172
γεγενημένης, ἀλλ' ὅτι καὶ αὐτὴ πολὺ μᾶλλον ἢ τὸ ἑρπυστικὸν ἐκεῖνο γένος μετέβαλεν ἂν ἐπὶ τὸ κρεῖττον, τῆς κακίας ἰὸν ἀποθεμένη, εἰ παρεῖχεν ἑαυτὴν τῇ ἐκ τῶν θείων μαθημάτων ὠφελείᾳ, καὶ ταῖς ἀληθῶς θεοπνεύστοις ἐπῳδαῖς; ∆ιὸ δὴ ἀκριβῶς ὁ λόγος οὐχ ἁπλῶς ἀσπίδι τὴν τοιαύτην παρέβαλεν, ἀλλ' ἀσπίδι κωφῇ, οὐκ ἐκ φύσεως οὔσῃ τοιαύτῃ, ἀλλ' ἐκ προαιρέσεως ἑαυτὴν ἀποκωφούσῃ. ∆ιὸ εἴρηται, Ὡς ἀσπίδος κωφῆς καὶ βυούσης τὰ ὦτα αὐτῆς. Οὕτω γάρ ποτε καὶ ἄνθρωπος τῶν θείων ἀνήκοος λόγων, οὐ παρὰ τὸ κεκωφῶσθαι τὴν ψυχὴν, ἐστέρηται τῆς ἀκοῆς, παρὰ δὲ τὴν οἰκείαν βούλησιν· ἑκὼν γὰρ ἑαυτὸν ἀποκωφοῖ βιαζόμενος τὴν ἑαυτοῦ φύσιν. Θεὸς γὰρ κωφὴν ψυχὴν οὐκ εἰργάσατο, ὡς οὐδὲ τυφλὴν, οὐδὲ ἀνάπηρον, οὐδὲ ὅλως λελωβημένην· ἐῤῥωμένην δὲ κατὰ πάσας αὐτῆς τὰς δυνάμεις· ἐπεὶ κατ' εἰκόνα καὶ καθ' ὁμοίωσιν τὴν αὐτοῦ τὸν ἄνθρωπον ὑπεστήσατο. Ἕκαστος δὲ ἑαυτὸν ἀποκωφοῖ καὶ τυφλοῖ, καὶ τὴν οὐσίαν τῆς ἑαυτοῦ ψυχῆς λωβᾶται. Τοῦτο δὲ διὰ Ἠσαΐου τοῦ προφήτου ὁ ἐκ περιτομῆς ἀπελέγχεται πράττων λαός. ∆ιὸ λέλεκται πρὸς αὐτούς· Ἐπαχύνθη ἡ καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσὶ βαρέως ἤκουσαν, καὶ τοὺς ὀφθαλμοὺς ἐκάμμυσαν, καὶ τὰ ὦτα ἐβάρυναν· μήποτε ἴδωσι τοῖς ὀφθαλμοῖς, καὶ τοῖς ὠσὶν ἀκούσωσι, καὶ τῇ καρδίᾳ συνῶσι, καὶ ἐπιστρέψωσι, καὶ ἰάσωμαι αὐτούς. Οὕτως οὖν ἀσπίδι κωφῇ ἑαυτὴν ἀποκωφούσῃ ὁ τῶν θείων ἀνήκοος λόγων παρωμοίωται. ∆ιὸ λέλεκται κατὰ τὸν Σύμμαχον· Ὡς ἀσπίδι κωφῇ, βυούσῃ ὠτίον αὐτῆς, ἵνα μὴ ἀκούσῃ φωνὴν ψιθυριζόντων, ἑκάστου ἐπῳδὰς σεσοφισμένου. Ἀλλ' ὁ μὲν νῦν ὑφεστὼς ἅνθρωπος, καὶ τοιοῦτον ἑαυτὸν κατασκευάσας, ὅτε ταῦτα πράττει, τοῖς πολλοῖς γινώσκεται· τῷ δὲ Θεῷ καὶ πρὸ γενέσεως, καὶ πολὺ πρότερον πρὸ τῆς κατὰ γαστρὸς συλλήψεως, τοιοῦτος ἐσόμενος ἐγνωρίζετο. Μάτην ἄρα ἑαυτὸν ἀπατᾷ ὁ λαλεῖν μὲν δικαιοσύνην ἐπαγγελλόμενος, ταῖς δὲ χερσὶν αὑτοῦ συμπλέκων ἀδικίαν· ἔπειτα κρύπτων ἐν τῇ καρδίᾳ ἑαυτοῦ τὴν ἀνομίαν, ὡς καὶ τὸν Θεὸν λησόμενος ἐν τῷ θείῳ δικαιωτηρίῳ. Ὁ Θεὸς συντρίψει τοὺς ὀδόντας αὐτῶν ἐν τῷ στόματι αὐτῶν, καὶ τὰ ἑξῆς. Τὰ προλεχθέντα μα 23.524 θόντες περὶ τῶν ἁμαρτωλῶν οἱ υἱοὶ τῶν ἀνθρώπων, καὶ ὡς, προγνωσθέντες ὑπὸ τοῦ Θεοῦ, καὶ πρὶν εἰς ἀνθρώπους παρελθεῖν, ἐγνωρίζοντο αὐτῷ ἐσόμενοι τοιοῦτοι, ἀκούετε ὁποῖον τέλος αὐτοὺς διαλήψεται. Ἐπειδὴ γὰρ, φύσεως ἐλευθέρας καὶ αὐτεξουσίου γενόμενοι, διακριτικοί τε τοῦ καλοῦ καὶ τοῦ ἐναντίου, τήν τε εἰς ἑκάτερα ῥοπὴν τὴν ἐν ἑαυτοῖς κεκτημένοι, οὐκ ὀρθῶς ἐχρήσαντο τῷ κριτηρίῳ, οὐδὲ ἠγάπησαν τὴν εὐθεῖαν, καίπερ εἰδότης αὐτὴν, οὐδ' ἔργοις μετῆλθον τὴν δικαιοσύνην, ἣν λόγῳ μόνῳ καὶ χείλεσιν ἐπηγγέλλοντο, τῷ παλαιῷ δὲ ὄφει ὁμοιωθέντες, ἀσπίδος κωφῆς χείρους ἐγένοντο· τούτου χάριν ἐπακούσατε τίνα καὶ αὐτοὺς περιμένει, μαθόντες, ὡς ὁ τῶν ὅλων κριτὴς Θεὸς συντρίψει τοὺς ὀδόντας αὐτῶν κατ' οὐδὲν διαφερόντων λεόντων, καὶ ὡς μετὰ πάντα διαλυθήσονται δίκην ὕδατος ἐκρέοντος. Ἀντὶ γὰρ τοῦ, Ἐξουδενωθήσονται ὡς ὕδωρ παραπορευόμενον, ὁ Σύμμαχος ἡρμήνευσε, ∆ιαλυθήτωσαν ὡς ὕδωρ παρερχόμενον ἑαυτῷ. Ἐπειδὴ γὰρ τῷ στόματι καθυποκρίνονται τὴν δικαιοσύνην, εἰκότως τοὺς ὀδόντας αὐτῶν ὁ Θεὸς ἐν τῷ στόματι αὐτῶν συντρίψει. Καὶ ἐπεὶ μὴ ἀπήρκεσεν αὐτοῖς ὁμοιωθῆναι τῷ ὄφει καὶ τῇ προλεχθείσῃ ἀσπίδι κωφῇ, ἤδη δὲ καὶ ἑτέρους λυμαινόμενοι, λέουσι παρεβλήθησαν καὶ σκύμνοις, ἀφ' ὧν τὴν ἑαυτοῦ ψυχὴν ἐῤῥῦσθαι εὔχεται ὁ ∆αυῒδ λέγων ἐν τῷ πρὸ τούτου· Καὶ ἐῤῥύσατο τὴν ψυχήν μου ἐκ μέσου σκύμνων, ἢ, ἐκ μέσου λεόντων τὰς μύλας αὐτῶν συνθλάσειν λέγεται ὁ Θεὸς, δηλαδὴ τὰς τῆς κακίας αὐτῶν δυνάμεις, αἷς ἐπ' ὀλέθρῳ πολλῶν ἐχρήσαντο. Ἐπειδὰν δὲ τοὺς ὀδόντας αὐτῶν καὶ τὰς μύλας συντρίψῃ ὁ Θεὸς, τότε λοιπὸν ἐξουδενωθήσονται ὡς ἂν νεκρωθέντες, καὶ διαλυθήσονται ὡς ὕδωρ παρερχόμενον ἑαυτῷ. Καὶ τοιοῦτον μὲν ἔσται τῶν ἀσεβῶν πάντων τὸ τέλος. Ὃ δὴ