241
μὴν καὶ τῶν ἐν αὐτῷ σκύλων, δι' ὧν ᾐνίττετο τὴν Ἐκκλησίαν τοῦ Θεοῦ καὶ τοὺς ἐν αὐτῇ διαπρέποντας· ἀκολούθως διὰ τῶν μετὰ χεῖρας καὶ τῶν θεοπνεύστων ἀναγνωσμά 23.700 των τὴν μνήμην ποιεῖται ὡς πρὸς ἡμᾶς λέγων· «Ἐὰν κοιμηθῆτε ἀνὰ μέσον τῶν κλήρων.» Κλῆροι δὲ τῆς Ἐκκλησίας εἰσὶν ἥ τε Παλαιὰ καὶ ἡ Καινὴ ∆ιαθήκη τοῦ Θεοῦ· ὧν τοὺς ἐν μέσῳ διαστρεφομένους διδάσκει πτέρυγας περιστερᾶς περιηργυρωμένας εὑρήσειν· ἧς περιστερᾶς τὰ μετάφρενα εἶναι ἐν χλωρότητι χρυσίου. Τοῦ γὰρ ἁγίου Πνεύματος περιστερᾶς νοουμένου, οἱ ἐν Παλαιᾷ καὶ Καινῇ λελαλημένοι λόγοι, κατὰ μὲν τὴν ἐπιπόλαιον ἀνάγνωσιν, πτέρυξιν ὥσπερ ἐγκεκαλυμμένοι τυγχάνουσι, καὶ πτέρυξι περιηργυρωμέναις, ἐπειδὴ τὰ λόγια Κυρίου ἀργύριόν ἐστι πεπυρωμένον, δοκίμιον τῇ γῇ· τὰ δὲ κατὰ βάθους ἐγκεκρυμμένα νοήματα, ἅπερ ἔοικε μεταφρένοις τῆς ἀποδοθείσης περιστερᾶς, δηλαδὴ τοῦ ἁγίου Πνεύματος, ἐν χλωρότητι λέγεται εἶναι, τῆς ἐγκεκρυμμένης τῇ λέξει διανοίας καὶ τοῦ καθαρωτάτου νοῦ χρυσοῦ δίκην ἀπαστράπτοντος. Ταῦτα δὲ ἀναφωνεῖται πᾶσιν ἡμῖν τοῖς ἐν τῷ οἴκῳ τοῦ Θεοῦ συνηγμένοις, οὓς διὰ τῶν ἔμπροσθεν σκύλα ὁ λόγος ὠνόμαζεν. Ἀντὶ δὲ τοῦ, «Ἐὰν κοιμηθῆτε,» κατὰ τὸν Σύμμαχον, «Ἐὰν ἀναπέσητε μεταξὺ τῶν κλήρων,» εἴρηται. Τὸ γὰρ κοιμηθῆναι νῦν διαναπαύσεσθαι δηλοῖ. Τοῖς οὖν τῶν ἱερῶν ἀσκηταῖς λόγων προτρεπτικῶς ἡ προσφώνησις ἐπαγγέλλεται τὴν ἐκ τῶν θείων λόγων ὠφέλειαν· ἥ τε γὰρ λέξις τῶν ἱερῶν ἀναγνωσμάτων κεκάθαρται δίκην ἀργυρίου πεπυρωμένου, κατὰ τὸν φήσαντα λόγον· «Τὰ λόγια Κυρίου πεπυρωμένα·» καὶ πάλιν· «Τὰ λόγια Κυρίου λόγια ἁγνὰ, ἀργύριον πεπυρωμένον, δοκίμιον τῇ γῇ, κεκαθαρισμένον ἑπταπλασίως·» ἥ τε διάνοια ἡ πνευματικὴ ἐξαίρετος καὶ πολυτίμητος διὰ τοῦ λέγεσθαι, «Ἐν χλωρότητι χρυσίου,» παρίσταται. «Ἐν τῷ διαστέλλειν τὸν οὐράνιον βασιλεῖς ἐπ' αὐτὴν, χιονωθήσονται ἐν Σελμών.» Ἀντὶ τοῦ, «Ἐν τῷ διαστέλλειν τὸν ἐπουράνιον» καὶ τὰ ἑξῆς, ὁ Σύμμαχος τοῦτον ἡρμήνευσε τὸν τρόπον· «Ὁπότε κατεμέριζεν ὁ ἱκανὸς βασιλεύειν αὐτὴν, ὡς χιονισθεῖσα ἦν. Σελμὼν ὄρος Θεοῦ, ὄρος εὐτροφίας, ὄρος ὑψηλότατον, ὄρος εὐτροφίας· εἰς τί περισπουδάζεται τὰ ὄρη τὰ ὑψηλά; Τὸ ὄρος ὅπερ ἐπόθησεν ὁ Θεὸς εἰς τὸ κατοικεῖν ἐν αὐτῷ, καὶ Κύριος κατασκηνώσει εἰς τέλος.» ∆ιδάσκει δὲ ὁ λόγος, ὡς ἄρα κατὰ τὸν καιρὸν ἐν ᾧ ὁ ἐπουράνιος, δηλαδὴ ὁ τῶν ἐν οὐρανοῖς οἰκούντων Θεὸς, τὴν προλεχθεῖσαν περιστερὰν κατεμέριζε τοῖς ἐπὶ τῆς γῆς βασιλεῦσι, τουτέστι τοῖς ἐν τῇ γῇ μετόχοις τῆς αὐτοῦ βασιλείας, (προφῆται δὲ ἦσαν οὗτοι, δίκαιοί τε καὶ θεοφιλεῖς ἄνδρες, οἵ τε μαθηταὶ καὶ ἀπόστολοι τοῦ Σωτῆρος ἡμῶν, οἷς τὸ Πνεῦμα τὸ ἅγιον ὁ Θεὸς διεμέριζεν ὁ ἐπουράνιος,) χιόνος δίκην ἐλαμπρύνοντο οἱ τῶν τοῦ θείου Πνεύματος χαρισμάτων καταξιούμενοι. ∆ιὸ λέλεκται· «Ἵνα τί ὑπολαμβάνετε ὄρη τετυρωμένα;» Ἐπιτιμῶντος τοῦ λόγου τοῖς ἕτερόν τι νομίζουσιν ὅμοιον αὐτῷ εἶναι. Ἐπιλέγει δὲ καὶ αἰτίαν δι' ἣν οὐ προσήκει ἀντιπαραβάλλειν αὐτῷ ἕτερον· διό φησι· «Τὸ ὄρος ὃ ηὐδόκησεν ὁ Θεὸς κατοικεῖν ἐν αὐτῷ· καὶ γὰρ ὁ Κύριος κατασκηνώσει εἰς τέλος.» Μόνον γάρ ἐστι τοῦτο ἐν ᾧ ηὐδόκησεν ὁ Θεὸς κατοικεῖν, καὶ ἐν ᾧ ὁ Πατὴρ κατασκηνοῖ εἰς ἀπείρους αἰῶνας· διὸ οὐ προσήκει ἕτερον ἀντιπαραβάλλειν αὐτῷ. Εἰ γὰρ καὶ λέλεκται περὶ ἑτέρων τὸ, «Ἐνοικήσω ἐν 23.701 αὐτοῖς καὶ ἐμπεριπατήσω, καὶ ἔσομαι αὐτῶν Θεὸς, καὶ αὐτοὶ ἔσονταί μου λαός·» ἀλλ' οὐχ οὕτως ἐνοικεῖ καὶ ἐμπεριπατεῖ ἐν τούτοις, ὡς ἐν τῷ αὐτοῦ ὄρει· ὁ γὰρ Πατὴρ ἐν τῷ Υἱῷ καὶ ὁ Υἱὸς ἐν τῷ Πατρί· «καὶ ἐν αὐτῷ ηὐδόκησε πᾶν τὸ πλήρωμα τῆς θεότητος κατοικῆσαι·» καὶ οὐ ποτὲ μὲν ᾤκησεν ἐν αὐτῷ, ἄλλοτε δὲ αὐτοῦ ἀπέστη· ἀλλ' εἰς τὸ ἄπειρον τέλος ἀεὶ ὁ Πατὴρ ἐν τῷ Υἱῷ κατοικεῖ. Αὐτὸς δέ ἐστιν ἡ εἰρήνη ἡμῶν κατὰ τὸν Ἀπόστολον. ∆ιὸ καὶ Σαλμὼν ὠνόμασται, ὅπερ ἐστὶν Εἰρήνη· καὶ τόπος τοῦ Θεοῦ ἡ