117
ἀναπεμπάζομαι τὰ ἐλέη τοῦ Κυρίου· ἀναμιμνησκόμενός τε ὅπως καθ' ἡμέραν τὸ ἔλεος αὐτοῦ ἐντέλλεται, ᾄσματα αὐτῷ καὶ ᾠδὰς ἀναπέμπω σχολὴν ἄγων τὰς νύκτας. ∆ιὸ δὴ καὶ λέλεκται· Καὶ νυκτὸς ᾠδὴ αὐτοῦ παρ' ἐμοί· κατὰ δὲ τὸν Ἀκύλαν· Καὶ ἐν νυκτὶ ᾆσμα αὐτοῦ μετ' ἐμοῦ. Οὐ μόνον δὲ τοῦτο, ἀλλὰ καὶ προσευχὴ τῷ Θεῷ τῆς ζωῆς μου. Ἄδω μὲν γὰρ ὕμνον εὐχαριστήριον, δεδειγμένος ἐν παντὶ εὐχαριστεῖν, ταῖς μελλούσαις ἐλπίσιν χρησταῖς ἐμαυτὸν ἀνακτώμενος. ∆ιὰ δὲ τὰ τέως ἐν τῷ παρόντι συνέχοντά με λυπηρὰ προσευχὴν ἀναπέμπω τῷ Θεῷ τῆς ζωῆς μου· οἶδα γὰρ, ὅτι αὐτὸν ἔχω τῆς ἐμαυτοῦ ζωῆς αἴτιον. Προσευχόμενος δὲ αὐτῷ φημι· Ἀντιλήπτωρ μου· ἢ κατὰ τὸν Ἀκύλαν καὶ Σύμμαχον, πέτρα μου· ἐφ' ἣν ἑστὼς οὐ διατραπήσομαι· διὰ τί μου ἐπελάθου; Ἐγὼ μὲν γάρ σου οὐκ ἐπιλέλησμαι· ἀλλ' οἶδά σου τὰ ἐλέη καὶ τοὺς οἰκτιρμούς· οἶδα δὲ καὶ τὰς ἀποκειμένας μοι ἐλπίδας· διὸ καὶ τὴν ᾠδήν σου παρ' ἐμαυτῷ ἀδιαλείπτως φυλάττω· σὺ δέ μου ἐπελάθου· διὰ τί; Τὴν αἰτίαν μαθεῖν βούλομαι, δι' ἣν πάντες οἱ μετεωρισμοί σου καὶ τὰ κύματά σου, οἱ πειρασμοὶ δηλαδὴ καὶ τοσαῦται περιστάσεις ἐπ' ἐμὲ διῆλθον, σοῦ συγχωροῦντος. Μέγα γάρ τι ὀφείλει τυγχάνειν τὸ αἴτιον τῆς περὶ ἐμοῦ λήθης. Λέγων δὲ ταῦτα ὁ χορὸς προφητικὸς, ἰδιοποιεῖται, ὡς ἔφην, τὴν τοῦ λαοῦ κατάστασιν· τὴν γὰρ ἐσχάτην ἀποβολὴν καὶ τὴν ἀπόπτωσιν τοῦ παντὸς ἔθνους τὴν γενομένην μετὰ τὴν εἰς τὸν Σωτῆρα καὶ Κύριον ἡμῶν ἀπιστίαν αὐτῶν ἐμφαίνειν μοι διὰ τούτων δοκεῖ. Εἶπε δ' ἂν αὐτῷ ἐρωτήσαντι καὶ φάντι· ∆ιὰ τί μου ἐπελάθου; τὸ ἐν Εὐαγγελίῳ λεχθέν· Ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου, ὃν τρόπον ὄρνις ὑποσυνάγει τὰ νοσσία ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε; Ἐπεὶ τοίνυν διὰ τὴν αὑτῶν κακίαν ἐπελήσθησαν, εἰκότως ὁ χορὸς ὁ προφητικὸς, ἐπεὶ φυσικοῖς λόγοις πάσχοντος ἑνὸς μέλους, συμπάσχει πάντα τὰ μέλη, ὡς ὑπὲρ οἰκείου σώματος ἀλγῶν ἐπιλέγει κατὰ τὸν Σύμμαχον· Ἵνα τί σκυθρωπὸς περιπατῶ, θλίβοντος ἐχθροῦ; καὶ ὡς σφαγὴν τῶν ὀστῶν μου ὠνείδιζον οἱ ἐναντίοι μου· ἢ, Ἐν τῷ καταθλᾶσθαι τὰ ὀστᾶ μου ὠνείδιζόν με οἱ θλίβοντές με. Τῶν γὰρ ὀστέων τῶν προφητικῶν διὰ τοῦ κλαυθμοῦ καὶ τῶν ὀδυρμῶν καταθλωμένων, τουτέστι τῶν τῆς ψυχῆς δυνάμεων, οἱ ἐν τῷ λαῷ ἐχθροὶ τοῦ Θεοῦ, ὡς μηδενὸς ἐπαμύνοντος, ἐπανέβαινον ὀνειδίζοντες καὶ λέγοντες· Ποῦ ἐστιν ὁ Θεός σου; ΨΑΛΜΟΣ ΤΩ ∆ΑΥΙ∆ ΜΒʹ. Ἀνεπίγραφος παρ' Ἑβραίοις ὁ ψαλμός· διὸ οὐδὲ 23.380 παρὰ τοῖς λοιποῖς ἑρμηνευταῖς ἐπιγραφὴν ἔχει. Ἀλλὰ καὶ ὅτι μέρος ἔοικεν εἶναι τοῦ πρὸ αὐτοῦ, δεδήλωται ἔκ τε τῶν ὁμοίων ἐν ἀμφοτέροις λόγων καὶ ἐκ τῆς ἐμφεροῦς διανοίας. Φημὶ τοίνυν καὶ ἐπὶ τοῦ παρόντος τὸν χορὸν τὸν προφητικὸν τὰ προκείμενα διεξιέναι ὑπὲρ τοῦ λαοῦ, ὡς ἀπωσμένου καὶ παραδοθέντος ἔθνεσι καὶ ἀνθρώποις πονηροῖς, δεομένου δὲ καὶ ἀντιβολοῦντος ἐκδικίας τυχεῖν, καὶ ῥυσθῆναι τῶν χειρῶν τῶν πολεμίων. Ὥσπερ δὲ διὰ τὴν τοῦ λαοῦ κάκωσιν συνέβαινε τοῖς δικαιοπραγοῦσι συμπάσχειν καὶ συναλγεῖν, καὶ συνδιατίθεσθαι, τὸν αὐτὸν τρόπον καὶ ἡ τῶν θεοφιλῶν ἀνδρῶν δικαιοπραγία κοινωνίαν καὶ μετάδοσιν ἀγαθῶν παρέχει. ∆ιὸ δὴ, τὰ πάθη τοῦ λαοῦ εἰς ἑαυτοὺς ἀναλαμβάνοντες, εὐχὰς ὑπὲρ τοῦ πλήθους ἐποιοῦντο, κοινήν τε ἱκετηρίαν τῷ Θεῷ ἀνέπεμπον. Εἰκότως οὖν ὡς ἐξ ἑνὸς στόματος ταύτας ἠφίεσαν τὰς φωνάς. Κρῖνόν με, ὁ Θεὸς, καὶ δίκασον τὴν δίκην μου ἐξ ἔθνους οὐχ ὁσίου· ἀπὸ ἀνθρώπου δολίου καὶ ἀδίκου ῥῦσαί με. Ὅτι σὺ ὁ Θεὸς κραταίωμά μου, ἵνα τί ἀπώσω με; ἵνα τί σκυθρωπάζων πορεύομαι ἐν τῷ ἐκθλίψαι ἐχθρόν; Εἴποι δ' ἄν τις ταῦτα λέγειν ἕνα που καὶ δεύτερον ἐν ὅλῳ τῷ ἔθνει τῶν Ἰουδαίων, εὑρημένον δίκαιον. Αὐτὸς οὖν ὁ εἷς καὶ σπάνιος, οἷον Ἱερεμίας ἤ τις ἕτερος ὅμοιος αὐτῷ, ἀποκλαιέσθω, καὶ ταύτας ἀναπεμπέτω τὰς φωνὰς,