128
∆ημήτριος πᾶσαν τὴν πόλιν ἐκύκωσε· καὶ ἐν Λύστροις καὶ ∆έρβῃ ταὐτὸ τοῦτο γεγένηται. Καὶ πάλιν ἐν Φιλίπποις καὶ Θεσσαλονίκῃ, καὶ Ἀθήναις, καὶ Κορίνθῳ, τῶν τῆς ἀπάτης πνευμάτων ταῦτα διεγειρόντων τὰ κύματα, ὑπὸ τούτων τινὲς ἐνεργούμενοι κατὰ τῶν ἱερῶν ἐβόων ἀποστόλων· Οἱ τὴν οἰκουμένην ἀναστατώσαντες, οὗτοι καὶ ἐνθάδε πάρεισι. Ταῦτα καὶ ὁ μακάριος προηγόρευσεν Ἀβακούμ· Ἐπεβίβασας, γάρ φησιν, εἰς θάλασσαν τοὺς ἵππους σου, ταράσσοντας ὕδατα πολλά. Ἵππους δὲ προσηγόρευσεν ὄχημα θεῖον γεγενημένους τοὺς ἱεροὺς ἀποστόλους· ἐπ' αὐτῶν γὰρ ὀχούμενος ὁ ∆εσπότης, τὰ πολλὰ καὶ διάφορα τῆς ἀσεβείας δόγματα διεσκέδασε. Νοήσεις δὲ καὶ ἄλλως τὴν σύγχυσιν τῆς γῆς καὶ τὴν ταραχὴν αὐτῆς, ἀκούων τοῦ Σωτῆρος λέγοντος· Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν· καὶ τί θέλω εἰ ἤδη ἀνήφθη; καὶ πάλιν· Μὴ νομίσητε, ὅτι ἦλθον βαλεῖν εἰρήνην ἐπὶ τὴν γῆν· οὐκ ἦλθον βαλεῖν εἰ 23.408 ρήνην, ἀλλὰ μάχαιραν. Ἦλθον γὰρ διχάσαι ἄνθρωπον κατὰ τοῦ πατρὸς, καὶ θυγατέρα κατὰ τῆς μητρὸς, καὶ νύμφην κατὰ τῆς πενθερᾶς, καὶ ἐχθροὶ τοῦ ἀνθρώπου οἱ οἰκιακοὶ αὐτοῦ· ὡσεὶ σαφέστερον ἔλεγε· Καὶ ἐχθροὺς ἑκάστου ποιῆσαι τοὺς οἰκιακοὺς αὐτοῦ. Τί χρὴ λέγειν, ὡς καὶ πόλεις ὅλαι καὶ δῆμοι ἔθνη τε παντοῖα ἐπὶ τῷ εὐαγγελικῷ λόγῳ συνεχύθησαν, λυομένης αὐτοῖς τῆς παλαιᾶς δεισιδαιμονίας; Ἀλλὰ τούτων ταραττομένων καὶ συγχεομένων, οἱ τῆς Ἐκκλησίας υἱοὶ καὶ προεστῶτες αὐτῆς φασιν· Οὐ φοβηθησόμεθα. Ἰδιοποιοῦνται δὲ τὸν Θεὸν λέγοντες· Ὁ Θεὸς ἡμῶν, πρὸς ἀντιδιαστολὴν τῶν πεπλανημένως παρὰ τοῖς ἔθνεσιν ὀνομαζομένων θεῶν. Καὶ εἰ μὲν ἄνθρωποι μόνον ἐταράσσοντο, ἀπήρκει εἰπεῖν· Ἐν τῷ ταράσσεσθαι τὴν γῆν οὐ φοβηθησόμεθα· ἐπεὶ δὲ καὶ ἀφανεῖς δυνάμεις καὶ δαίμονες πονηροὶ ἐπὶ τῷ σωτηρίῳ λόγῳ κλόνον καὶ σάλον ἐπεπόνθεσαν, εἰκότως καὶ περὶ τούτων, ὥσπερ κρυφίων καὶ λανθανόντων τοὺς τῶν ἄλλων ὀφθαλμοὺς, ᾐνίττετο φάσκων, καὶ μετατίθεσθαι ὄρη ἐν καρδίᾳ θαλασσῶν. Ἤχησαν καὶ ἐταράχθησαν τὰ ὕδατα αὐτῶν· ἐταράχθησαν τὰ ὄρη ἐν τῇ κραταιότητι αὐτοῦ. Νοήσεις δὲ ταῦτα τὰ ὄρη τὰ πνευματικὰ τῆς πονηρίας ἀπὸ τῆς εὐαγγελικῆς διδασκαλίας. Ὁπηνίκα γὰρ τὸν σεληνιαζόμενον ὁ Σωτὴρ ἰάσατο, ἐπιφέρει λέγων τοῖς μαθηταῖς· Ἀμὴν λέγω ὑμῖν, ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως, ἐρεῖτε τῷ ὄρει τούτῳ· Μετάβηθι ἐντεῦθεν ἐκεῖ· καὶ μεταβήσεται, καὶ οὐδὲν ἀδυνατήσει ὑμῖν· ὄρος ὀνομάζων τὸ προδηλωθὲν δαιμόνιον. Πῶς δ' ἐν καρδίᾳ θαλασσῶν μετατίθεται τὰ ὄρη, μάθοις ἂν ἀπὸ τοῦ κατὰ Λουκᾶν Εὐαγγελίου, ἔνθα εἴρηται, ὅτι παρεκάλουν τὸν Σωτῆρα οἱ δαίμονες, ἵνα μὴ ἐπιτάξῃ αὐτοῖς εἰς τὴν ἄβυσσον ἀπελθεῖν. Τὴν δὲ ἄβυσσον εἴωθεν ἡ Γραφὴ καλεῖν θαλάσσας, ὡς ἐν τῷ Ἰὼβ εἴρηται· Ἦλθες δ' ἐπὶ τῆς θαλάσσης· ἐν δὲ ἴχνεσιν ἀβύσσου περιεπάτησας. Περὶ ταύτης τῆς ἀβύσσου καὶ Μωϋσῆς ἐν τῇ κοσμοποιίᾳ ἐδίδασκε λέγων· Καὶ σκότος ἐπάνω τῆς ἀβύσσου. Ἀλλὰ τούτων γινομένων· Ἡμεῖς, φησὶν, οὐ φοβηθησόμεθα, ἠχούντων καὶ θολουμένων τῶν ὑδάτων αὐτῶν, καὶ σειομένων ὀρέων ἐν τῷ παραδοξασμῷ αὐτοῦ, κατὰ τὸν Σύμμαχον. Ἐνδοξασμὸς δὲ ἦν τοῦ Σωτῆρος ἡ τῆς Ἐκκλησίας αὔξησις καὶ πληθυσμὸς τῶν εἰς αὐτὸν πιστευόντων, ἥ τε ἀνατροπὴ τῆς πολυθέου πλάνης. Τὸ διάψαλμα διαστολὴν εἰργάσατο τῆς τῶν προλεχθέντων διανοίας πρὸς τὰ μέλλοντα ῥηθήσεσθαι. ∆ιόπερ ὡς ἐπὶ ἕτερον τάγμα διαβὰς ὁ λόγος, πάλιν δι' αἰνιγμῶν τῆς Ἐκκλησίας τοῦ Θεοῦ τὴν εἰρηνικὴν κατάστασιν σημαίνει, ἣν πόλιν τοῦ Θεοῦ ὀνομάζει διὰ τὸ θεοσεβὲς πολίτευμα. Θεοῦ δὲ πόλις τὸ τῶν κατὰ Θεὸν πολιτευομένων σύστημα· τοῦτο δὲ τὴν σύμπασαν οἰκουμένην πληροῖ. Ἐπειδήπερ ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν ἔστιν εὑρεῖν διὰ τῆς Ἐκκλησίας συνισταμένην τὴν τοιαύτην Θεοῦ πόλιν, ἥτις, τὸν οὐράνιον ἔχουσα λόγον πηγάζοντα ἐν αὐτῇ καὶ ἀνομβροῦντα, πάσης θεϊκῆς εὐφροσύνης πληροῦται. Ἀκύλας δὲ καὶ Σύμμαχος·