238
διαθήκην γένους, εἰς φῶς ἐθνῶν, ἀνοῖξαι ὀφθαλμοὺς τυφλῶν, ἐξάγειν ἐκ δεσμῶν δεδεμένους, καὶ ἐξ 23.692 οἴκου φυλακῆς καθημένους ἐν σκότει.» Τοὺς γὰρ πάλαι δεσμοῖς διαβολικοῖς κατεσφιγμένους, καὶ τῇ πολυθέῳ καὶ δαιμονικῇ πλάνῃ προστετηκότας, λύσας τῶν δεσμῶν ἐξήγαγε, δοὺς ἄφεσιν ἁμαρτιῶν. Ἀλλὰ καὶ τοὺς ἐν τῷ θανάτῳ δεσμίους ὄντας ἐξ αἰῶνος συνανέστησεν ἑαυτῷ, λύσας τῶν πικρῶν τοῦ θανάτου δεσμῶν. Καὶ τοῦτο ἔπραξεν «ἐν ἀνδρείᾳ·» ἀνδρὸς γὰρ σχῆμα λαβὼν, καὶ δι' ἀνθρωπείου σώματος ἀνδρισάμενος, ἐξήγαγε τῶν δεσμῶν τοὺς προλεχθέντας. Ταῦτ' ἦν τὰ κατορθώματα τῆς εἰς ἀνθρώπους ἐπιδημίας τοῦ Θεοῦ Λόγου, οἷς ἑξῆς εἴρηται· «Ὁμοίως τοὺς παραπικραίνοντας τοὺς κατοικοῦντας ἐν τάφοις.» Ὅπερ ὁ Σύμμαχος ἡρμήνευσε λευκότερον, διασαφήσας τὴν διάνοιαν καὶ εἰπών· «Οἱ δὲ ἀπειθεῖς κατοικήσουσι καύσωνος ξηρότητα·» ὁ δὲ Ἀκύλας, «Πλὴν ἀφιστάμενοι, φησὶν, ἐσκήνωσαν λεωπετρίανδε.» Ἐβούλετο μὲν γὰρ αὐτὸς καὶ τοὺς παραπικραίνοντας ἐξαγαγεῖν καὶ ἐλευθερῶσαι τῶν δεσμῶν. Ἐπιμένοντες δὲ οὗτοι τῇ ἀπειθείᾳ, παροξύνοντές τε ἐν αὐτῷ τούτῳ καὶ παραπικραίνοντες τὸν Θεὸν, κατοικήσουσι τοὺς ἑαυτῶν τάφους, ὡς λέγεσθαι περὶ αὐτῶν· «Ἄφες τοὺς νεκροὺς θάπτειν τοὺς ἑαυτῶν νεκρούς·» ἢ «κατοικήσουσι καύσωνος ξηρότητα·» ὡς ἂν μέλλοντες πορεύεσθαι «εἰς τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ.» «Ὁ Θεὸς, ἐν τῷ ἐκπορεύεσθαί σε ἐνώπιον τοῦ λαοῦ σου, ἐν τῷ διαβαίνειν σε ἐν τῇ ἐρήμῳ. ∆ιάψαλμα.» Ὅτι μὴ μόνον ἐν τῇ συντελείᾳ τῶν αἰώνων ἀνθρώποις ἐπεδήμει ὁ τοῦ Θεοῦ Λόγος, ἀλλὰ καὶ πρότερον αὐτὸς ἦν ὁ διὰ Μωϋσέως χρηματίζων, ὁ παρὼν διδάσκει λόγος φάσκων· «Ὁ Θεὸς, ἐν τῷ ἐκπορεύεσθαί σε ἐνώπιον τοῦ λαοῦ σου, ἐν τῷ διαβαίνειν σε ἐν τῇ ἐρήμῳ, γῆ ἐσείσθη, καὶ γὰρ οἱ οὐρανοὶ ἔσταξαν.» Καὶ τότε γὰρ, φησὶ, καθ' ὃν χρόνον ἐξῆγες τοὺς υἱοὺς Ἰσραὴλ ἀπὸ γῆς Αἰγύπτου, ἡ σύμπασα γῆ ἐσείετο τῆς φήμης τῶν ἐν Αἰγύπτῳ πεπραγμένων διατρεχούσης εἰς πάντας. Ἀλλ' ἡ μὲν γῆ τότε ἐσείετο· ἤτοι τῆς φήμης, ὡς εἴρηται, τὰς πάντων τῶν ἐπὶ γῆς ἀκοὰς πληρούσης, ἢ καὶ αὐτοῦ τοῦ στοιχείου χαίροντος ἐπὶ τῇ ἐπιβάσει τοῦ Θεοῦ. Ὃ δὴ διδάσκει καὶ ἕτερος ψαλμὸς λέγων· «Ἐν ἐξόδῳ Ἰσραὴλ ἐξ Αἰγύπτου, οἴκου Ἰακὼβ ἐκ λαοῦ βαρβάρου, τὰ ὄρη ἐσκίρτησαν ὡς κριοὶ, καὶ οἱ βουνοὶ ὡς ἀρνία προβάτων.» Ἡ μὲν οὖν γῆ χαίρουσα ἐσείετο· οἱ δὲ οὐρανοὶ ἔσταξαν. Τί δὲ ἔσταξαν, ἀλλ' ἤτοι τὴν τροφὴν τὴν παραδόξως ἐνεχθεῖσαν τοῖς ἐπὶ τῆς ἐρήμου, ἢ καὶ τοὺς θείους λόγους τε καὶ νόμους τροφὴν ὄντας ψυχῶν λογικῶν; Ἐσείετο δὲ ἡ γῆ, καὶ ἔσταξαν οἱ οὐρανοὶ «ἀπὸ προσώπου τοῦ Θεοῦ τοῦ Σιναῒ,» τουτέστι τοῦ ἐν τῷ ὄρει Σιναῒ χρηματίσαντος. Καὶ ταῦτα δὲ σαφέστερον ἡρμήνευσεν ὁ Σύμμαχος εἰπών· «Γῆ ἐσείετο, οὐρανὸς δὲ ἀπέσταξεν ἀπὸ προσώπου τοῦ Θεοῦ τούτου τοῦ Σιναῒ, καὶ ἀπὸ προσώπου τοῦ Θεοῦ, Θεοῦ Ἰσραήλ.» Μήποτε δὲ καὶ αἱ οὐράνιοι δυνάμεις ὥσπερ τροφοί τινες καὶ τιθηνοὶ ἀπὸ θηλῆς γάλα νηπίοις ἀποστάζουσαι, οὕτως καὶ αὗται τὴν ἐξ αὐτῶν χορηγίαν παρεῖχον τοῖς τότε τὰς ψυχὰς νηπίοις; ∆ι' ὃ καὶ παιδαγωγὸς ὠνόμασται παρὰ τῷ Ἀποστόλῳ ὁ διὰ Μωϋσέως λαληθεὶς λόγος. 23.693 «Βροχὴν ἑκούσιον ἀφοριεῖς, ὁ Θεὸς, τῇ κληρονομίᾳ σου, καὶ ἠσθένησε, σὺ δὲ κατηρτίσω αὐτήν.» Τότε μὲν, φησὶν, «ἐν τῷ ἐκπορεύεσθαί σε ἐνώπιον τοῦ λαοῦ σου, καὶ ἐν τῷ διαβαίνειν σε ἐν τῇ ἐρήμῳ, γῆ ἐσείσθη, καὶ οἱ οὐρανοὶ ἔσταξαν·» ἐπὶ δὲ τοῦ παρόντος, ὅτε ἐπιβέβηκας ἐπὶ δυσμῶν, ἕτερα παράδοξα εἰργάσω. Τῇ γὰρ κληρονομίᾳ σου ἀφώρισας βροχὴν ἑκούσιον. Κληρονομία δὲ αὐτοῦ τίς ἦν μετὰ τὸν πρότερον λαὸν ἀλλ' ἡ ἐξ ἐθνῶν Ἐκκλησία, ὥσπερ οὖν διδάσκει λέγων αὐτὸς ἐν δευτέρῳ ψαλμῷ· «Κύριος εἶπε πρὸς μέ· Υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε. Αἴτησαι παρ' ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς.» Υἱὸς γὰρ Θεοῦ κελευόμενος πρὸς τοῦ Πατρὸς