350
πνευματικῆς, ὁπηνίκα πρώτοις αὐτοῖς ἐπεδήμει ὁ Χριστὸς τοῦ Θεοῦ, τροφὴν αὐτοῖς παρεῖχε τὸν ἐπουράνιον ἄρτον αὐτὸς ἑαυτόν. Οὐ μὴν ἀλλὰ καὶ ἐψώμισεν αὐτοὺς ἐκ πέντε ἄρτων παραδόξως ἐπὶ τῆς ἐρήμου· ὥσπερ πάλαι διὰ Μωσέως τὸ μάννα. Ἔτι δὲ καὶ ἐκ πέτρας μέλι ἐχόρτασεν αὐτούς· πέτρα δὲ ἦν αὐτὸς, χορηγῶν αὐτοῖς τὰ πάσης ἡδονῆς καὶ παντὸς μέλιτος γλυκύτερα μαθήματα, περὶ ὧν ἦν εἰπεῖν· Ὡς γλυκέα τὰ λόγιά σου τῷ φάρυγγί μου! ὑπὲρ μέλι τῷ στόματί μου. Καὶ πάλαι δὲ διὰ Μωσέως ἐκ πέτρας αὐτοῖς παρεῖχε ποτόν. Μέλι δὲ ἐνταῦθα τὸ ἐκ πέτρας οὐδ' ἄλλως ἢ κατὰ διάνοιαν ἐκδεκτέον· ἐπεὶ καὶ αὐτὸς Μωσῆς τὴν αὐτὴν τίθησι μαρτυρίαν, λέγων ἐν μεγάλῃ ᾠδῇ· Ἐθήλασαν μέλι ἐκ πέτρας, καὶ ἔλαιον ἐκ στερεᾶς πέτρας. Ἅπερ πρὸς μὲν ψιλὴν τὴν λέξιν οὐχ ὑφέστηκεν, ἀλληγορικῶς δὲ κατὰ μόνην τὴν διάνοιαν ἐξακούεται. Αὐτὸς γὰρ ὁ Χριστὸς ἡ πέτρα, ταῦτα πάντα παρέχων αὐτοῖς διὰ τῆς αὐτοῦ διδασκαλίας, οὐ καθ' ὃν χρόνον ἐπεδήμει μόνον, ἀλλὰ καὶ πρὸ τῆς ἐνσάρκου ἐπιδημίας αὐτοῦ· ὡς ἐξ ἅπαντος αὐτοὺς μὲν εἶναι ἀναπολογήτους, δικαίαν δὲ τὴν τοῦ Θεοῦ κρίσιν μετὰ τὰ τοσαῦτα τὴν ἀποβολὴν αὐτῶν ἐργασαμένην. Ἀλλὰ γὰρ ταῦτα ἡμᾶς τοὺς ἐξ ἐθνῶν ἐπὶ τὴν ἔνθεον ἀγαλλίασιν διὰ τῶν πρώτων κεκλημένους ὁ λόγος διδάσκει προφυλαττομένους, μή πη τοῖς ὁμοίοις καὶ αὐτοί ποτε περιπέσοιμεν. ΨΑΛΜΟΣ ΤΩ ΑΣΑΦ. ΠΑʹ. Ὁ Θεὸς ἔστη ἐν συναγωγῇ θεῶν, ἐν μέσῳ δὲ θεοὺς διακρίνει. Ὁ μὲν πρὸ τούτου λόγος κατηγορεῖ τοῦ παντὸς Ἰουδαίων λαοῦ, σαφῶς τοῦ Θεοῦ φάσκοντος· Οὐκ ἤκουσεν ὁ λαός μου τῆς φωνῆς μου, καὶ Ἰσραὴλ οὐ προσέσχε μοι. Καὶ ἐξαπέστειλα αὐτοὺς κατὰ τὰ ἐπιτηδεύματα τῆς καρδίας αὐτῶν· καὶ πάλιν· Εἰ ὁ λαός μου ἤκουσέ μου, Ἰσραὴλ ταῖς ὁδοῖς μου εἰ ἐπορεύθη· ἐν τῷ μηδενὶ ἂν τοὺς ἐχθροὺς αὐτῶν ἐταπείνωσα· ὁ δὲ μετὰ χεῖρας ἀκολούθως ἐκείνοις τῶν προέδρων τοῦ λαοῦ κατηγορεῖ· ὡς πρὸς ἄρχοντα γοῦν καὶ κριτὰς ἀποτείνεται λέγων· Ἕως πότε κρίνετε ἀδικίαν, καὶ πρόσωπα ἁμαρτωλῶν λαμβάνετε; Κρίνατε πτωχὸν καὶ ταπεινὸν, ὀρφανὸν καὶ πένητα δικαιώσατε. Εἶτα ἐπιλέγει· Ἐγὼ ταῦτα παρεκελευόμην· οἱ δὲ οὐκ ἔγνωσαν οὐδὲ συνῆκαν, ἐν σκότει διαπορεύονται. Θεοὺς δὲ αὐτοὺς ἀποκαλεῖ, ἤτοι διὰ τὴν τιμὴν ἣν ἀπένεμεν αὐτοῖς ὁ λαός· οὕτω μετὰ πλείστου φόβου καὶ τιμῆς προσιὼν αὐτοῖς ὡσεὶ καὶ αὐτῷ τῷ Θεῷ· ἢ ἐπειδήπερ χώραν Θεοῦ ἐπεῖχον τὸ κρίνειν ἀναδεδεγμένοι, κολάζοντές τε καὶ τιμωρούμενοι τοὺς ἀδικοῦντας κατὰ τὸν παρ' αὐτοῖς νόμον· ἢ διὰ τὸ τετιμῆσθαι αὐτοὺς ὑπὸ τοῦ Θεοῦ τῷ τῆς υἱοθεσίας ὀνόματι, ὡς λέγεσθαι περὶ αὐτῶν· Υἱοὺς ἐγέννησα 23.984 καὶ ὕψωσα· ἢ διὰ τὸ κατ' εἰκόνα καὶ ὁμοίωσιν Θεοῦ γεγονέναι διὰ τὴν ἐν ἀνθρώποις νοερὰν καὶ λογικὴν οὐσίαν. Αὐτίκα γοῦν ἐν αὐτῷ τῷ προκειμένῳ ψαλμῷ προϊὼν, ὁ λόγος φησὶ πρὸς τοὺς κατηγορουμένους· Ἐγὼ εἶπα· Θεοί ἐστε καὶ υἱοὶ Ὑψίστου πάντες. Ὑμεῖς δὲ ὡς ἄνθρωποι ἀποθνήσκετε, καὶ ὡς εἷς τῶν ἀρχόντων πίπτετε. Τοὺς δὴ οὖν τοῦ λαοῦ προεστῶτας, ἱερέας δηλαδὴ καὶ ἀρχιερέας, τούς τε λοιποὺς ἄρχοντας ἀνακρίνων ὁ Θεὸς Λόγος, τὰ μετὰ χεῖρας διεξέρχεται. ∆ιὸ εἴρηται· Ὁ Θεὸς ἔστη ἐν συναγωγῇ θεῶν, ἐν μέσῳ δὲ θεοὺς διακρίνει· κατὰ δὲ τὸν Ἀκύλαν· Θεὸς ἔστη ἐν συναγωγῇ ἰσχυρῶν, ἐν ἐγκάτῳ Κύριος κρίνει· κατὰ δὲ τὸν Σύμμαχον· Ὁ Θεὸς κατέστη ἐν συνόδῳ Θεοῦ, ἐν μέσοις Θεὸς κρίνων. Κρίνων δὲ οὗτος ὁ Θεὸς, δηλαδὴ ὁ τοῦ Θεοῦ Λόγος, καὶ διακρίνων τὴν λεγομένην συναγωγὴν τῶν θεῶν, ἐλέγχους προσάγει τοῖς κρινομένοις. Καὶ ἐπεὶ δυνατοὶ δυνατῶς ἐτασθήσονται, εἰκότως τὸ τάγμα τῶν προλελεγμένων θεῶν ἀφορίζει ἰδίως καὶ κρίνει, προδιελθὼν ἐν τῷ πρὸ τούτου λόγῳ τὸν ἔλεγχον τοῦ πλήθους τοῦ λαοῦ. Ἀλλὰ καὶ διακρίνει, κρίνων τοὺς ἀξίους σωτηρίας καὶ τοὺς μὴ τοιούτους. Κρίνει