲν, φησὶν, ὦ Κύριε, ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχων Ὕψιστος ἐν ὑψηλοῖς διαμενεῖς τὸν σύμπαντα αἰῶνα οὐ τρεπόμενος, οὐ ταπεινούμενος, οὐκ ἀλλοιούμενος, οὐ κρείττων σαυτοῦ γινόμενος, οὐ τοῖς ταπεινοῖς τῶν ἐπὶ γῆς ὁμοιούμενος, οὐδὲ μικρόν τι καὶ ταπεινὸν φρονῶν καὶ πράττων, ἀλλ' εἰς ἄπειρον σαυτῷ διαμένων ὅμοιος· ἡμεῖς δὲ οἱ ταπεινοὶ καὶ μακρὰν τῆς σῆς ἀπέχοντες δυνάμεως ἄλλοτε ἄλλως φερόμεθα, καὶ μεταβαλλόμεθα. Οἱ μὲν οὖν ἐχθροί σου, ὦ Κύριε, ὡς ἂν ἑαυτοὺς ἀλλοτρίους καταστήσαντες τῆς παρὰ σοὶ ζωῆς, ἔχθραν τε ἀντὶ φιλίας πρὸς σὲ τὸν μόνον ἀγαθὸν ἑλόμενοι, ἀπολοῦνται, ἑαυτοῖς αἴτιοι γενόμενοι ἀπωλείας, διὰ τὸ μὴ ἐθελῆσαί σοι παραμένειν καί σοι φιλωθῆναι· ἔχθραν δὲ ἄρασθαι τὴν πρὸς σὲ τὸν ἑαυτῶν ποιητήν τε καὶ σωτῆρα. ∆ιὸ κἂν μυρία συναγάγωσιν ἐν τῷ βίῳ τούτῳ χρήματα, καὶ πλοῦτον, καὶ θησαυροὺς, ἀλλὰ τὰ πάντα σὺν ταῖς αὐτῶν ψυχαῖς καὶ αὐτοῖς σώμασι διασκορπισθήσονται. Ἐγὼ δὲ ὁ τὴν πρὸς σὲ γνῶσιν καὶ φιλίαν ἀσπασάμενος, καὶ τῶν ἐχθρῶν σου ἀλλότριος γεγονὼς, πέπεισμαι, ὅτι τῆς ἐπὶ τὸ κρεῖττον μεταβολῆς τεύξομαι τῇ σῇ δικαιοκρισίᾳ πιστεύων· ὥστε εἰ καὶ κατὰ τὸν παρόντα βίον ἄδοξός τις εἶναι δοκοίην καὶ ταπεινὸς παρὰ τοῖς πολλοῖς, 23.1180 ἀλλ' ἐν τῷ τέλει τῶν πραγμάτων ὑψωθήσομαι, μᾶλλον δὲ τὸ κέρας μου ὑψωθήσεται, τουτέστιν ἡ ἐλπὶς τῆς προσδοκωμένης μου παρὰ σοὶ βασιλείας, ἥτις ὑψωθήσεται τοσοῦτον, ὅσον καὶ ἡ τοῦ μονοκέρωτος. Εἰ γάρ ἐστί τις ἐν νοητοῖς μονόκερως ἓν κέρας ἐπιγραφόμενός