168
ὦ Κύριε, εἰ καὶ τὰ μάλιστα δι' ὑπερβολὴν φιλανθρωπίας τοῦ καταπέμψαντός σε Πατρὸς μέχρι τῆς ἐμῆς σμικρότητος ἐξητάσθης, ἀλλ' ὑψώθητι λοιπὸν ἐπὶ τοὺς οὐρανοὺς, καὶ τοῖς κόλποις τῆς Πατρικῆς θεότητος ἐνοικῶν, πλήρου τῆς σαυτοῦ δόξης πᾶσαν τὴν γῆν. Λέγω δὲ ταῦτα εἰκότως, ἐν ἀμεριμνίᾳ παντὸς κακοῦ γεγονὼς, καὶ τῶν προλεχθέντων σκύμνων καὶ λεόντων διὰ τῆς σῆς ἐπισκοπῆς ῥυσθείς· οἵτινες παγίδας ἡτοίμασαν τοῖς ποσί μου, καὶ, τὸ ὅσον ἐπ' αὐτοῖς, κατέκαμψαν τὴν ψυχήν μου· ἀλλὰ καὶ ὤρυξαν πρὸ προσώπου μου βόθρον. Ταῦτα δὲ καθ' ἑαυτῶν, ἀλλ' οὐ κατ' ἐμοῦ διὰ τὴν σὴν σκέπην εἰργάσαντο. Ἔφθασαν γὰρ αὐτοὶ μᾶλλον εἰς τὸν ἑαυτῶν καταπεσόντες βόθρον. ∆ιόπερ ἐπειδὴ ταῦτα εἰργάσω σὺ ὁ ἀπεσταλμένος ὑπὸ τοῦ Πατρὸς, ὑψώθητι λοιπὸν, καὶ ἀπολάμβανε τὰς οὐρανίους, ὡς οἰκείας καὶ συνήθεις τῇ σῇ θεότητι διατριβάς. Ἑτοίμη ἡ καρδία μου, ὁ Θεὸς, ἑτοίμη ἡ καρδία μου, ᾄσομαι καὶ ψαλῶ, καὶ τὰ ἑξῆς. Ὁ Σωτὴρ ἐν ταῖς πρὸς τοὺς μαθητὰς διδασκαλίαις ταῦτ' εἰρηκὼς περὶ τοῦ ἁγίου Πνεύματος· Ἐὰν ἀγαπᾶτε ἐμὲ, τὰς ἐντολὰς τὰς ἐμὰς τηρήσατε· καὶ ἐγὼ ἐρωτήσω τὸν Πατέρα, καὶ ἄλλον Παράκλητον δώσει ὑμῖν, ἵνα ᾖ μεθ' ὑμῶν εἰς τὸν αἰῶνα, τὸ Πνεῦμα τῆς ἀληθείας· καὶ πάλιν· Ταῦτα λελάληκα ὑμῖν παρ' ὑμῖν μένων· ὁ δὲ Παράκλητος, τὸ Πνεῦμα τὸ ἅγιον ὃ πέμψει ὁ Πατήρ μου ἐν τῷ ὀνόματί μου, ἐκεῖνος ὑμᾶς διδάξει πάντα καὶ ὑπομνήσει· καὶ αὖθις· Ἔτι πολλὰ ἔχω λέγειν ὑμῖν, ἀλλ' οὐ δύνασθε βαστάζειν ἄρτι. Ὅταν δὲ ἔλθῃ ἐκεῖνος τὸ Πνεῦμα τῆς ἀληθείας, διηγήσεται ὑμῖν τὴν ἀλήθειαν, ὅτι ἐκ τοῦ ἐμοῦ λήψει, καὶ ἀναγγελεῖ ὑμῖν. ∆ι' ὧν παρίστησι μείζονα μὲν εἶναι τὰ παρ' αὐτοῦ καὶ μὴ χωρούμενα ὑπὸ τῶν ἀποστόλων· Οὐ γὰρ δύνασθε, φησὶ, βαστάζειν· τὸ δὲ Πνεῦμα τῆς ἀληθείας τὸ ἐξ αὐτοῦ χορηγούμενον καὶ τοῖς ἀποστόλοις ὑπ' αὐτοῦ πεμπόμενον ἀναγγέλλειν αὐτοῖς πᾶσαν τὴν ἀλήθειαν. Εἰ δὴ οὖν ταῦτα νενόηται, εἰκότως καὶ ὁ ∆αυῒδ τῷ ἀπεσταλμένῳ Θεῷ εἰς τὴν αὐτοῦ βοήθειαν προφήσας, Ὑψώθητι ἐπὶ τοὺς οὐρανοὺς, ὁ Θεὸς, καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου, ἱκετεύει ἑξῆς τὸν αὐτὸν καταπέμψαι αὐτῷ τὸ Πνεῦμα τὸν 23.513 Παράκλητον, τὸ προφητικὸν, ἕτοιμον εἶναι ἑαυτὸν φάσκων εἰς ὑποδοχὴν αὐτοῦ· κεκαθάρθαι γὰρ τὸν ἐν αὐτῷ ναὸν καὶ τὸ δοχεῖον τῆς αὐτοῦ ψυχῆς· δηλαδὴ τὴν αὐτὴν διάνοιαν, ἣν τροπικῶς καρδίαν εἴωθεν ὀνομάζειν ὁ λόγος· ὃ δὴ παρίστησι λέγων· Ἑτοίμη ἡ καρδία μου, ὁ Θεὸς, ἑτοίμη ἡ καρδία μου. Ἡ μὲν οὖν ἐμὴ καρδία καὶ τὸ διανοητικὸν ἕτοιμον τυγχάνει, φησί. Σὺ δὲ λοιπὸν κατάπεμπέ σου τὸ Πνεῦμα. Ἐπιστάντος γὰρ αὐτοῦ καὶ ἐποχουμένου τῇ ἐμῇ ψυχῇ, συνήθως ᾄσομαι καὶ ψαλῶ, τὴν ἐμαυτοῦ διακονίαν καὶ ὑπηρεσίαν παρέχων τῇ δυνάμει τοῦ προφητικοῦ Πνεύματος. Καὶ ταῦτ' εἰπὼν, παραχρῆμά τε εἰσακουσθεὶς κατὰ τὸ, Ἔτι λαλοῦντός σου ἐρῶ· Ἰδοὺ πάρειμι, συνήσθετο τῆς τοῦ ἁγίου Πνεύματος παρουσίας. Εἶθ' ὥσπερ ἐπὶ θύραις ἑστῶτος, ἐπιστρέφεται ὁ Προφήτης, καὶ διεγείρει αὐτὸς ἑαυτὸν ἐπὶ τὴν διακονίαν τῆς προφητείας· διὸ ἐπιφέρει· Ἐξεγέρθητι, ἡ δόξα μου. ∆όξα μου ἐστὶ τὸ προφητεύειν. Εἶτ' ἐπιλέγει· Ἐξεγέρθητι, ψαλτήριον καὶ κιθάρα· τὴν μὲν ψυχὴν διὰ τοῦ ψαλτηρίου, τὴν δὲ κιθάραν διὰ τοῦ σώματος αἰνιττόμενος· ἢ καὶ αὐτὰ τὰ συνήθη ὄργανα ταῖς χερσὶν ἀναλαμβάνων, ἐπὶ τῷ ἀνακρούσασθαι τὰ ὑπὸ τοῦ Πνεύματος ὑποβαλλόμενα. Καὶ τούτοις προστίθησι λέγων· Ἐξεγερθήσομαι ὄρθρου. Ἄρτι γὰρ φωτισθεὶς διὰ τῆς τοῦ Πνεύματος παρουσίας, ἐν ἡμέρᾳ τε θείου φωτὸς γενόμενος, ἕτοιμός εἰμι προφητεύειν. Καὶ ταῦτ' εἰπὼν, ἀνατίθησιν ὅλον ἑαυτὸν τῷ Πνεύματι· τὸ δὲ ὡς δι' ὀργάνου διὰ τοῦ προφήτου ἀγαθῶν ἀπαγγέλλει, ἀνὰ πᾶσιν εὐαγγελίζεται τοῖς ἔθνεσι φάσκον· Ἐξομολογήσομαί σοι ἐν λαοῖς, Κύριε, ψαλῶ σοι ἐν ἔθνεσιν. Ἐπειδὴ γὰρ ἐπὶ τοῦ παρόντος τὸ Ἰουδαίων ἔθνος καὶ ὁ τούτων λαὸς τοὺς σοὺς ἐλαύνει προφήτας, ὡς μηδενὸς τόπου παραχωρεῖν αὐτοῖς· ἔσται δὲ καιρὸς καθ' ὃν πάντα τὰ ἐπὶ γῆς ἔθνη