100
πέσῃ οὐ καταῤῥαχθήσεται, ὅτι Κύριος ἀντιστηρίζει χεῖρα αὐτοῦ. Εἰ δὲ καὶ πεσεῖν αὐτόν ποτε ὀλισθήσαντα συμβῇ, καὶ ἐν πειρασμῷ γενόμενος ὀλισθήσειεν, ὀκλάσας τε ὑποπέσοι τινὶ ἁμαρτήματι, ἀλλ' οὐ καταῤῥαχθήσεται· οἷα δὲ γενναῖος ἀθλητὴς ἐκβιασθεὶς καὶ πρὸς ὀλίγον ἐνδοὺς, παραχρῆμα ἑαυτὸν ἀναλήψεται. Νεώτερος ἐγενόμην, καὶ γὰρ ἐγήρασα, καὶ οὐκ εἶδον δίκαιον ἐγκαταλελειμμένον, οὐδὲ τὸ 23.333 σπέρμα αὐτοῦ ζητοῦν ἄρτους. Ἀλλ' ἐκ παίδων μέχρι γήρως τὸν τοῦ δικαίου περιεργασάμενος βίον. Ὅτι οὐδὲ εἷς γέγονε καιρὸς καθ' ὃν ἔρημος καταλέλειπται ὁ δίκαιος, ἀεὶ δὲ πάρεδρον καὶ βοηθὸν κέκτηται τὸν ἑαυτοῦ Κύριον. ∆ιό φησιν· Νεώτερος ἐγενόμην, ἢ κατὰ τὸν Σύμμαχον, νέος ἐγενόμην, ἀλλὰ καὶ ἐγήρασα, καὶ οὐκ εἶδον δίκαιον ἐγκαταλελειμμένον, οὐδὲ τὸ σπέρμα αὐτοῦ ζητοῦν ἄρτους. Καὶ πῶς γὰρ οἷόν τε ἦν τὸ σπέρμα τοῦ δικαίου ἐνδεὲς ἄρτων γενέσθαι, ὁπότε αὐτὸς διὰ τὸν παρὰ τοῦ Θεοῦ χορηγούμενον αὐτῷ πλοῦτον ὅλην τὴν ἡμέραν ἐλεεῖ καὶ δανείζει; Νοήσεις δὲ τοῦτο κατὰ μὲν τὴν διάνοιαν μαθὼν, ὅτι, τάλαντα λαβὼν παρὰ τοῦ οἰκοδεσπότου καὶ τὴν μνᾶν τὴν παρὰ τοῦ Κυρίου, τῇ τούτων χρῆται πραγματείᾳ πειθαρχῶν τῷ φήσαντι· Ἔδει σε τὸ ἀργύριόν μου βαλεῖν εἰς τράπεζαν. Τὰ λόγια Κυρίου λόγια ἁγνὰ, ἀργύριον πεπυρωμένον, δοκίμιον τῇ γῇ. Ὁ τοίνυν ἀνακείμενος τῇ τῶν θείων ἀσκήσει λόγων, καὶ πολλὰ λογικὰ χρήματα συναγαγὼν, οὐδὲν ἕτερον οἶδε πράττειν, ἢ διὰ πάσης ἡμέρας ἐλεεῖν καὶ δανείζειν. Κατὰ δὲ τὸν Ἀκύλαν, ὅλην τὴν ἡμέραν δωρεῖται καὶ δανείζει· τοῖς μὲν δωρεῖται, τοῖς δὲ δανείζει· τὰ μὲν δόγματα θεωρήματα δωρεῖται ταῖς τῶν χωρούντων ψυχαῖς· τὰ δ' ἐν ἠθικαῖς ἐντολαῖς δανείζει, ἐπὶ τῷ τοὺς εἰληφότας δι' ἔργων τὸν καρπὸν ἀποδοῦναι τοῦ δάνους. Οὕτως ἀκούσῃ καὶ Μωϋσέως ἐπαγγελλομένου τοῖς τῶν θείων νόμων φύλαξιν· τὸ, ∆ανιεῖς ἔθνεσι πολλοῖς, σὺ δὲ οὐ δανιεῖ. Καὶ τοῦτόν γε τὸν τρόπον οἱ θεῖοι ἀπόστολοι ἐδάνειζον ἔθνεσι πολλοῖς, καὶ μάλιστά γε ὁ Παῦλος· καὶ διὰ τοῦτο οἱ μαθητευόμενοι αὐτοῖς, σπέρμα ὄντες αὐτῶν, οὐδεπώποτε ἐνδεεῖς ἦσαν ἄρτων· ἅτε δὴ ἔχοντες τοὺς χορηγοῦντας αὐτοῖς τὴν λογικὴν τροφὴν, ἧς μεταλαμβάνοντες, εὐλογίαις ἐπληροῦντο. ∆ιὸ λέλεκται· Καὶ τὸ σπέρμα αὐτοῦ εἰς εὐλογίαν ἔσται. Καὶ κατὰ ψιλὴν δὲ τὴν λέξιν, εἴ τις λογίσαιτο ὅπως εἴρηται τῷ Σωτῆρι τὸ, Καὶ ἐν τῷ αἰῶνι τούτῳ ἑκατονταπλασίονα λήψεται, ἔργοις τε αὐτοῖς θεάσαιτο πληρούμενον τὸν λόγον διὰ τῶν αὐτοῦ μαθητῶν, ὄψεται πῶς ὁ δίκαιος ὅλην τὴν ἡμέραν ἐλεεῖ καὶ δανείζει. Εἰ γὰρ πάντων τῶν πιστευόντων ἦν ἡ ψυχὴ καὶ ἡ καρδία μία, καὶ οὐδεὶς ἔλεγεν ἴδιόν τι ἑαυτοῦ εἶναι, ἀλλ' ἦν πάντα κοινὰ, ὅσοι τε ἦσαν κύριοι κτημάτων πιπράσκοντες ἐτίθεσαν παρὰ τοὺς πόδας τῶν ἀποστόλων, διεμέριζόν τε ἑκάστῳ, καθότι ἄν τις χρείαν εἶχε· δῆλον ὅπως ὅλην τὴν ἡμέραν οὗτοι ἠλέουν καὶ ἐδάνειζον, Ἔκκλινον ἀπὸ κακοῦ, καὶ ποίησον ἀγαθόν. Ἐλευθερώσας σεαυτὸν πάσης κακίας, ἐπὶ σοὶ γάρ ἐστι τοῦτο, καὶ βουληθεὶς δυνήσῃ· οὐ μὴν ἤδη τέλειος ἔσῃ τοῦτο πράξας, εἰ μὴ καὶ τὸ δεύτερόν σοι παρείη· τοῦτο δ' ἐστὶ τὸ ἐργάζεσθαι τὸ ἀγαθόν. Πρὸς γὰρ τὸ μὴ κλέπτειν προσήκει σε καὶ τῶν σῶν ὑπαρχόντων τοῖς δεομένοις κοινωνεῖν· καὶ πρὸς τὸ μὴ πλεονεκτεῖν, ἕτερον, τὸ καὶ εὐεργετεῖν τοὺς δεομένους· καὶ πρὸς τὸ κακίας ἀπέχεσθαι, τὸ καὶ ἑτέρους ἀπὸ κακίας ῥύεσθαι. Ἐπὰν δὲ ταῦτα ποιήσῃς, κατασκήνου, φησὶν, εἰς αἰῶνα αἰῶνος. Ἀνθ' οὗ ὁ 23.336 Σύμμαχος ἐξέδωκε, Καὶ ἠρεμήσεις εἰς αἰῶνα· Τοῦτο γὰρ περιμένει σε τὸ τέλος τῆς αἰωνίου ζωῆς. Κριτικὸς γὰρ ὢν ὁ Κύριος ἀγαπᾷ κρίσιν, καὶ οὐκ ἐγκαταλείψει τοὺς ὁσίους αὐτοῦ, ἀλλ' εἰς τὸν αἰῶνα αὐτοὺς διαφυλάξει. Ἄνομοι ἐκδικηθήσονται, καὶ σπέρμα ἀσεβῶν ἐξολοθρευθήσεται. ∆ίκαιοι δὲ κληρονομήσουσι τὴν γῆν, καὶ κατασκηνώσουσιν εἰς αἰῶνα αἰῶνος ἐπ' αὐτῆς· ἀκολούθως τοῖς προειρημένοις διδάσκει, ὅτι οἱ μὴ τὸ παράγγελμα φυλάξαντες ἄνομοι