148
καθ' ὃν ἐπιλάμψαντος τοῦ Σωτηρίου, οὐκέτι τοῖς ἐμοῖς θρέμμασι φόβος ἐπιστήσεται· αὐτοὺς δὲ τοὺς δεινοὺς θῆρας καὶ τοὺς ἀφανεῖς καὶ ἀοράτους δαίμονας φόβος λήψεται ἐκεῖ οὗ οὐκ ἔσται φόβος; Τότε γὰρ τοῖς μὲν τῶν ἀγαθῶν ἀξίοις οὐκ ἔσται φόβος, τοῖς δὲ νῦν ἐπαιρομένοις κατὰ τοῦ λαοῦ μου ἐπιπεσεῖται φόβος ὁ τῆς μετελευσομένης αὐτοὺς ὀργῆς, ἥτις ἐπιστᾶσα διασκορπίσει ὀστᾶ ἀνθρωπαρέσκων· ἐν ᾗ καὶ καταισχυνθήσονται, ἐπειδὴ τότε αὐτοὺς ὁ τῶν ἁπάντων ἐξουδενώσει κριτής. Ἀντὶ δὲ τοῦ· Ὅτι ὁ Θεὸς διεσκόρπισεν ὀστᾶ ἀνθρωπαρέσκων, ὁ Σύμμαχος τοῦτον ἡρμήνευσε τὸν τρόπον· Ὁ γὰρ Θεὸς διασκορπίσει ὀστᾶ τῶν παρεμβαλλόντων περὶ σέ· καταισχυνθήσῃ, ὅτι ὁ Θεὸς ἀπεδοκίμασεν αὐτούς. Καὶ ὁ Ἀκύλας δὲ τῆς αὐτῆς ἔχεται διανοίας λέγων· Ὅτι ὁ Θεὸς ἐσκόρπισεν ὀστᾶ παρεμβεβληκότων σου· ᾔσχυνας, ὅτι ὁ Θεὸς ἀπέῤῥιψεν αὐτούς. Ἡ δὲ τοῦ λόγου διάνοια παρίστησι τῶν προλεχθέντων ἐπιβούλων τοῦ λαοῦ, δηλαδὴ τῶν ἀοράτων ἐχθρῶν καὶ τῶν ἀφανῶν πολεμίων, τὰς δυνάμεις καθαιρεθήσεσθαι. Ὀστᾶ γὰρ διασκορπιζόμενα τῶν ἐχθρῶν εἶεν ἂν αἱ τῆς κακίας αὐτῶν δυνάμεις, ἃς διασκορπίζειν κατὰ τὸν σημαινόμενον καιρὸν ὁ λόγος ἀπειλεῖ. Τότε δὲ καὶ καταισχυνθήσονται, ἐπειδὰν ἀποδοκιμάσῃ αὐτοὺς ὁ Θεὸς ἢ ἐξουθενήσῃ, τὸ μηθὲν αὐτοὺς εἶναι ἀποδείξας. Ταῦτα εἰκότως ἠπείλησεν ὁ τῶν ἀνθρώπων κηδεμὼν τοῦ Θεοῦ λόγος· ἐπειδὴ διακύψας ἐκ τοῦ οὐρανοῦ ἐπὶ τοὺς υἱοὺς τῶν ἀνθρώπων, ζητήσας τε ἐν αὐτοῖς εἰ ἔστι συνιὼν ἢ ζητῶν τὸν Θεὸν, οὐδένα εὗρε· κατέλαβε δὲ τοὺς πάντας ἐξ ἐπιβουλῆς ἐχθρῶν ἐκκλίνοντας καὶ ἀχρειωθέντας, ὡς μηδὲ ἕως ἑνὸς περιλείπεσθαι ἀγαθῶν ἔργων ποιητήν. Τὰ μὲν οὖν πρῶτα ὁμοίως καὶ ὁ ιγʹ περιέχει· παρήλλακται δὲ τὰ ἑξῆς. Ἐν μὲν γὰρ τῷ ιγʹ συνῆπται τούτοις τὸ, Ὅτι ὁ Θεὸς ἐν γενεᾷ δικαίᾳ, βουλὴν πτωχοῦ κατῃσχύνατε, ὅτι Κύριος ἐλπὶς αὐτοῦ ἐστιν· ἐνταῦθα δὲ, Ὅτι ὁ Θεὸς διεσκόρπισεν ὀστᾶ ἀνθρωπαρέσκων, κατῃσχύνθησαν, ὅτι ὁ Θεὸς ἐξουδένωσεν αὐτούς. Ἀλλὰ μὲν εἰς τὸν ιγʹ οἰκείας ἔτυχεν ἑρμηνείας κατὰ τοὺς οἰκείους τόπους· τὰ δὲ προκείμενα, ὅπως ἡμῖν παρέστη, πρόκειται τοῖς ἐντυγχάνουσιν. Τίς δώσει ἐκ Σιὼν τὸ Σωτήριον τοῦ Ἰσραήλ; ἐν τῷ ἐπιστρέψαι τὸν Θεὸν τὴν αἰχμαλωσίαν τοῦ λαοῦ αὐτοῦ, ἀγαλλιάσεται Ἰακὼβ, καὶ εὐφρανθήσεται Ἰσραήλ. Μεγάλα φαντασθεὶς ὁ Προφήτης ἐκ τῆς τοῦ ἁγίου Πνεύματος ἀποκαλύψεως περὶ τῆς ἀπωλείας τῶν ἐχθρῶν τοῦ τῶν ἀνθρώπων γένους, ἑξῆς ἐπήγαγε τὸ, Τίς δώσει ἐκ Σιὼν τὸ Σωτήριον; ὡσεὶ ἔλεγε· Τίς δώσει ἤδη ποτὲ ταῦτα δι' ἔργων χωρῆσαι; Οὐ γὰρ ἄλλως σεσῶσθαι κακῶν ἐλευθερίαν τοῖς 23.461 υἱοῖς τῶν ἀνθρώπων ἢ διὰ μόνης τῆς ἐπιφανείας τοῦ Σωτηρίου τοῦ Θεοῦ, περὶ οὗ πολὺς ὁ λόγος διὰ πασῶν φέρεται τῶν Γραφῶν. Ἐπεύχεται τοίνυν λέγων· Τίς δώσει ἐκ Σιὼν τὸ Σωτήριον τοῦ Ἰσραήλ; Πολλάκις δὲ ἡμῖν εἴρηται, ὡς ὁ Χριστὸς τοῦ Θεοῦ, ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν τοῦτον ἐν ταῖς προφητείαις προαγορεύεται τὸν τρόπον· Σωτήριον γὰρ αὐτὸν καλεῖν εἰώθασιν· ὃ καὶ πᾶσι τοῖς ἔθνεσι γνωσθήσεσθαι προεκήρυττον ἔντε τοῖς ἄλλοις καὶ ἐν οἷς εἴρηται· Ἄσατε τῷ Κυρίῳ ᾆσμα καινὸν, ᾄσατε τῷ Κυρίῳ, πᾶσα ἡ γῆ. Ἄσατε τῷ Κυρίῳ, εὐλογήσατε τὸ ὄνομα αὐτοῦ. Εὐαγγελίσασθε ἡμέραν ἐξ ἡμέρας τὸ Σωτήριον αὐτοῦ. Ἀναγγείλατε τοῖς ἔθνεσι τὴν δόξαν αὐτοῦ· καὶ πάλιν· Ἄσατε τῷ Κυρίῳ ᾆσμα καινὸν, ὅτι θαυμαστὰ ἐποίησεν. Ἐγνώρισε Κύριος τὸ Σωτήριον αὐτοῦ, ἐναντίον τῶν ἐθνῶν ἀπεκάλυψε τὴν δικαιοσύνην αὐτοῦ· καὶ ὁ Ἡσαΐας, Ἀποκαλύψει, φησὶ, Κύριος τὸν βραχίονα τὸν ἅγιον αὐτοῦ ἐνώπιον πάντων τῶν ἐθνῶν, καὶ τὰ ἑξῆς. Ἤδη δὲ πολλάκις παρατεθείμεθα τῶν λόγων τὸ ἀποτέλεσμα, μαρτυρούμενον ὑπὸ τοῦ Συμεῶν, ὃς, τὸν Σωτῆρα καὶ Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, ἔτι νήπιον ὄντα, ταῖς ἀγκάλαις λαβὼν, ἀνεφώνησε λέγων· Νῦν ἀπολύεις τὸν δοῦλόν σου, ∆έσποτα, κατὰ τὸ ὄνομά σου ἐν εἰρήνῃ· ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ Σωτήριον, ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων