217
διαλήψεσθαι τιμωρίαν ἡτοίμασεν, οὕτω κατέστειλε τὸν ἦχον θαλάσσης καὶ τὸν θόρυβον τῶν κυμάτων αὐτῆς. Τίς δὲ ἡ θάλασσα, καὶ ποταπὸς ὁ ἦχος αὐτῆς, καὶ τίς ὁ θόρυβος τῶν κυμάτων αὐτῆς, ἑξῆς διασαφεῖ ὁ Ἀκύλας εἰπών· «Καὶ ὄχλον φυλῶν.» Ὁ γὰρ πολὺς ὄχλος τῶν πάλαι ἐθνῶν, καὶ τῶν κατὰ πᾶν γένος ἀνθρώπων φυλῶν ἦν, ὅτε κῦμα τοῦ τῶν ἀνθρώπων βίου, καὶ ἡ τοιαύτη τοῦ θνητοῦ βίου θάλασσα τῆς τῶν ἀνθρώπων κακίας πεπληρωμένη, πολὺν θόρυβον εἶχε, μέγαν τε ἦχον ἐξαπέστελλεν· ἅτε τὸν δράκοντα οἰκοῦντα ἐν αὐτῇ κεκτημένη, περὶ οὗ λέλεκται· «Ἐπάξει Κύριος ὁ Θεὸς τὴν μάχαιραν ἐπὶ τὸν δράκοντα, ὄφιν τὸν σκολιὸν, καὶ ἀνελεῖ τὸν δράκοντα τὸν ἐν τῇ θαλάσσῃ·» καὶ ἀλλαχοῦ προειπὼν ὁ λόγος· «Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος,» ἐπιλέγει· «Ἐκεῖ δράκων οὗτος, ὃν ἔπλασας ἐμπαίζειν αὐτῷ.» Ἀλλὰ γὰρ ἀθρόως καὶ τὸν δράκοντα καὶ τὴν θάλασσαν, καὶ τὸν τῶν κυμάτων αὐτῆς ἦχον, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς, ἐπιφανεῖσα ἀνθρώποις, κατέστειλε καὶ κατεπράϋνε, τόν τε ὄχλον τῶν φυλῶν ἔσβεσε. Τούτων δὲ γενομένων, ἑξῆς καὶ ἀκολούθως εἴρηται· «Καὶ φοβηθήσονται οἱ κατοικοῦντες τὰ πέρατα ἀπὸ τῶν σημείων σου.» Ἱκανὰ γὰρ ἦν τὰ προλεχθέντα σημεῖα, ὄρη ταπεινούμενα καὶ θαλάσσης ἦχος καταστελλόμενος, θόρυβός τε κυμάτων μηκέτι ταράττων κατὰ τὸ παλαιὸν, ἀλλὰ καὶ ὄχλος φυλῶν καὶ αὐτὸς σβεννύμενος, φόβον ἐμποιῆσαι τοῖς κατοικοῦσι τὰ πέρατα· ὡς μηκέτι τὰ προλεχθέντα πάντα φοβεῖσθαι, ἀλλ' ἕνα μόνον τὸν πάντων ἐκείνων νικητήν· ὅντινα λοιπὸν γνόντες καὶ φοβούμενοι, τοῦ φάσκοντος μακαρισμοῦ τυγχάνουσι· «Μακάριοι πάντες οἱ φοβούμενοι τὸν Κύριον.» Τίνες δ' ἂν εἶεν οὗτοι, τὸ παρὸν λόγιον διδάσκει φάσκον· «Καὶ φοβηθήσονται οἱ κατοικοῦντες τὰ πέρατα ἀπὸ τῶν σημείων σου.» Κατοικεῖν δὲ λέγονται τὰ πέρατα οὐ πάντως οἱ τὰς ἐσχατιὰς τῆς γῆς οἰκοῦντες, ἀλλ' οἱ δυνάμενοι ὁμοίως Παύλῳ λέγειν· «Ἐν σαρκὶ γὰρ ζῶντες, οὐ κατὰ σάρκα στρατευόμεθα·» καί· «Ζῶ δὲ οὐκέτι ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός.» Οὗτοι γὰρ, οὔτε ἐμβαθύναντες τοῖς ἀνθρωπίνοις πράγμασιν, οὔτε πάντη ἐκτὸς ὄντες αὐτῶν, ὥσπερ ἐν μεθορίῳ καθεστήκασιν, ἀμφὶ τὰ πέρατα τῆς ἀνθρωπίνης ζωῆς πολιτευόμενοι. Οἱ 23.640 δὴ, πολλῆς αἰσθήσεως μετασχόντες, τὰ σημεῖα τοῦ Σωτῆρος ἡμῶν θεασάμενοι, οἱ ἐν ἀρχῇ γεγόνασι σοφίας, τὸν φόβον τοῦ Θεοῦ ἀνειληφότες. Τίς δὲ τὰ ὑψώματα τῶν κατὰ χρόνους ἀρχόντων καὶ τὰς κατὰ τῆς Ἐκκλησίας τοῦ Θεοῦ ἐπαναστάσεις, τούς τε διωγμοὺς καὶ τὰς ἀπειλὰς τῶν ἀσεβῶν ἀνδρῶν τεθεαμένος, οὐκ ἂν εἴποι ὄρη εἶναι ὑψούμενα καὶ θάλασσαν ἀληθῶς κυμαίνουσαν, ἦχόν τε κυμάτων τὰς τῶν ἀσεβῶν καὶ ἀθέων βλασφημίας; Ἃ δὴ πάντα ἐν τῇ ἰσχύϊ αὐτοῦ ὁ Σωτὴρ πάντων τῶν περάτων τῆς γῆς μιᾷ ῥοπῇ ταπεινοῦν εἴωθεν· ὡς τοὺς ὁρῶντας τὴν πτῶσιν αὐτῶν καὶ τὴν ἀπώλειαν ταράττεσθαι· τοὺς δὲ ὠφελεῖσθαι καὶ φόβον ἀναλαμβάνειν Θεοῦ, σημεῖα ἐναργῆ τῆς τοῦ Σωτῆρος ἐνθέου δυνάμεως τὴν τῶν ἀσεβῶν καθαίρεσιν εἶναι ὁμολογοῦντας. «Ἐξόδους πρωΐας καὶ ἑσπέρας τέρψεις· ἐπεσκέψω τὴν γῆν καὶ ἐμέθυσας αὐτήν.» Πρὸς τοῖς κατειλεγμένοις καὶ ἄλλα σημεῖα τῆς τοῦ Σωτῆρος δυνάμεως παρίστη λέγων· «Ἐξόδους πρωΐας καὶ ἑσπέρας τέρψεις·» ἀνθ' οὗ ὁ Σύμμαχος ἡρμήνευσε· «Τὰς προελεύσεις τοῦ ὄρθρου καὶ τῆς ἑσπέρας τὰς ὑμνολογίας.» Ἓν γὰρ καὶ τοῦτο μέγιστον σημεῖον τυγχάνει τῆς σωτηρίου δυνάμεως, τὸ μετὰ τὴν ταπείνωσιν τῶν προλεχθέντων συστήσασθαι ἐν ἀνθρώποις ἐξόδους πρωΐας καὶ ἑσπέρας τέρψεις· ἢ κατὰ τὸν Σύμμαχον, «ὑμνολογίας,» ἢ, κατὰ τὸν Ἀκύλαν, «αἰνοποιήσεις.» Τὸ γὰρ καθ' ὅλης τῆς οἰκουμένης ἐν ταῖς ἐκκλησίαις τοῦ Θεοῦ κατὰ τὰς πρωϊνὰς τοῦ ἡλίου ἐξόδους, κατά τε τὰς ἑσπερινὰς ὥρας ὑμνολογίας καὶ αἰνοποιήσεις, καὶ θείας ἀληθῶς τέρψεις τῷ Θεῷ συστήσασθαι, οὐ τὸ τυχὸν ἦν Θεοῦ ἀρετῆς σημεῖον. Θεοῦ δὲ τέρψεις οἱ πανταχοῦ τῆς γῆς ἐν τῇ Ἐκκλησίᾳ αὐτοῦ ἀναπεμπόμενοι κατὰ τοὺς ὀρθρινοὺς καὶ κατὰ