467
Ἐκεῖ πλοῖα διαπορεύονται· Ἐν τῇ θαλάσσῃ δηλαδή. Εἰπὼν ὅσην ἡ θάλασσα ἐκτρέφει γονὴν, καὶ ὅτι οὔτε τὰ ζῶα ἀριθμεῖται, οὔτε αὐτὴ μετρεῖται, λέγει καὶ ὅσον αὐτῆς χρήσιμον εἰς ἀνθρώπους. ∆ιὰ ναυπηγικῆς γὰρ τέχνης καὶ κυβερνητικῆς ἐπιστήμης παρ' ἀλλήλων κομιζόμεθα τὰ ἐνδέοντα, καὶ τὸν παρ' ἡμῖν φυόμενον καρπὸν χορηγοῦμεν ἑτέροις, καὶ δεχόμεθα τὸ παρ' ἐκείνοις γινόμενον· ὥστε μὴ τὸ περιττεῦον εἶναι ἀνόνητον, μήτε τὸ ἐνδέον ἀνεπινόνητον. Ὑψηλότερον δὲ πλοίῳ παρεικάζει τὴν Ἐκκλησίαν, θαλάττῃ δὲ τὸν ἀνθρώπινον βίον, διὰ τὸ ἀστάθμητον καὶ ἀεικίνητον τῶν ἐν αὐτῷ πραγμάτων. Ἑρπετῶν δὲ τὸ γένος τὸ ἀναρίθμητον τὴν πολυειδῆ καὶ οἱονεὶ πολυπρόσωπον τῶν ἀνθρώπων λέγει πληθὺν, εἰς τὴν τῆς ἕξεως ποικιλίαν νοουμένης τῆς ἐξαλλαγῆς. Φύσις μὲν γὰρ πᾶσιν ἡ αὐτὴ, καὶ ὁ τῆς γενέσεως τρόπος οὐχ ἑτεροῖος, πολυσχιδὴς δὲ νοῦς, καὶ πολυγνώμων ἐν ἡμῖν καρδία. Καὶ τοῦτο εἰδώς τις ἔφασκεν· Ὥσπερ οὐχ ὅμοια πρόσωπα προσώποις, οὕτως οὐδὲ αἱ διάνοιαι τῶν ἀνθρώπων. Πλοῖα δὲ εἶναί φαμεν, ἃ καὶ ἐν τῇδε τῇ νοητῇ θαλάσσῃ διαπορεύεται, κατὰ τὸ γεγραμμένον, τὰς ἁγίας τοῦ Σωτῆρος ἡμῶν Ἐκκλησίας οὔσας μὲν ἐν κόσμῳ, πλὴν ἀνωτέρω τοῦ κόσμου, καθάπερ ἀμέλει καὶ τὰς ὁλκάδας ἐστὶν ὁρᾷν, οὔσας μὲν ἐν ὕδατι, πλὴν ὑδάτων ἀνωτέρας. Αἱ τοίνυν ὑδάτων πλοίων ἐκκλησίαι, τὴν νοητὴν διανηχόμεναι θάλασσαν, δέχονται μὲν τοὺς πιστεύοντας, ἀποκομίζουσι δὲ καθάπερ εἰς ἑτέραν τινὰ γῆν ἢ χώραν τὴν τῶν οὐρανῶν βασιλείαν, καὶ ἐλπίδα τὴν ἐν Χριστῷ καὶ εἰς ἁγιασμὸν τὸν διὰ τοῦ Πνεύματος, καὶ εἰς τὴν τῶν ἁγίων πατρίδα τὴν ἀρετήν. Πάροικοι γὰρ ὄντες καὶ παρεπίδημοι, κατὰ τὸ γεγραμμένον, ἐπὶ τῆς γῆς, οὐκ ἔχουσιν ὧδε μένουσαν πόλιν· ἐπείγονται δὲ πρὸς ἐκείνην, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός. Ἐν σχήματι οὖν θαλάσσης τοῦδε τοῦ καθ' ἡμᾶς νοουμένου κόσμου, σκάφος ἢ πλοῖον ἡ Ἐκκλησία νοηθήσεται, πλωτῆρας ἔχουσα τοὺς ἡγιασμένους, οἳ καὶ διὰ τοῦ καταδέξασθαι τὴν πίστιν συνόντα διὰ παντὸς ἔχουσι τὸν Χριστὸν εὐδίαν ἁπλοῦντα τὴν ἁπαλήν. Ἑτέρως δὲ πλοῖα ὀνομάζει τοὺς διὰ τῶν σωμάτων ἐν τῷ ἁλμυρῷ κλύδωνι τοῦ βίου τούτου σαλευομένους. Καὶ ἔστιν ἐπαινούμενα πλοῖα τὰ διαβαίνοντα τὴν θάλασσαν, ἀλλὰ μὴ ἐναπομένοντα αὐτῇ, μηδὲ καταβαπτιζόμενα τοῖς κύμασιν. Οἱ γὰρ ἐν σαρκὶ ὄντες, καὶ μὴ κατὰ σάρκα στρατευόμενοι, καταπατοῦντες τὸν κλύδωνα τοῦ βίου, 23.1285 καὶ ὑψηλότεροι αὐτοῦ ὄντες, ποιοῦσιν ἐργασίαν ἐν ὕδασι πολλοῖς, συγκαταβαίνοντες ἐπὶ τῷ κερδῆσαί τινας τῶν βεβυθισμένων. Ἔτι τὸν τῇδε τοῦ βίου περισπασμὸν, καὶ τὴν ἐν αὐτῷ τῶν πραγμάτων πικρὰν ἀνάχυσιν καὶ τὸν ἀναφυρμὸν, σημαίνων ἡμῖν ἀστείως ὁ μελῳδὸς, Αὕτη ἡ θάλασσα, φησὶν, ἐκεῖ ἑρπετὰ, ὧν οὐκ ἔστιν ἀριθμὸς, ζῶα μικρὰ μετὰ μεγάλων. Ἰχθύσι γὰρ παρεικαστέον εὖ μάλα τοὺς ἐπ' οὐδενὶ μὲν ἔσθ' ὅτε τῶν ἀναγκαίων εἰς ὄνησιν τῇδε κἀκεῖσε διᾴττοντας, καὶ μόνα συλλέγοντας τὰ ὅσαπερ ἂν ἀποφῆναι σαρκικοὺς, καὶ εἰκαίους ἀνατλῆναι παρασκευάζει πόνους. Οὐκοῦν ἰχθύων διανηχόμεθα δίκην τὴν πλατεῖαν ταύτην καὶ εὐρύχωρον θάλασσαν, τουτέστι τὸν κόσμον· διάφορος γάρ πως ὁ ἑκάστου βίος. ∆ράκων οὗτος, ὃν ἔπλασας ἐμπαίζειν αὐτῷ. Πάντα πρὸς σὲ προσδοκῶσι, δοῦναι τὴν τροφὴν αὐτοῖς εὔκαιρον. ∆όντος σου αὐτοῖς, συλλέξουσι· ἀνοίξαντος δέ σου τὴν χεῖρα, τὰ σύμπαντα πλησθήσονται χρηστότητος. Ὅρα εἰ δυνήσῃ καθολικὸν ἀπὸ τούτου ἐκλαβεῖν δόγμα, ὡς πάντων τῶν γενητῶν πενομένων, λειπομένων τε καὶ δεομένων τῆς παρὰ τοῦ Θεοῦ χορηγίας, ἧς μεταλαβόντα δυναμοῦται καὶ ἰσχύει, ὥσπερ διὰ τροφῆς ζωούμενα. Πάντα πρὸς σὲ προσδοκῶσιν, δοῦναι τὴν τροφὴν αὐτοῖς εὔκαιρον. Τὰ πάντα δὲ φήσας ὁ λόγος περιείληφεν ὁμοῦ τὰς νοητὰς καὶ ἁγίας δυνάμεις, τάς τε αἰσθητὰς καὶ τὰς ἐν θνητοῖς σώμασιν. Οὕτω γὰρ μᾶλλον μειζόνως ἡ ἀγαθότης διαλάμπει, τῷ καὶ ἀξίοις καὶ μὴ ἀξίοις τῆς παρ' αὐτοῦ